- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:721.25-722.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了两个居间元素(火与土之间的空气和水)的必然性根据,除本处所暗示的界限的双重性之外,还梳理了《论生成与消灭》中的多种论证(四种性质的配对与比例等)以及柏拉图《蒂迈欧篇》中的立体比例论证,并解释了为何引入颜色作为普遍论述的例证。
τὴν δὲ ἀνάγκην νῦν μὲν ᾐνίξατο διὰ τοῦ τὸ μεταξὺ ἑκατέρου τῶν ἁπλῶν πέρας ὂν διπλοῦν εἶναι· ὡς μὲν γὰρ τοῦ ἁπλῶς κούφου πέρας κοῦφόν ἐστι, κἂν μὴ ἁπλῶς, ἀλλὰ τῶν μετ’ αὐτὸ κουφότερον, ὡς δὲ τοῦ ἁπλῶς βαρέος, κἂν μὴ ἁπλῶς βαρύ, ἀλλὰ τῶν ἄλλων βαρύτερον, καὶ οὕτως ὅ τε ἀὴρ ηὑρέθη τοῖς ἄλλοις ἐπιπολάζων πλὴν πυρὸς καὶ τὸ ὕδωρ τοῖς ἄλλοις ὑφιστάμενον πλὴν γῆς, καὶ τούτοις θαρρήσας εἶπεν, ὅτι ἀνάγκη τοῦ ἁπλῶς κούφου καὶ τοῦ ἁπλῶς βαρέος δύο μέσα εἶναι· ἐν μέντοι τοῖς Περὶ γενέσεως καὶ φθορᾶς πολυειδῶς ἀποδείκνυσιν, ὅτι δύο ἀνάγκη τὰ μεταξὺ εἶναι καὶ τέσσαρα τὰ ὅλα στοιχεῖα· καὶ γὰρ ἐκ τοῦ τὰς εἰδοποιοὺς ἐναντιώσεις δύο εἶναι θερμότητα καὶ ψύξιν καὶ ξηρότητα καὶ ὑγρότητα, ὧν συνδυαζομένων ἀνάγκη τέσσαρα γίνεσθαι τὰ πάντα ἐξ αὐτῶν στοιχεῖα, καὶ ἐκ τῆς τῶν ποιοτήτων ἀναλογίας, ἐξ ὧν ἑκάστῳ τῶν στοιχείων τὸ εἶναι, καὶ μέντοι διὰ τὴν κατά τι πρὸς ἄλληλα κοινωνίαν, δι’ ἣν ἡ εἰς ἄλληλα αὐτοῖς μεταβολὴ ῥᾳδία κατά τι κοινὸν σύμβολον γινομένη· ἔτι δὲ καὶ ἐκ τοῦ τὸ μεταξὺ ὁμοιότητα ἔχειν πρὸς ἑκάτερον τῶν ἄκρων· δυοῖν οὖν ὄντων ἐκείνων ἀνάγκη καὶ τοῦτο διπλοῦν εἶναι. ἀλλὰ ταῦτα μὲν ὕστερον, εἰς ἃ καὶ μάλιστα βλέπων εἶπεν, ὅτι ἀνάγκη δύο εἶναι ἄλλα. μὴ δὲ τούτου τελέως δειχθέντος εἰκότως τῷ καθόλου λόγῳ χρῆται τῷ λέγοντι μηδὲν κωλύειν καὶ ἓν καὶ πλείω εἶναι τὰ μεταξὺ καὶ ἐξ αὐτοῦ καθ’ ὑπόθεσιν ἔλαβε τὸ πλείω εἶναι μέλλων αὐτὸ διὰ πολλῶν ἀποδεικνύναι. ὁ δέ γε θεῖος Πλάτων καὶ αὐτὸς ἄκρα θεὶς τὸ πῦρ καὶ τὴν γῆν καὶ ἐκ πυρὸς μὲν εἶναι τὸν κόσμον ἀναγκάσας ὡς ὁρατόν, ἐκ γῆς δὲ ὡς ἁπτόν,1 δύο τὰ μέσα καὶ αὐτὸς εἶναι ἀπέδειξε· στερεοῦ γὰρ ὄντος τοῦ παντὸς καὶ στερεῶν τῶν ἄκρων δι’ ἀναλογίας ὀφειλόντων συνάπτεσθαι τῶν ἄκρων πρὸς τὴν τοῦ παντὸς γένεσιν δύο μέσων ἀνάλογον ἔδει τῶν τὴν στερεὰν συμπληρούντων ἀναλογίαν.2 ἐν χρώμασι δὲ πλείω τὰ μεταξύ· τοῦ γὰρ λευκοῦ καὶ μέλανος οὐ μόνον τὸ φαιὸν μεταξύ, ἀλλὰ καὶ τὸ ξανθὸν καὶ τὸ φοινικοῦν.
而这一必然性,他如今则是通过居间者作为各简单物体的界限乃是双重的这一事实来暗示的;因为作为绝对之轻者的界限,它固然是轻的,即使并非绝对如此,却比居于其后的事物更轻,而作为绝对之重者的[界限],即使并非绝对是重的,却比其他事物更重;这样,空气便被发现漂浮于除火之外的其他事物之上,而水则沉降于除土之外的其他事物之下,基于这些根据他确信地说,在绝对之轻与绝对之重之间必然有两个中间项。然而在《论生成与消灭》中,他以多种方式证明了居间者必然为二且所有元素总体为四:既由于构成种差的相反对立项有二,即热与冷、干与湿,当它们成对组合时,由其产生的所有元素必然成为四个;亦由于构成各元素存在定义的性质比例;并且还由于它们彼此之间在某种程度上的共通性,通过这种共通性,它们依照某种共同标志而向彼此的转化变得容易;此外还由于居间者对于两极端之每一者都具有相似性;因此既然那两极端为二,则这居间者亦必然是双重的。然而这些是后来的事情,他主要是着眼于这些才说“必然有另外两者”。但既然这一点尚未被完全证明,他便自然地使用了普遍的论述,即认为没有任何事物阻止居间者既有一者亦有多者,并从中作为假定采纳了“多者”,而准备随后通过众多论据来证明之。而那位神圣的柏拉图自己亦把火与土立为两极端,并由于宇宙是可见的而使其必然由火构成,由于宇宙是可触的而使其必然由土构成,他自己亦证明了居间项有两个;因为既然全体是立体的,且两极端是立体的并应当为了全体的生成而通过比例联结起来,便需要满足立体比例的两个成比例的居间项。而在颜色中,居间者则是多个;因为在白与黑之间不仅有灰色作为居间者,而且还有黄色与深红色。
- 4.21ἐκ πυρὸς μὲν εἶναι τὸν κόσμον ἀναγκάσας ὡς ὁρατόν, ἐκ γῆς δὲ ὡς ἁπτόν
分词 ἀναγκάσας 在此并非普通物理意义上的“强迫”,而是在论证逻辑上表示“使……成为必然/作为必然结论导出”,支配宾格带不定式结构 ἐκ πυρὸς μὲν εἶναι τὸν κόσμον ... ἐκ γῆς δὲ [εἶναι]。ὡς 则引出各自的原因说明(“由于是可见的”、“由于是可触的”)。
- 4.21στερεοῦ γὰρ ὄντος τοῦ παντὸς καὶ στερεῶν τῶν ἄκρων δι’ ἀναλογίας ὀφειλόντων συνάπτεσθαι τῶν ἄκρων πρὸς τὴν τοῦ παντὸς γένεσιν δύο μέσων ἀνάλογον ἔδει τῶν τὴν στερεὰν συμπληρούντων ἀναλογίαν
该句的主干为无人称动词 ἔδει 支配表示所需事物的属格短语 δύο μέσων ἀνάλογον ...(“需要满足立体比例的两个成比例居间项”)。在此之前是由两个表示原因的属格绝对结构组成的从属成分:στερεοῦ γὰρ ὄντος τοῦ παντὸς 与 στερεῶν τῶν ἄκρων ... ὀφειλόντων συνάπτεσθαι;在后者中,τῶν ἄκρων 在分词 ὀφειλόντων 之后被冗余式地重复了一次。ἀνάλογον 则在此充当副词修饰或作为 μέσων 的表语性同位成分。
