- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:723.36-725.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过实验论述了土不被吸上去而水被吸入受热容器的原因在于平面的合一,进而考察了居间元素在其本有场所中具有重量与轻量的含义,以及基于避免虚空和质料相似性的运动。
διὰ τοῦτο οὖν οὐ συμφύεται τὸ τῆς γῆς ἐπίπεδον τοῖς ἄλλοις ὥστε συνέλκεσθαι· τέθρυπται γὰρ καὶ οὔτε ἀλλήλοις ἥνωται τὰ τῆς γῆς ἐπίπεδα διὰ τὴν τῆς γῆς ξηρότητα οὔτε τοῖς τοῦ ὕδατος ἢ τοῦ ἀέρος ἑνοῦται· καὶ διὰ τοῦτο, φησίν, ἡ μὲν γῆ οὐ σπᾶται, τὸ δὲ ὕδωρ καὶ εἰς τοὺς σίφωνας μὲν σπᾶται, μάλιστα δὲ εἰς τὸ πυρωθὲν ἀγγεῖον. ἂν γὰρ ποτήριον τῶν στενοστόμων κατὰ τὸ στόμα καθῶμεν εἰς ὕδωρ, οὐκ εἰσρεῖ τὸ ὕδωρ εἰς αὐτό, ἐὰν μέντοι τὸ ποτήριον θερμανθὲν δι’ ὕδατος θερμοῦ ἢ προκλύσαντος αὐτὸ ἢ τῷ πυθμένι αὐτοῦ ἐπιχεθέντος καθῶμεν ὁμοίως εἰς τὸ ὕδωρ κατὰ τὸ στόμα, σπᾷ τὸ ὕδωρ καὶ πληροῦται, διότι ἓν γίνεται τὸ ἐπίπεδον τοῦ τε ὕδατος καὶ τοῦ ἐν τῷ ἀγγείῳ ἀέρος καὶ ἑνοῦται ὑπὸ τοῦ πυρὸς συγχωνεύειν καὶ συμφυσᾶν τὰ διάφορα πεφυκότος, θερμανθεὶς δὲ ὁ ἐν τῷ ἀγγείῳ ἀὴρ χεῖται λεπτυνόμενος καὶ ἐλάττων ὢν πλείονα τόπον κατέχει· ἑνωθεὶς οὖν τῷ ὕδατι κατὰ τὴν ἐπιφάνειαν, ὅταν πλησιάσῃ, καὶ συστελλόμενος ὑπὸ τῆς ψύξεως σπᾷ τὸ ὕδωρ καὶ συνέλκει πρὸς ἑαυτόν, καὶ τοσοῦτον δέχεται τὸ ἀγγεῖον ὕδατος, ὅσον ὁ ἀὴρ πυκνωθεὶς δύναται συσταλῆναι προδιακεκριμένος ὑπὸ τοῦ θερμοῦ, διὰ τοῦτο δὲ καὶ τὰ μᾶλλον θερμανθέντα ἀγγεῖα πλέον ὕδατος σπᾷ. οὕτω δὲ καὶ αἱ σικύαι τὸ αἷμα ἕλκουσι τοῦ ἐν αὐταῖς ἀέρος προκεχυμένου ὑπὸ τῆς θερμότητος, ἔπειτα συστελλομένου καὶ ἐπισπωμένου, διὰ τὴν ἕνωσιν τοῦ ἐπιπέδου αὐτοῦ τε καὶ τοῦ αἵματος πρὸς αὐτὸ τὸ αἷμα. Ἐν δὴ τούτοις ἐπιστῆσαι χρή, ὅτι1 οὐκ ἔσται κατὰ ἀλήθειαν ἓν τὸ ἐπίπεδον, εἴπερ διῃρημένα ἐστὶν ἀλλήλων ἐνεργείᾳ τὰ σώματα καὶ φύσεως ἑτέρας, ἀλλ’ ἁπτόμενά ἐστιν, οὐ μέντοι συνεχῆ· διότι δὲ ὑγρά ἐστιν ἄμφω τὰ σώματα καὶ ὅμοια ἀλλήλοις, διὰ τοῦτο τῶν περάτων αὐτῶν ἐξομοιουμένων ἓν εἶπε γίνεσθαι τὸ ἐπίπεδον. δεύτερον δέ, ὅτι, ὥσπερ ἄνω βίᾳ φέρεται ὁ ἀὴρ καὶ τὸ ὕδωρ, οὕτω καὶ κάτω, ὅταν ὑποσπασθῇ τὸ ὑποκείμενον, διὰ τὸ μηδὲν εἶναι κενόν, ἐπεὶ ἐν τοῖς οἰκείοις ὄντα τόποις τὰ στοιχεῖα οὐκ εἰκὸς οὔτε ἄνω ῥέπειν οὔτε κάτω κατὰ φύσιν· τὸ γὰρ κατὰ φύσιν ἐπιρρέπον ὡς ἐπ’ οἰκεῖον ῥέπει τόπον. ὁ οὖν ἀὴρ καὶ τὸ ὕδωρ, εἰ κατὰ φύσιν φέροιτο πρὸς τὸ κάτω τῶν ὑποκειμένων ὑποσπωμένων, ὡς ἐπ’ οἰκείους φέρεται τοὺς ἀλλοτρίους τόπους, ὅπερ ἄτοπον· εἰ δὲ βίᾳ, οὐκ ἔχουσι βάρος κατὰ φύσιν ἐν τοῖς ἑαυτῶν τόποις, ὥσπερ οὐδὲ κουφότητα, ἀλλ’, εἴπερ ἔχουσι βάρος ἐν τοῖς ἑαυτῶν τόποις, οὐχ ὡς κατωτέρω ῥέποντα ἔχουσιν, ἀλλ’ ὡς τοῖς ὑπερκειμένοις ὑφιστάμενα·2 ἦν γὰρ καὶ τοῦτο τῶν βαρέων ἴδιον. ὁμοίως δὲ καὶ κουφότητα ἔχουσιν, οὐχ ὡς πρὸς τὰ ἀνωτέρω ῥέποντα· οὐ γὰρ ἐκσταῖεν ἂν ἐπὶ τὸ ἄνω κατὰ φύσιν ἔχοντα· ἀλλ’ ὡς ἐπιπολάζοντα τοῖς ὑποκειμένοις, ὥσπερ καὶ τὸ πῦρ ἐν τῇ ἑαυτοῦ χώρᾳ κουφότητα ἔχει, οὐχ ὅτι ἀνωτέρω που φέρεται κατὰ φύσιν, ἀλλ’ ὅτι τοῖς ὑποκειμένοις ἐπιπολάζει. Εἰπὼν δέ, ὅτι ἡ γῆ οὐ σπᾶται ἄνω ὥσπερ τὸ ὕδωρ, ἐπάγει, ὅτι οὐδὲ τὸ πῦρ κάτω εἶσιν ὑφαιρουμένου τοῦ ἀέρος. ἀλλὰ τὴν μὲν γῆν πρότερον ἔλεγε μὴ σπᾶσθαι, ὅτι οὐχ ἓν αὐτῆς τὸ ἐπίπεδον, νῦν δὲ καί, ὅτι οὐδὲ ἡντιναοῦν ἔχει κουφότητα ἐν τῇ ἑαυτῆς χώρᾳ, δι’ ἣν αἰτίαν καὶ τὸ πῦρ οὐ φέρεται κάτω, ὅτι οὐδὲν ἔχει βάρος ἐν τῇ ἑαυτοῦ χώρᾳ· τὰ δὲ δύο τὰ μέσα ἀποσπωμένων τῶν ὑποκειμένων φέρεται κάτω, οὐχὶ ὁμοίως τῇ ἁπλῶς βαρείᾳ οὔσῃ τῇ γῇ· τὸ μὲν γὰρ ἁπλῶς βαρὺ πᾶσιν ὑφίσταται, τὸ δὲ πρός τι βαρὺ ὄν, οἷα τὰ μέσα στοιχεῖά ἐστι, φέρεται κάτω εἴς τε τὴν ἑαυτῶν χώραν, ὅταν ἀνωτέρω τύχῃ ὄντα, καὶ ἐπειδὴ καὶ ἐν τῇ ἑαυτῶν χώρᾳ βάρος ἔχει, καὶ ἀπ’ ἐκείνης φέρεται ἐπὶ τὰ οἷς ἐπιπολάζει, εἰ ἐκεῖνα μὴ εἴη·3 ἐκείνοις γὰρ ἐπεπόλαζεν, ὧν μὴ ὄντων οὐκέτι ἂν ἐπιπολάζοι. αἰτίαν δὲ τοῦ φέρεσθαι εἰς τοὺς τούτων τόπους ἀποδίδωσι τὴν τῆς ὕλης ὁμοιότητα πρὸς τὸ ἁπλῶς βαρύ· καὶ γὰρ καὶ ἡ τοῖς δύο μέσοις στοιχείοις ὑποκειμένη ὕλη ἔχει τὸ δυνάμει βαρύ, καὶ κατὰ τοῦτο τὰ τρία ὁμοιότητα ἔχει πρὸς ἄλληλα, καὶ φέρεται τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. ἀλλ’ εἴποι ἄν τις, ὅτι τὰ μέσα καὶ δυνάμει κοῦφά ἐστιν, ὥστε τῆς ὕλης ὁμοιότης αὐτοῖς ἔσται καὶ πρὸς τὸ πῦρ, καὶ ὁμοίως καὶ ἐπ’ ἐκεῖνο οἰσθήσεται.
因此正因如此,土的平面不会与其他事物的平面融合成一体以至于一同被吸上去;因为土的各平面由于土的干燥已被粉碎,既不彼此联合,亦不与水或空气的平面联合。他说,正因如此,土并不被吸上去,而水不仅被吸入吸管中,尤其是在被加热的容器中被吸上去。因为如果我们把细颈杯的杯口朝下浸入水中,水不会流入其中;然而,如果该杯子被热水加热——不论是因为热水预先冲洗了它,还是被浇在其底部——同样杯口朝下浸入水中,它便会吸起水并充满,因为水与容器中空气的平面合而为一,并被本性上善于熔融吹合相异事物的火合为一体;而容器中受热的空气随着变稀薄而弥散开来,虽更少却占据了更大的场所;因此,当它接近水时在表面处与水联合,并在冷却的作用下收缩,吸起水并拉向自身,且容器所容纳的水量,恰如由热预先离散的空气在变密后所能收缩的分量;亦正因如此,受热更甚的容器吸起更多的水。同样地,拔罐器吸取血液亦是如此:其中的空气预先被热量弥散开,继而收缩并向上吸取,通过其自身与血液平面的联合而将血液拉向自身。 在这些论述中应当注意到:首先,平面的确不会真正合而为一,因为这些物体在现实中彼此分离且具有不同的本性,它们只是相切,而非连续的;但由于两物体皆为流体且彼此相似,正因如此,随着其界限的相互贴合,他才说平面合而为一。其次应当注意到:正如空气和水通过强力向上运动一样,当下层物体被从下方抽离时,由于不存在虚空,它们亦通过强力向下运动;因为当元素位于各自本有场所中时,它们在自然本性上既不应当向上倾斜,亦不应当向下倾斜;因为依本性倾斜之物,乃是如同朝向其本有场所那样倾斜。因此,如果空气和水当下层物体被抽离时依本性向下运动,它们就会如同朝向本有场所那样运动到异己的场所中,这是荒谬的;但如果出于强力,它们在各自的场所中便不具有本性上的重量,正如它们亦不具有轻量一样;然而,即使它们在各自场所中确实具有重量,它们亦不是作为向更低处倾斜之物而具有重量,而是作为沉降于上方事物之下而具有重量;因为这也是重物的本有特征。同样地,它们亦具有轻量,但不是作为向更高处倾斜之物——因为处于依本性之状态下的事物不可能离开自身场所而朝向更高处——而是作为漂浮于下层事物之上而具有轻量,正如火在它自己的场所中亦具有轻量,并不是因为它在自然本性上运动到更高处的某地,而是因为它漂浮于下层事物之上那样。 而在说明土并不像水那样向上被吸去之后,他补充道,当空气被移走时火亦不向下运动。不过,早先他曾说土不被吸上去是因为其平面不是单一的,而现在他亦说明这是由于土在它自己的场所中根本不具有任何轻量;正是出于同样的原因,火亦由于在它自己的场所中不具有任何重量而不向下运动。然而,当位于其下的事物被抽离时,两个居间元素向下运动,但这并不与作为单纯重物的土相同。因为单纯重物沉降于一切事物之下,而相对的重物,正如居间元素那样,不仅在恰好处于更高处时向下运动到它们自己的场所中,而且由于它们在自己的场所中亦具有重量,当它们所漂浮于其上的那些事物不存在时,亦从该场所运动到那些事物〔的场所〕中;因为它们原本漂浮于那些事物之上,而那些事物若不存在,它们便不再能漂浮了。关于它们运动到这些事物的场所中的原因,他归结为质料相对于单纯重物的相似性;因为两居间元素之底层的质料亦具有潜在的重,在此方面这三者彼此具有相似性,而同类运动到同类之中。然而有人可能会说,居间者亦具有潜在的轻,以至于它们的质料与火亦具有相似性,因而同样亦会被运向火。
- 4.22ἐπιστῆσαι χρή, ὅτι οὐκ ἔσται... δεύτερον δέ, ὅτι...
非人称动词 χρή 支配不定式 ἐπιστῆσαι,后者引出两个并列的 ὅτι 从句(其一指出平面的联合并非实质性的而是表象;其二指出向下运动同样是因不存在虚空而产生的强迫运动)。
- 4.22εἴπερ ἔχουσι βάρος ἐν τοῖς ἑαυτῶν τόποις, οὐχ ὡς κατωτέρω ῥέποντα ἔχουσιν, ἀλλ’ ὡς τοῖς ὑπερκειμένοις ὑφιστάμενα
在对比结构 οὐχ ὡς... ἀλλ' ὡς... 中,主语(空气与水)由中性复数分词(ῥέποντα、ὑφιστάμενα)所修饰。在句法上明确对比了在自身场所中具有重量的含义并非“向更低处倾斜”,而是“沉降于上方事物之下”。
- 4.22καὶ ἐπειδὴ καὶ ἐν τῇ ἑαυτῶν χώρᾳ βάρος ἔχει, καὶ ἀπ’ ἐκείνης φέρεται ἐπὶ τὰ οἷς ἐπιπολάζει, εἰ ἐκεῖνα μὴ εἴη
主句谓语 φέρεται 伴随有原因从句 ἐπειδὴ καὶ... 以及带有祈愿语气现在时的假设条件从句 εἰ ἐκεῖνα μὴ εἴη。这在逻辑上阐明了居间元素脱离自身场所而向下移动的条件(即下层事物不复存在时)。
