- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:718.37-720.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
借助健康与疾病的类比解释了轻与重的共同质料在存在定义上的差异,并结合亚历山大的异文与解释探讨了中间元素(水与空气)的质料特性,确立了它们并非极端的混合物而是具有固有的自然本性。
διαφέρει δέ, καθ’ ὃ κούφου μὲν οὖσα ὕλη ὕλης ἐστίν, οὐκ αὐτὴ ἑαυτῆς, ἀλλὰ τῆς βαρύτητος, εἴδους μὲν οὔσης ἐνεργείᾳ, λόγον δὲ ὕλης ἐχούσης. ἔστι δέ, φησίν, ἡ αὐτὴ τοῦ κούφου καὶ βαρέος ὕλη — διὰ τοῦτο γὰρ καὶ μεταβάλλει εἰς ἄλληλα — τὸ δὲ εἶναι αὐτῇ κούφου καὶ βαρέος1 αὖθις οὐ ταὐτόν. καὶ σαφηνίζει τοῦτο δι’ ὑποδείγματος τοῦ σώματος τοῦ νόσῳ καὶ ὑγείᾳ ὑποκειμένου καὶ ὕλης πρὸς ταῦτα λόγον ἔχοντος· καὶ γὰρ τοῦτο νοσερὸν καὶ ὑγιαστόν ἐστιν ὡς πεφυκὸς νοσεῖν καὶ ὑγιαίνειν, καί ἐστι μὲν τὸ αὐτὸ σῶμα2 καὶ τὸ αὐτὸ ὑποκείμενον, τὸ δὲ εἶναι καὶ ὁ λόγος τοῦ νοσεροῦ καὶ τοῦ ὑγιαστοῦ ἕτερος· ὁ μὲν γάρ ἐστι τὸ πεφυκὸς νοσεῖν, ὁ δὲ τὸ ὑγιαίνειν πεφυκός, ταῦτα δὲ ἕτερα, διότι καὶ τὰ ἐνεργείᾳ, πρὸς ἃ ταῦτα δυνάμει, ἕτερά ἐστιν. ἐπειδὴ οὖν τὸ εἶναι κούφου ὕλῃ οὐ ταὐτόν ἐστι τῷ εἶναι βαρέος ὕλῃ, καὶ μάλιστα προσεχῶς, ἀλλὰ κατά τινα διαφορὰν ἐγγενομένην τῇ ὕλῃ ἤτοι θερμότητος ἢ ψύξεως ἢ ξηρότητος ἢ ὑγρότητος ἢ τινος ἄλλης τοιαύτης ἡ μὲν κούφου ὕλη ἡ δὲ βαρέος γίνεται, δῆλον, ὅτι τὸ μὲν ἔχον πρὸς κουφότητα ἐπιτηδείαν ὕλην κοῦφον καὶ ἀεὶ ἄνω ὂν ἢ γινόμενον, ὂν μέν, ὅταν ἔχῃ ἤδη τὴν τοιαύτην ὕλην, γινόμενον δέ, ὅταν γινομένην, τὸ δὲ τὴν ἐναντίαν, τουτέστι τὴν πρὸς βαρύτητα ἐπιτηδείως ἔχουσαν, ὕλην ἔχον βαρὺ καὶ ἀεὶ κάτω. τὸ δὲ ἀεὶ δηλοῖ ‘ἕως ἂν τὴν τοιαύτην ὕλην ἔχῃ’, ἐπεὶ δῆλον, ὅτι μεταβάλλεται καὶ αὐτά. καὶ μέντοι καὶ διαστέλλει τὸ ἁπλῶς κοῦφον καὶ ἀεὶ ἄνω καὶ ἁπλῶς βαρὺ καὶ ἀεὶ κάτω ἀπὸ τῶν ποτὲ μὲν ἄνω ποτὲ δὲ κάτω γινομένων, οἷα τὰ μέσα στοιχεῖά ἐστι. τὸ δὲ ἑτέρας μέν, φησί, τούτων ὕλας ἔχον σῶμα, ὡς μήτε ἁπλῶς δυνάμει κούφας εἶναι μήτε ἁπλῶς βαρείας, ἀλλὰ πρὸς ἀλλήλας ἐχούσας τὸ βαρὺ καὶ κοῦφον, ὡς ἁπλῶς καὶ καθόλου εἶχον ἡ ἁπλῶς κούφη καὶ ἡ ἁπλῶς βαρεῖα, καὶ τὰς ὕλας τὰς τοιαύτας ἐπαμφοτεριζούσας ἔχει καὶ ἄνω καὶ κάτω φερομένας ἁπλῶς, οὐχ ὡς καθόλου ἁπλῶς, ἀλλ’ ὡς πρὸς ἀλλήλας ἁπλῶς, ὅτι τὸν τῶν ἁπλῶν πρὸς ἀλλήλας ἔχουσι λόγον. Ἀντὶ δὲ τοῦ τὸ δὲ ἑτέρας μὲν τούτων, ἐχούσας δὲ οὕτω πρὸς ἀλλήλας οἶδε καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος τοιαύτην· ‘τὸ δὲ πέρας μὲν τούτων ἐχούσας’, καὶ ἐλλειπῆ ταύτην οἴεται τὴν γραφὴν καὶ εἶναι τὸ πλῆρες· τὸ δέ τι σῶμα πέρας μὲν τούτων ἐστίν, ἔχει δὲ ὕλας οὕτως ἐχούσας πρὸς ἀλλήλας, ὡς αὗται ἁπλῶς, καὶ διὰ τοῦτο καὶ ἄνω καὶ κάτω φερομένας, διότι πῇ μὲν κοῦφαι πῇ δὲ βαρεῖαί εἰσι’. πέρας γάρ ἐστι τοῦ μὲν ἁπλῶς κούφου τὸ πῇ κοῦφον καὶ πρός τι βαρύ, τοῦ δὲ ἁπλῶς βαρέος τὸ πῇ βαρύ· τὸ γὰρ πρῶτον πεπαυμένον τοῦ ἁπλῶς πῇ γίνεται· κἂν κατηγορῆται οὖν κατὰ τοῦ πῃ κούφου τὸ πῃ βαρὺ καὶ ἀνάπαλιν, ὡς πέρατα κατηγορεῖται· ἐν οἷς οὖν σώμασιν αἱ ὗλαι τὰ πέρατα ἔχουσιν ἀμφοτέρων τῶν τὸ ἁπλῶς ἐχουσῶν, καὶ αὐτὰ τὰ σώματα ἐπαμφοτερίζει. “λέγοι δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ὕλας ἐν τοῖς σώμασι τὰ ὑποκείμενα σὺν τῇ ῥοπῇ μὲν ἄνευ δὲ τῶν ἄλλων ποιοτήτων λαμβανόμενα ξηρότητός τε καὶ τῶν ἄλλων.” μήποτε δὲ ἡ μὲν ῥοπὴ τὸ ἐπιγινόμενον εἶδος ἦν3 κουφότης ἢ βαρύτης ὑπάρχουσα, αἱ δὲ ὗλαι μετὰ θερμότητος καὶ ψυχρότητος, ξηρότητος καὶ ὑγρότητος, ὧν αἱ μὲν κουφότητα αἱ δὲ βαρύτητα ἐπιδέχονται. διὰ δὲ τοῦ τὰς ὕλας καὶ τὰ ὑποκείμενα τοῖς στοιχείοις πᾶσι δεικνύναι διάφορα τὸ κατ’ οἰκείαν φύσιν ἕκαστον καὶ τῶν μεταξὺ καὶ μὴ κατὰ μίξιν τῶν ἄκρων εἶναι τοιοῦτον, ὁποῖόν ἐστιν, ἀποδείκνυται· διὸ οὐκέτι ἀκολουθήσει ταῦτα λέγοντι πολὺν ἀέρα ὕδατος ὀλίγου γίνεσθαι βαρύτερον, διότι ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἔχουσι καὶ κουφότητα καὶ βάρος, ὅτι μεταξὺ ἐκείνων τῶν ἁπλῶς τοιούτων καὶ ἔσχατά πως αὐτῶν καὶ πέρατά ἐστι, καὶ διὰ τοῦτο τὸ μὲν ὕδωρ τοῖς ἄλλοις ὑφιστάμενον ἐπιπολάζει τῇ γῇ, ὁ δ’ ἀὴρ τῷ πυρὶ ὑφιστάμενος πᾶσιν ἐπιπολάζει.
而[这共同的质料]之所以有所相异,在于就其作为轻者的质料而言,它是质料的[质料]——不是它自身的质料,而是重性的[质料],重性在现实活动中虽是形式,却具有质料的比例。他说,轻者与重者的质料是同一的——因为正因如此它们才彼此转化——,但它是轻者的[质料]与是重者的[质料]的存在定义反过来却并非同一。他通过作为疾病与健康之基底且相对于它们具有质料比例的身体这一例子阐明了这一点;因为这[身体]亦作为依自然本性能够患病与恢复健康之物,既是易病的又是可治愈的,并且虽是同一个身体与同一个基底物,易病者的存在定义与可治愈者的存在定义却是各异的;因为一者是依自然本性能够患病者,另一者则是依自然本性能够恢复健康者,而这两者是各异的,因为它们在潜能中所朝向的现实活动中的事物亦是各异的。既然作为轻者的质料的存在定义与作为重者的质料的存在定义并非同一,尤其是直接的[质料],而是依照在质料中产生的某种差异——不论是热、冷、干燥、湿润还是其他类似的差异——一者成为轻者的质料,另一者成为重者的质料,那么显而易见,具有适于轻的质料者是轻的且总是居于上方,或者现处于其状态或者正在变为如此——当它已具有此种质料时则是现处于其状态,而当[质料]处于生成中时则是正在变为如此——,而具有相反质料者,亦即具有适于重的状态的质料者,则是重的且总是居于下方。而“总是”意指“只要它具有此种质料”,因为显然它们自身亦会转化。而且,他还将绝对的轻且总是居于上方者、以及绝对的重且总是居于下方者,与如中间元素那样有时居于上方有时居于下方的事物区分开来。他说,具有不同于这些的诸质料的物体,因而在潜能中既非绝对的轻亦非绝对的重,而是相互之间具有重与轻,正如绝对的轻与绝对的重曾绝对地且普遍地具有那样,这样的物体亦具有如此摇摆不定的、且绝对地向上与向下运移的诸质料——不是普遍意义上的绝对,而是由于它们具有绝对者彼此之间的比例,因而是彼此相对意义上的绝对。亚历山大知道另一处异文,用来替代“具有不同于这些的[质料],但彼此之间具有如此关系”这一表述,即“具有这些的界限”,并且他认为这处异文在文字上有所省略,其完整的表述是:“某个物体是这些的界限,且具有诸质料,这些质料彼此之间的关系正如前述诸质料绝对地具有的关系那样,并因此既向上又向下运移,因为它们在某种程度上是轻的而在某种程度上是重的”。因为绝对的轻者的界限乃是在某种程度上轻且相对于某物而言是重者,而绝对的重者的[界限]乃是在某种程度上重者;因为最先脱离了绝对之状态者,便成为在某种程度上的;因此,即便对在某种程度上轻者述谓在某种程度上重者,反之亦然,它们亦是作为界限而被述谓的;所以在哪些物体中诸质料具有具有绝对特性的两者的界限,这些物体本身亦摇摆于两者之间。亚历山大说:“他所说的物体中的诸质料,或许是指与倾向一同被把握、但没有其他性质即干燥及其他性质的基底物。”然而或许倾向乃是随后产生作为轻或重而存在的形式,而诸质料则是伴随着热与冷、干燥与湿润的,其中一些质料接纳轻,另一些接纳重。通过表明诸质料与基底物对于所有元素而言皆各不相同,便论证了即便居间者中的每一个亦是依照其固有的自然本性而是其所是的,并非由于两极端的混合;因此,对于主张这些观点的人而言,绝不再会得出大量空气会比少量水更重的结论,因为空气和水既具有轻亦具有重,由于它们居于那些绝对的此类事物之间,且在某种意义上是它们的极端与界限,正因如此,水沉降于其他事物之下而漂浮于土之上,空气则沉降于火之下而漂浮于所有事物之上。
- 4.20τὸ δὲ εἶναι αὐτῇ κούφου καὶ βαρέος
带有冠词的不定词实质结构(τὸ εἶναι,表“存在定义”或“本质”)支配所属与格 αὐτῇ(指代质料),属格 κούφου καὶ βαρέος 则依附于省略的表语名词(ὕλῃ),正如紧随其后的 τὸ εἶναι κούφου ὕλῃ 所表明的那样,意为“它作为轻者的[质料]与作为重者的[质料]的存在定义”。
- 4.20τὸ δὲ ἑτέρας μέν, φησί, τούτων ὕλας ἔχον σῶμα
破格现象(anacoluthon)或赘述复指:句子以主格分词短语 τὸ δὲ ... ἔχον σῶμα 作为主语开端,但在经历长篇比较性插入成分(ὡς μήτε... εἶχον...)之后,通过主要动词 ἔχει 和重述的宾语 καὶ τὰς ὕλας τὰς τοιαύτας ἐπαμφοτεριζούσας 重新恢复并完成了句式。
- 4.20μήποτε δὲ ἡ μὲν ῥοπὴ τὸ ἐπιγινόμενον εἶδος ἦν
μήποτε 引导一种谨慎的质疑或审慎的推测(“然而或许……”),借此提出注解者自身针对前述亚历山大之说的反驳见解。未完成过去时 ἦν 并非指历史过去的动作,而是表示哲学论辩中确立的既成事实或本质状态(哲学术语中的未完成过去时)。
