← 辛普里丘

亚里士多德《论天》注释

§722.20-723.36

居间元素在自身场所中的重量与强力吸附

辛普里丘注解亚里士多德《论天》312b2,阐明居间元素(空气与水)在自身场所中具有重量而不具有轻量的证明(下方被抽离时下降,上方被移走时并不上升)。他还解释了由于表面合一而借强力向上吸附的例外情形(吸管与拔罐器),以及土为何不能如此被吸起。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22#1

" Ἐν μὲν οὖν τῇ αὑτοῦ χώρᾳ ἕως τοῦ ἢ οἷς ἐπιπολάζει, δι’ ὁμοιότητα τῆς ὕλης." Εἰσαγαγὼν εἰς τὸν λόγον τὰ δύο μέσα στοιχεῖα καὶ εἰπών, ὅτι ἑκάτερον αὐτῶν βάρος ἔχει καὶ κουφότητα, βάρος μὲν πρὸς τὰ πρὸ ἑαυτῶν, ὅτι ὑφίσταται αὐτοῖς, κουφότητα δὲ πρὸς τὰ μεθ’ ἑαυτά, ὅτι ἐπιπολάζει, εἰπὼν δὲ πρότερον καί, ὅτι τὸ μὲν πῦρ πανταχοῦ κοῦφόν ἐστι καὶ οὐδαμοῦ ἔχει βαρύτητα, ἡ δὲ γῆ πανταχοῦ βαρεῖα καὶ οὐδαμοῦ ἔχει κουφότητα, περὶ τῶν μέσων δείκνυσιν, ὃ καὶ πρότερον εἶπεν, ἀκριβέστερον νῦν ἐπεξιών τῷ λόγῳ, ὅτι ἐν τῷ ἑαυτῶν τόπῳ βαρύτητα ἔχει ἄμφω καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, κουφότητα δὲ οὐδέτερον. καὶ πρότερον μέν, ὅτι ὁ ἀὴρ βαρύτητα ἔχει, ἔδειξεν ἔκ τε τοῦ ὑφίστασθαι τῷ πυρὶ καὶ ἐκ τοῦ τοὺς πεφυσημένους ἀσκοὺς πλέον ἕλκειν τῶν ἀφυσήτων, νῦν δὲ εἰπών, ὅτι κουφότητα δὲ οὐκ ἔχει, ἐπήγαγεν ἀλλ’ ἢ ἐν οἷς ἐπιπολάζει, ἀὴρ μὲν ἐν ὕδατι καὶ γῇ, ὕδωρ δὲ ἐν γῇ· τούτοις γὰρ ἐπιπολάζουσιν. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου, ὅτι ἕκαστον τῶν ἐχόντων βάρος καὶ κουφότητα, οἷα τὰ μέσα ἐστίν, ἐν τῇ ἑαυτοῦ χώρᾳ ἔχει βάρος, κουφότητα δὲ οὐκ ἔχει πλὴν ἐν ἐκείνοις, οἷς ἐπιπολάζει. μεταξὺ δὲ καθ’ αὑτὸ παρενέβαλε τὸ ἡ δὲ γῆ ἐν ἅπασι κατὰ κοινοῦ καὶ ἐπ’ αὐτῆς τὸ ἔχει βάρος λαβών. Σημεῖον δὲ τοῦ τὰ μεταξὺ ἐν τοῖς οἰκείοις τόποις βαρύτητα μὲν ἔχειν κουφότητα δὲ μὴ ἔχειν παρέχεται τὸ τῶν μὲν ὑπ’ αὐτὰ ὑποσπωμένων καταφέρεσθαι αὐτὰ ἐκ τῆς οἰκείας χώρας, τῶν δὲ ὑπὲρ αὐτὰ ἀναιρουμένων μηκέτι εἰς τοὺς ἐκείνων ἀναφέρεσθαι τόπους·1 διὸ ὕδατος μὲν ὑποσπασθέντος ὁ ἀὴρ εἰς τὸν ἐκείνου τόπον φέρεται, καὶ γῆς ὑποσπασθείσης καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἰς τὸν ἐκείνης συρρεῖ τόπον ἀπὸ τῶν οἰκείων τόπων καταφερόμενα ὡς βάρος ἐν τοῖς οἰκείοις ἔχοντα τόποις, τοῦ δὲ πυρὸς ἀναιρεθέντος ἀὴρ εἰς τὸν ἐκείνου τόπον κατὰ φύσιν οὐ φέρεται οὔτε ὕδωρ εἰς τὸν τοῦ ἀέρος, ἂν ἀφαιρεθῇ ὁ ἀήρ, τὸ δὲ πῦρ τῷ μηδὲ ἐν τῷ ἑαυτοῦ τόπῳ ἔχειν βαρύτητα ὑποσπωμένων τῶν ὑπ’ αὐτὸ οὐ φέρεται κάτω, ὃ σημεῖον ἐναργὲς τοῦ μὴ ἔχειν τὸ πῦρ τὴν ἐπὶ τὸ μέσον ῥοπήν. Εἰπὼν δὲ μὴ ἀναφέρεσθαι τὸν ἀέρα εἰς τὸν τοῦ πυρὸς τόπον ὑφαιρουμένου προσέθηκεν εἰ μὴ βίᾳ, ὥσπερ καὶ τὸ ὕδωρ σπᾶται, ὅταν γένηται τὸ ἐπίπεδον ἕν· βίᾳ γὰρ οὐδὲν κωλύει τὸν ἀέρα ἀναφέρεσθαι εἰς τὸν τοῦ πυρὸς τόπον οὕτως, ὡς καὶ τὸ ὕδωρ εἰς τὸν τοῦ ἀέρος ἕλκεται βίᾳ ὑπὸ τοῦ ἀέρος, ὅταν, φησίν, ἓν γένηται τὸ ἐπίπεδον τοῦ τε σπῶντος ἀέρος καὶ τοῦ σπωμένου ὕδατος. καὶ γὰρ ἐπὶ τῶν σιφώνων καὶ τῶν ἰατρικῶν σικυῶν, δι’ ὧν σπᾶται τό τε ὕδωρ καὶ τὸ αἷμα, καὶ ὁ ἀὴρ ὁ σπῶν καὶ τὸ ὕδωρ τὸ σπώμενον πλησιάζοντα ἀλλήλοις ἐπιπέδοις οἰκείοις διώρισται σώματά γε ὄντα καί, μέχρι μὲν ἂν ᾖ διωρισμένα τὰ ἐπίπεδα αὐτῶν καὶ μόνον ἅπτηται ἀλλήλων, μένει κατὰ χώραν ἑκάτερον, ὅταν μέντοι τὰ δύο ἐπίπεδα εἰς ἓν συνέλθῃ πνεύματος ἢ θερμασίας συνεχιζούσης αὐτὰ καὶ οἷον κρᾶσίν τινα ποιούσης, τότε θάτερον ὑπὸ θατέρου ὡς μέρος αὐτοῦ γενόμενον ἤδη σπᾶται, ὅταν θάττων ἡ ἐπὶ τὸ ἄνω τοῦ ἀέρος τοῦ σπῶντος κίνησις γίνηται τῆς τοῦ ὕδατος οἰκείας εἰς τὸ κάτω ῥοπῆς· πρὶν γὰρ διαλυθῆναι καὶ χωρισθῆναι τὴν ἕνωσιν τῶν ἐπιπέδων φθάνει ἀνασπᾶσθαι ὡς προσηρτημένον.2 Εἶτα ἔνστασιν λύει τὴν λέγουσαν· διὰ τί οὖν μὴ καὶ ἡ γῆ σπᾶται εἰς τὸ ἄνω ὥσπερ τὸ ὕδωρ; καὶ λέγει, ὅτι οὐκ ἔστι τῆς γῆς τὸ ἐπίπεδον ἕν· οὐ γὰρ μίαν ἔχει τὴν ἐπιφάνειαν, διότι οὐχ ἥνωται τὸ τῆς γῆς σῶμα ὥσπερ ὕδωρ καὶ ἀήρ.

“因此在它自己的场所中”至“或除了在其上漂浮的那些事物之中以外,由于质料的相似性”。 在将两个居间元素引入论述,并说明它们各自都具有重量与轻量——相对于在它们之前的事物具有重量,因为沉降于其下;而相对于在它们之后的事物具有轻量,因为漂浮于其上——之后,且在早先已经说过火在任何地方都是轻的且在任何地方都不具有重量,而土在任何地方都是重的且在任何地方都不具有轻量之后,他现在更精确地展开论述,就居间者证明了早先所说的事情,即空气与水两者在它们自己的场所中都具有重量,而两者都不具有轻量。早先他证明了空气具有重量,既根据它沉降于火之下,亦根据充气的皮囊比未充气的皮囊称出更重的分量;而现在他说“它不具有轻量”之后,补充道“除了在它所漂浮于其上的那些事物之中以外”——即空气在水和土之中,水在土之中;因为它们漂浮于这些事物之上。而论述的连贯脉络是:具有重量与轻量的每一事物,正如居间者那样,在它自己的场所中具有重量,但除了在它所漂浮于其上的那些事物之中以外不具有轻量。他又在中间独立插入了“而土在一切事物中”,将“具有重量”作为共同述谓亦适用于土身上。作为居间者在各自本有场所中具有重量而不具有轻量的证据,他提出了如下事实:当位于它们之下的事物被从下方抽离时,它们便从其本有场所向下运动,但当位于它们之上的事物被移走时,它们却不再向上运动到那些事物的场所中。因此,当水被抽离时,空气便运动到水的场所中;当土被抽离时,水和空气都汇流到土的场所中,从各自的本有场所向下运动,因为它们在各自本有场所中具有重量;然而当火被移走时,空气并不按照本性运动到火的场所中,若空气被移走,水也不运动到空气的场所中。另一方面,火由于甚至在自己的场所中亦不具有重量,当位于其下的事物被抽离时并不向下运动——这是火不具有向中心之倾覆倾向的明证。在说明空气于火被移走时不向上运动到火的场所中之后,他补充道:“除非由于强力,正如当平面合而为一时水亦被吸上去那样”;因为没有任何事物阻止空气通过强力向上运动到火的场所中,正如当(如他所说)吸附的空气与被吸附的水之平面合而为一时,水亦被空气通过强力向上吸入空气的场所中那样。事实上,在借以吸取水和血液的吸管与医用拔罐器的情况下,吸附的空气与被吸附的水由于彼此接近,且作为物体而由各自的固有平面所限定;只要它们的平面保持分离且仅仅彼此相切,每一者便留在各自的场所中;然而,当两个平面由于气息或热量使其连续并造成某种混合而汇合为一个平面时,由于吸附的空气之向上运动变得比水固有的向下倾覆倾向更迅捷,一者便被另一者当作已经成为其自身的一部分那样吸了上去;因为在平面的联合被瓦解和分离之前,它便已作为连结物而被预先向上拉拔了。随后他化解了一个反驳,该反驳说:“那么为何土不也像水那样向上被吸去呢?”他说,土的平面并不是单一的;因为土并不具有单一的表面,由于土的物体并不像水和空气那样合为一体。

语法注2 条
  1. 4.22τὸ τῶν μὲν ὑπ’ αὐτὰ ὑποσπωμένων καταφέρεσθαι αὐτὰ ἐκ τῆς οἰκείας χώρας, τῶν δὲ ὑπὲρ αὐτὰ ἀναιρουμένων μηκέτι εἰς τοὺς ἐκείνων ἀναφέρεσθαι τόπους

    由中性单数宾格定冠词 τό 所统领的冠词不定式结构(τὸ ... καταφέρεσθαι ... μηκέτι ... ἀναφέρεσθαι),作动词 παρέχεται 的直接宾语。在该结构内部嵌入了两个平行的独立属格从句(τῶν μὲν ὑπ’ αὐτὰ ὑποσπωμένων 与 τῶν δὲ ὑπὲρ αὐτὰ ἀναιρουμένων)以表示条件或契机。不定式的逻辑主语是宾格 αὐτά(居间元素)。

  2. 4.22πρὶν γὰρ διαλυθῆναι καὶ χωρισθῆναι τὴν ἕνωσιν τῶν ἐπιπέδων φθάνει ἀνασπᾶσθαι ὡς προσηρτημένον

    动词 φθάνω 与不定式(ἀνασπᾶσθαι)连用的结构,意为“抢先/在……之前被吸上去”。连词 πρίν 支配被动不定式(διαλυθῆναι καὶ χωρισθῆναι),并以宾格 τὴν ἕνωσιν 为其逻辑主语(“在平面的联合被瓦解和分离之前”)。中性分词 ὡς προσηρτημένον 与主语水(τὸ ὕδωρ)在性数格上一致,作表语性修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:722.20-723.36