← 辛普里丘

亚里士多德《论天》注释

§720.22-721.25

四元素质料的数目与居间物数目的疑难

辛普里丘梳理了亚里士多德由两极端元素与两居间元素(空气与水)推导四种质料的统一性与多样性的论证,并通过区分特殊相反项与普遍相反项,消解了居间物必然为二与普遍而言居间物可为一或多的表观矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21#1

" Ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὃ πᾶσιν ἐπιπολάζει ἕως τοῦ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν." Εἰπὼν εἶναί τι μεταξὺ σῶμα τοῦ τε ἁπλῶς κούφου καὶ τοῦ ἁπλῶς βαρέος, ὃ πῇ μὲν κοῦφον πῇ δὲ βαρύ ἐστι πέρας ὂν ἑκάτερον τῶν ἁπλῶς καὶ διὰ τοῦτο δύο ὄντα μεταξὺ πυρὸς καὶ γῆς ὁ ἀὴρ καὶ τὸ ὕδωρ,1 τούτων οὖν συντόμως ὑπομνήσας διὰ τοῦ ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὃ πᾶσιν ἐπιπολάζει καὶ τῶν ἑξῆς ἐπάγει ὥστε ἀνάγκη καὶ τὰς ὕλας τοσαύτας εἶναι, τέσσαρας, οὕτω δὲ 〈ὡς〉 μίαν μὲν ἁπάντων τὴν αὐτὴν εἶναι, καὶ δι’ ἄλλους μὲν λόγους τοὺς ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ῥηθέντας καὶ μέντοι εἰ γίνοιτο τὰ τέσσαρα ἐξ ἀλλήλων, ὡς δέδεικται πρότερον, τὸ μέντοι εἶναι ἕτερον ἐχούσας·2 ἄλλος γὰρ λόγος τῆς ὡς πυρὸς προσεχοῦς ὕλης καὶ ὅλως τοῦ ἁπλῶς κούφου καὶ ἄλλος τῆς ἑκάστου τῶν ἄλλων. δοκεῖ δέ μοι περὶ τῆς ὑποκειμένης τοῖς στοιχείοις ὕλης πολὺν ποιεῖσθαι λόγον καὶ μίαν αὐτῶν καὶ τετραπλῆν δεικνύων καὶ πρότερον μέν, ὅτε ἔλεγε ‘τὸ δὲ ἑτέρας μὲν τούτων, ἐχούσας δὲ οὕτως πρὸς ἀλλήλας’ ἀπὸ τῶν ὑλῶν δύο τὰ μεταξὺ δεικνὺς πρὸ ἐκείνων δὲ τὰ ἄκρα, νῦν δὲ ἀπὸ τοῦ δύο μὲν εἶναι τὰ ἄκρα δύο δὲ τὰ μεταξὺ τέσσαρας τὰς ὕλας εἰσάγειν, διότι τὸ προκείμενον ἦν ἐξ ἀρχῆς τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων εὑρεῖν· οὕτω γὰρ καὶ πόσα καὶ τίνα ἐστὶν εὑρεθήσεται. ὁ δὲ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως, ὡς ἐν τῇ Περὶ γενέσεως διδάξει, κατὰ τὴν διαφορὰν τῆς προσεχῶς αὐτοῖς ὑποβεβλημένης ὕλης καὶ τὴν κοινωνίαν ὑποδειχθήσεται. Ἀλλὰ πῶς εἰπὼν ἐπεὶ δέ ἐστιν ἓν μόνον, ὃ πᾶσιν ἐπιπολάζει, καὶ ἕν, ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο εἶναι ἄλλα, ἃ καὶ ἐπιπολάζει τινὶ καὶ ὑφίσταταί τινι εἶτα προελθὼν οὐδὲν γάρ, φησί, κωλύει τῶν ἐναντίων εἶναι μεταξὺ καὶ ἓν καὶ πλείω, ὥσπερ ἐν χρώμασιν; εἰ γὰρ ἀληθὲς τὸ πρότερον, ὅτι ἀνάγκη δύο εἶναι τὰ μεταξύ, πῶς τοῦτο ἀληθές, ὅτι οὐδὲν κωλύει καὶ ἓν καὶ πλείω εἶναι τὰ μεταξύ; ἔοικεν οὖν τὸ μὲν ὕστερον καθόλου εἰρηκέναι, ὅτι οὐδὲν κωλύει καὶ ἓν καὶ πλείω εἶναι μεταξὺ τῶν ἀντικειμένων· τοῦτο γὰρ ἀληθὲς καθόλου, ὅτι τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν, τὰ δὲ ἔμμεσα, καὶ τῶν ἐμμέσων τὰ μὲν ἓν ἔχει μέσον, τὰ δὲ πλείονα· τὸ δὲ πρότερον εἰρημένον τὸ ἀνάγκη δύο ἄλλα εἶναι ὡς ἐπὶ τούτων τῶν ἐναντίων εἴρηται τοῦ τε ἁπλῶς κούφου καὶ τοῦ ἁπλῶς βαρέος, διὸ καὶ οὕτως εἶπεν· ἐπεὶ δέ ἐστιν ἕν, ὃ πᾶσιν ἐπιπολάζει, καὶ ἕν, ὃ πᾶσιν ὑφίσταται, ἀνάγκη δύο ἄλλα εἶναι.

“既然只有一者漂浮于所有事物之上”至“既有一者亦有多者,正如在颜色中那样。” 在说明了在绝对的轻者与绝对的重者之间存在某种居间物体——它在某种程度上是轻的而在某种程度上是重的,是绝对者的各自界限,并且正因如此是火与土之间的两物,即空气与水——之后,他便通过“既然只有一者漂浮于所有事物之上”及后续文句简要提及了这些,并进而得出结论:因此诸质料亦必然有同样之多,即四种,然而这种方式乃是,一方面对于所有事物而言是同一且单一的——既基于在《物理学》第一卷中所述的其他诸论据,亦基于如先前所证明的那样若四者由彼此生成的话——,另一方面却具有相异的存在定义;因为作为火的、以及总括而言绝对的轻者的直接质料的定义是一回事,而其他各者的〔质料〕的定义则是另一回事。在我看来,他就处于元素之基底的质料作了详尽讨论,表明它对于元素而言既是一又是四重的——此前当他说“具有不同于这些的[质料],但彼此之间具有如此关系”时,是从诸质料出发指明两个居间者,而在它们之前指明两极端,而如今则是从两极端为二、两居间者为二出发引入四种质料——,是因为从一开始摆在面前的任务便是发现诸元素相互生成的模式;因为这样亦将发现元素有多少个以及是何种元素。而相互生成的模式,正如他将在《论生成》中所教授的那样,将依照直接处于它们基底的质料的差异性与共通性而被指明。 然而,既然他说过“既然只有一者漂浮于所有事物之上,且有一者沉降于所有事物之下,便必然有另外两者,它们既漂浮于某物之上又沉降于某物之下”,之后怎么又进而说:“因为没有任何事物阻止在相反者之间既有一者亦有多者,正如在颜色中那样”?因为如果前一句话为真,即居间者必然为二,那么这一句话——没有任何事物阻止居间者既有一者亦有多者——又怎能为真呢?因此看来,后一句话乃是普遍地说的,即没有任何事物阻止在对立项之间既有一者亦有多者;因为在相反者中,一些是无居间的,另一些是有居间的,而在有居间者中,一些具有单一居间物,另一些具有多个居间物,这在普遍意义上是真实的;而先前所说的那句话,“必然有另外两者”,则是针对这些具体的相反者、即绝对的轻与绝对的重而言的;正因如此他才这样说:“既然有一者漂浮于所有事物之上,且有一者沉降于所有事物之下,便必然有另外两者。”

语法注2 条
  1. 4.21πέρας ὂν ἑκάτερον τῶν ἁπλῶς καὶ διὰ τοῦτο δύο ὄντα μεταξὺ πυρὸς καὶ γῆς ὁ ἀὴρ καὶ τὸ ὕδωρ

    中性分词短语 πέρας ὂν ἑκάτερον(单数)及随后接续的 δύο ὄντα(复数)修饰先行短语 τι μεταξὺ σῶμα,其后同格附加了不同性属的并列主格 ὁ ἀὴρ καὶ τὸ ὕδωρ。此破格构造表达的是:居间物体既作为两极端的各自界限,又由此构成了处于火与土之间的两物,即空气与水。

  2. 4.21οὕτω δὲ 〈ὡς〉 μίαν μὲν ἁπάντων τὴν αὐτὴν εἶναι... τὸ μέντοι εἶναι ἕτερον ἐχούσας

    宾格分词 ἐχούσας 与前文 ὥστε 从句中的宾格名词 τὰς ὕλας(阴性复数宾格)相一致。在 οὕτω ὡς 结构中,质料作为基底物“单一且同一(μίαν ... εἶναι)”这一带宾格的不定式句,与质料在其存在定义上“相异(ἕτερον ἐχούσας)”这一宾格分词短语,通过 μέν 与 μέντοι 形成了鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:720.22-721.25