← 辛普里丘

亚里士多德《论天》注释

§70.16-72.3

轻的定义与对斐洛庞劳天球论的驳斥

辛普里丘针对色纳尔库斯关于“轻”之定义的诘难作出解答与统合,随后驳斥了约翰·斐洛庞劳在天球位置与轻性、行星天球次序以及假想整个宇宙移位等论题上暴露的诸多谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#5

τίς οὖν χρεία τῶν πολλῶν τούτων λόγων σκοπὸν μὲν ἐχόντων ἀσεβῆ πρὸς τὸ θεῖον, συστῆσαι δὲ αὐτὸν ἐκ τῶν μὴ τὸν αὐτὸν ἐχόντων σκοπὸν ἀνοήτως φιλονεικούντων;1 Πρὸς δὲ τὸν Ξέναρχον λέγοντα μὴ ὑγιῶς ἀποδεδόσθαι κοῦφον τὸ πᾶσιν ἐπιπολάζον, διότι κάτω ὂν τὸ πῦρ οὔπω ἐπιπολάζει, ὥστε οὐδὲ κοῦφον οὔπω ἐστί, μὴ ὂν δὲ κοῦφον, οὐδὲ ἐπὶ τὸ ἄνω κινήσεται, ῥητέον, οἶμαι, προχείρως, ὅτι τὸ πεφυκὸς πᾶσιν ἐπιπολάζειν εἴρηται, ὅπερ ἐπὶ τῶν ἄνω καὶ κάτω φερομένων προσέθηκεν εἰπών “βαρὺ μὲν οὖν ἔστω τὸ φέρεσθαι πεφυκὸς ἐπὶ τὸ μέσον, κοῦφον δὲ τὸ ἀπὸ τοῦ μέσου”. εἰ δὲ τοὺς δύο τοῦ κούφου ὁρισμοὺς εἰς ταὐτὸ συναγάγωμεν τόν τε λέγοντα κοῦφον εἶναι, ὃ ἀεὶ ἄνω πέφυκε φέρεσθαι, καὶ τὸν λέγοντα τὸ πᾶσιν ἐπιπολάζον, ἔσται εἷς τέλειος ὁ λέγων κοῦφον εἶναι, ὃ ἀεὶ ἄνω φερόμενον πᾶσιν ἐπιπολάζει. μήποτε δὲ καὶ ἐν παντὶ τόπῳ ὂν τὸ κουφότατον πᾶσι τοῖς πλησιάζουσιν αὐτῷ ἐπιπολάζει. τὸ γὰρ ὑπὸ γῆν, εἰ τύχοι, πῦρ, κἂν ἔχῃ ὑπὲρ ἑαυτὸ καὶ ἀέρα καὶ γῆν ἐνίοτε καὶ ὕδωρ, ἀλλ’ ἀνώφορον ὑπάρχον ὑπερτρέχει ἀεὶ τὰ πλησιάζοντα ἐπὶ τὸ ἄνω καὶ πᾶσιν ἐκείνοις ἐπιπολάζει. “Ἀλλ’ ἐπεὶ τόπου διαφοραί, φησὶν ὁ Γραμματικός, καὶ ἐναντιώσεις κατὰ Ἀριστοτέλην δύο μόναι εἰσὶν τὸ ἄνω καὶ τὸ κάτω, πᾶν ἄρα σῶμα ἐν τόπῳ ὑπάρχον ἢ ἐν τῷ ἄνω τόπῳ ἐστὶν ἢ ἐν τῷ κάτω· ἐπεὶ οὖν καὶ αἱ τοῦ οὐρανοῦ σφαῖραι πλὴν τῆς ἀπλανοῦς ἐν τόπῳ εἰσὶ τῷ πέρατι τῆς περιεχούσης σφαίρας, ἡ μὲν Σεληνιακή, ὥς φησι, τῷ τῆς Ἀφροδισιακῆς, αὕτη δὲ τῷ τῆς Ἑρμαϊκῆς καὶ ἐφεξῆς, ἀνάγκη ἄνω αὐτὰς εἶναι· οὐ γὰρ δὴ κάτω· ὥστε κουφότητος μεθέξουσιν.” ὅρα, πόσον ἐν ὀλίγοις φαίνεται τὸ τοῦδε τοῦ ἀνδρὸς ἀνεπίστατόν τε ἅμα καὶ ἀπαίδευτον, καὶ μάλιστα εἰ καὶ ‘γραμματικός’ ἐστιν, ὡς ἐπιγράφει· πρῶτον μέν, ὅτι ταὐτὸν ἐνόμισε τὸ ἄνω καὶ τὸ ἐπὶ τὸ ἄνω, ὥστε τοῦ Ἀριστοτέλους κοῦφον εἰπόντος οὐχὶ τὸ ἄνω ὄν, ἀλλὰ τὸ ἐπὶ τὸ ἄνω φερόμενον καὶ τὸ τοῖς ἄνω φερομένοις ἐπιπολάζον οὗτος τὸν οὐρανὸν ἄνω ὄντα κοῦφον ὑπὸ τοῦ Ἀριστοτέλους ἐξ ἀνάγκης ὁμολογεῖσθαι νομίζει. καίτοι καὶ τὸ ἄνω φερόμενον ὡς ἐπὶ τὸν οὐρανὸν φέρεσθαι λέγεται τό γε κυρίως καὶ προσεχῶς· τῆς γὰρ τοῦ οὐρανοῦ πλησιάσεως τὸ πῦρ ὀρεγόμενον φέρεται. ἔτι δὲ δύο μόνας τοπικὰς ἐναντιώσεις κατὰ τὸν Ἀριστοτέλην νομίζειν τὸ ἄνω καὶ κάτω καὶ αὐτὸ δὲ τοῦτο τὸ δύο ἐναντιώσεις καλεῖν2 τὴν τοῦ ἄνω καὶ τοῦ κάτω μίαν οὖσαν ἀντίθεσιν. τὸ δὲ θαυμαστόν, ὅτι ὁ μέχρι νῦν ἀγνοῶν, ὅτι ὑπὲρ τὴν σελήνην ἡ τοῦ Ἑρμοῦ προσεχῶς ἐστι σφαῖρα καὶ ὑπὲρ ἐκείνην ἡ τῆς Ἀφροδίτης, ἀντιλέγειν τῷ Ἀριστοτέλει τολμᾷ. ἀλλ’ ἐπειδὴ πολλοὺς κατατείνει λόγους οἰόμενος καὶ τὸν Θεμίστιον αὐτῷ συμμαρτυρεῖν, ὅτι ἐν τοῖς οἰκείοις τόποις ὄντα τὰ στοιχεῖα οὔτε βάρους μετέχει οὔτε κουφότητος, ἀλλ’ ἐκ τῆς ἐν τῷ παρὰ φύσιν θέσεως αὐτοῖς προσγίνεται, καὶ συνάγειν οἰόμενος ἐκ τούτου, ὅτι ἡ τοῦ πυρὸς ὁλότης, εἴποι δ’ ἄν καὶ τῶν ἄλλων στοιχείων, οὔτε βάρους οὔτε κουφότητος μετέχει καθάπερ ὁ οὐρανός, ὥστε ὁμοφυῆ ἂν εἴη· ἀλλ’ οὐδὲ διὰ τὸ τὴν γῆν ἐξ ὑποθέσεως ἀφαιρεθεῖσαν τοῦ οἰκείου τόπου καὶ ἀφεθεῖσαν ἐπὶ τὸν αὐτὸν φέρεσθαι διὰ τοῦτο, φησί, χρὴ νομίζειν, ὅτι καὶ ἡ ὅλη γῆ βάρος ἔχει· καὶ γὰρ καὶ τὸν ὅλον κόσμον εἴ τις ἐκ τῆς ὁμοίας ὑποθέσεως μεταστήσειεν, ἐπὶ τὸν ἑαυτοῦ πάλιν ἀφεθεὶς οἰσθήσεται τόπον· καίτοι οὔτε βάρος οὔτε κουφότητα ἔχειν τὸν ὅλον κόσμον δυνατὸν ἐν ἑαυτῷ πάντα περιειληφότα· ἀλλὰ τοῦτο μὲν ἴσως οὐδὲν κωλύει κατὰ τὸ ἐπικρατοῦν τῶν ἐν αὐτῷ κινεῖσθαι, ἀλλ’ ὅτι οὐκ ἔχει τις εἰπεῖν, πότερον ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω φέρεται τοῦ ἄνω καὶ κάτω ἐν αὐτῷ ὄντος· ταῦτα οὖν καὶ τοιαῦτα λέγοντος αὐτοῦ πρῶτον μὲν ἐπιστῆσαι χρή,3 ὅτι τὸ ἐπὶ τοῦ κόσμου ἄτοπον τῇ ἀτοπίᾳ τῆς ὑποθέσεως ἠκολούθησε. τὸ γὰρ ἔχον καὶ περιέχον ἐν ἑαυτῷ τὴν τοῦ κάτω καὶ ἄνω διαφορὰν πῶς ἐπὶ τὸ κάτω καὶ ἄνω φέρεσθαι δύναται; ἢ μὴ ἔχον τὸ ἄνω καὶ τὸ κάτω ἔξω ἑαυτοῦ πῶς ἂν βαρὺ ἢ κοῦφον εἴη;

既然这些连篇累牍的论辩对神圣事物怀有不敬的意图,并且愚蠢地争强好胜,试图从并不怀有相同意图的作者那里确立这一意图,那么它们究竟还有何用处?另一方面,针对色纳尔库斯的说法——他声称将漂浮于一切事物之上者界定为轻是不妥当的,因为火处于下方时尚未漂浮于其上,因而甚至尚未是轻的,而既然不是轻的,它甚至亦不会向上运动——我认为应当随手予以指出:所说的是在自然本性上漂浮于一切之上者,这正是[亚里士多德]在论及向上和向下运移的事物时补充说明的,他说:“那么就让在自然本性上运移向中心者为重,而脱离中心者为轻吧。”如果我们把关于轻的这两个定义合二为一,即把声称轻乃是在自然本性上始终向上运移者的定义,与声称轻乃漂浮于一切事物之上者的定义结合起来,就会得到一个完满的唯一定义,声称轻乃是始终向上运移且漂浮于一切事物之上者。或者甚至在任何处所,最轻之物皆漂浮于接近它的一切事物之上。因为比如说地下的火,即使上方有空气与泥土,有时甚至还有水,但由于它本性向上运移,便始终向着上方超越接近它的事物,并漂浮于所有这些事物之上。 “但是,既然按照亚里士多德,”文法家说,“处所的差异与相反只有两个,即上与下,那么凡处于处所中的物体,要么处于上部处所,要么处于下部处所;既然除恒星天球之外天宇的诸天球亦处于处所中,即处于包容它的天球的界限内——正如他所说,月亮天球处于金星天球的界限内,而金星天球处于水星天球的界限内,以此类推——,那么它们必然是在上;因为它们绝非在下;因此它们将分有轻。”看啊,此人在短短数语之中显露了多么巨大的疏忽与无知,尤其是若如他题署所示,他确实是个“文法家”的话:首先,他将“在上”与“向着上方”视为同一回事,以至于亚里士多德所说的轻并非是在上者,而是向着上方运移者以及漂浮于向上运移诸物之上者,而此人却认为天既然在上,亚里士多德便必然承认天是轻的。然而,哪怕是向上运移之物,严格且直接地说亦是被说成仿佛向着天运移;因为火乃是渴求接近天而运移的。此外,他竟然认为按照亚里士多德只有两个空间相反,即上与下,甚至将上与下这单一的一组对立称为“两个相反”。而令人称奇的是,一个至今仍不知水星天球紧接在月亮之上、金星天球又在其上的人,竟敢狂妄地反驳亚里士多德。 然而,由于他连篇累牍地展开论辩,以为忒弥斯提乌斯亦与他共同作证,认为元素处于本己处所时既不分有重亦不分有轻,而是从处于反常状态的位置中才附加给它们的,并以为能由此推论出火的整体——他亦会说其他元素的整体——同天一样既不分有重亦不分有轻,因而它们应当是同类的;而且他说,即便假设大地脱离了本己处所,在被释放时运移向相同处所,我们亦不应当因此就认为整个大地亦具有重量;因为若有人依据同样的假设移位整个宇宙,被释放后的宇宙亦将被运移回它自身的处所;然而整个宇宙既然已将万物包容于自身之中,便不可能具有重量或轻量;不过这一点或许并不妨碍它按照其中占优势的部分而运动,而是在于既然上与下皆在它自身之内,人们便无法说它是运移向上还是运移向下——在他述说这些以及此类论调之时,首先应当指出:关于宇宙的荒谬结论,乃是源于假设本身的荒谬。因为将下与上的差异包含并收纳于自身之中的事物,怎能运移向下与向上呢?或者说,在自身之外并不具有上与下的事物,又怎可能是重的或轻的呢?

语法注3 条
  1. 1.21σκοπὸν μὲν ἐχόντων ἀσεβῆ πρὸς τὸ θεῖον, συστῆσαι δὲ αὐτὸν ἐκ τῶν μὴ τὸν αὐτὸν ἐχόντων σκοπὸν ἀνοήτως φιλονεικούντων

    分词短语 ἐχόντων 与 φιλονεικούντων 作为并列的属格修饰语,一致修饰前面的名词 τῶν πολλῶν τούτων λόγων。后者 φιλονεικούντων 支配不定词 συστῆσαι 作为补足语,代词 αὐτόν 则承前指代 σκοπόν,构成“具有不敬意图、并愚蠢地力图从不具相同意图者处确立该意图的[论辩]”之修饰骨架。

  2. 1.21ἔτι δὲ δύο μόνας τοπικὰς ἐναντιώσεις κατὰ τὸν Ἀριστοτέλην νομίζειν τὸ ἄνω καὶ κάτω καὶ αὐτὸ δὲ τοῦτο τὸ δύο ἐναντιώσεις καλεῖν

    不定词 νομίζειν 与带冠词不定词 τὸ ... καλεῖν 承接前文感叹结构 πόσον ... φαίνεται τὸ τοῦδε τοῦ ἀνδρὸς ἀνεπίστατόν τε ἅμα καὶ ἀπαίδευτον,构成列举斐洛庞劳谬误的并列成分。前者构成“认为按亚里士多德上下为两种空间相反”的宾格不定词结构,后者则为实体化的动名词短语,指“将单一的一对对立称为两种相反这本身”。

  3. 1.21ἀλλ’ ἐπειδὴ πολλοὺς κατατείνει λόγους ... ταῦτα οὖν καὶ τοιαῦτα λέγοντος αὐτοῦ πρῶτον μὲν ἐπιστῆσαι χρή

    此处为一个长句破格(anacoluthon)复合格局。由连词 ἀλλ’ ἐπειδή 引导的从属句历经多层嵌套的分词和间接引语从句(οἰόμενος ... συνάγειν οἰόμενος ... καί φησι 等,转述斐洛庞劳的长篇论辩)后,并未直接接续规则的主句,而是由属格绝对分词短语 ταῦτα οὖν καὶ τοιαῦτα λέγοντος αὐτοῦ 作出概括性回引,进而引出真正的主句 πρῶτον μὲν ἐπιστῆσαι χρή。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:70.16-72.3