- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:717.21-718.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德引入居中场所与两种居中元素(水与空气),并将对立、形式与质料的类比应用于上下场所与元素之处(312a8–12),辛普利丘从居中领域的相对性质、四元素的数量以及形式与质料在各范畴中的普遍对应关系的角度进行了注解。
" Ἔστι δή τι καὶ μεταξὺ τούτων ἕως τοῦ ἀὴρ δὲ πλὴν πυρὸς πᾶσιν ἐπιπολάζει." Δείξας, ὅτι δύο ὄντων τῶν ἀντικειμένων τόπων τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου ἀνάγκη δύο εἶναι καὶ τὰ ἐπ’ αὐτοὺς κινούμενα τό τε ἁπλῶς βαρὺ καὶ τὸ ἁπλῶς κοῦφον, ἐφεξῆς δείκνυσιν ἐκ τοῦ ἀντικεῖσθαι τούτους τοὺς τόπους ἀλλήλοις, ὅτι ἔστι τις καὶ μεταξὺ αὐτῶν τόπος, ὃς πρὸς ἑκάτερον ἐκείνων τὸν τοῦ ἑτέρου λόγον ἔχει· τοῦτο γὰρ τῶν μεταξὺ πάντων ἐστὶν ἴδιον· διὸ πρὸς μὲν τὸ κυρίως μέσον τε καὶ κάτω ἄνω τε καὶ ἔσχατός ἐστιν ὁ μεταξὺ τόπος, πρὸς δὲ τὸν κυρίως ἄνω τε καὶ ἔσχατον ὁ μεταξὺ κάτω τε καὶ μέσος ἐστίν. ὥσπερ δὲ δύο ὄντων τῶν ἄκρων τόπων δύο ἦν καὶ τὰ ἄκρα σώματα, τὸ μὲν ἁπλῶς κοῦφον, τὸ δὲ ἁπλῶς βαρύ, οὕτω καὶ μεταξὺ ὄντος τόπου τὴν συναμφοτέρων ἔχοντος ἰδιότητα ἔστι καὶ σῶμα μεταξὺ οὐκέτι ἁπλῶς βαρὺ ἢ κοῦφον, ἀλλὰ βαρὺ καὶ κοῦφον πρὸς ἑκάτερον τῶν ἄκρων, ὅπερ ἐστὶν ὕδωρ καὶ ἀήρ. εἴη δὲ ἂν κατὰ μὲν τὴν εἰς δύο διαίρεσιν1 τῶν τόπων δύο καὶ τὰ σώματα δεδειχὼς τὰ κατὰ φύσιν ἐπ’ αὐτοὺς φερόμενα, τῷ δὲ μὴ εἶναι ἀνὰ μέσον τὴν διαίρεσιν μηδὲ τὸν ἄνω πάντα ὅμοιον εἶναι μηδὲ τὸν κάτω, ἀλλὰ τὸ τοῦ ἄνω ἔσχατον καὶ τὸ τοῦ κάτω ἄκρον, ὥσπερ τῷ τόπῳ, οὕτω καὶ τῇ φύσει πλησιάζειν ἀλλήλοις καὶ μὴ ἁπλῶς ἄνω μηδὲ ἁπλῶς κάτω εἶναι, καὶ τὰ ἐν τούτοις σώματα, οἷον μέρη ὄντα τὸ μὲν τοῦ ἄνω τὸ δὲ τοῦ κάτω, καὶ πρὸς ἄλληλα συγγενῆ δύο καὶ ταῦτά ἐστι. διὰ τί δὲ δύο τὰ ἄκρα, καὶ διὰ τί τὰ πάντα τέσσαρα, αὐτὸς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἐρεῖ ἀκριβέστερον. Ὑποστήσας δὲ τῷ λόγῳ τὰ τέσσαρα στοιχεῖα, τίνα πρὸς ἄλληλα λόγον ἔχει, λοιπὸν παραδίδωσιν. ἔχων δὲ ὡς ἐναργές, ὅτι ἡ μὲν ὕλη περιέχεται ὑπὸ τοῦ εἴδους, τὸ δὲ εἶδος περιεκτικόν ἐστι τῆς ὕλης, καὶ ἐπὶ τῶν εἰδοπεποιημένων ἤδη σωμάτων τῶν κατὰ τόπον κινουμένων τὸ μὲν ὕλης φησὶ λόγον2 ἔχειν τὸ περιεχόμενον — τοιοῦτον δέ ἐστι τὸ βαρὺ καὶ ἐν μέσῳ — τὸ δὲ εἴδους τὸ περιέχον· τοιοῦτον δὲ τὸ κοῦφον καὶ ἄνω. ταῦτα μὲν ἁπλῶς, τῶν δὲ μεταξὺ ἑκάτερον περιέχον τε καὶ περιεχόμενον καὶ εἴδους καὶ ὕλης ἔχει λόγον πρὸς ἄλλο καὶ ἄλλο. ἐπειδὴ δὲ οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐν ἄλλοις χρῆται τῇ ἀναλογίᾳ ταύτῃ ἐπὶ τῶν στοιχείων, ἵνα μὴ λέγῃ τις, ὅτι ἐπὶ τῶν οὐσιῶν ἀληθὲς τοῦτο, οὐκέτι μέντοι καὶ ἐπὶ τῶν κατὰ τόπον διαφερόντων, κοινοποιεῖ τὸν λόγον καὶ πρὸς τὰ ἄλλα. οὐ μόνον γάρ, φησίν, ἐπὶ τῶν οὐσιῶν ἔστιν αὕτη ἡ διαφορὰ καὶ ἀναλογία ἡ ὡς εἴδους πρὸς ὕλην, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς γένεσι· καὶ γὰρ ἐν τῷ ποιῷ τὸ λευκὸν καὶ τὸ θερμὸν εἴδει ἀναλογεῖ, τὸ δὲ μέλαν καὶ τὸ ψυχρὸν ὕλῃ, καὶ ἐν τῷ ποσῷ τὸ μὲν μέγα καὶ τὸ πολὺ εἴδει, τὸ δὲ μικρὸν καὶ ὀλίγον ὕλῃ, καὶ ἡ μὲν αὔξησις εἴδει, ἡ δὲ μείωσις ὕλῃ, καὶ ὅλως τὰ κρείττονα ἐν ταῖς ἀντιθέσεσιν ὡς εἴδει ἀναλογοῦντα λαμβάνεται, τὰ δὲ καταδεέστερα ὕλῃ καὶ στερήσει. καὶ ἐν τῇ κατὰ τόπον οὖν ἀντιθέσει τὸ μὲν ἄνω τοῦ ὡρισμένου, τουτέστι τοῦ εἴδους· τοῦτο γὰρ τὸ ὡρισμένον, διότι καὶ τὴν ὕλην ἀόριστον καθ’ ἑαυτὴν οὖσαν τὸ εἶδος ὁρίζει· τὸ δὲ κάτω τῆς ὕλης. εἰπὼν δὲ ταῦτα περὶ τῶν τόπων κατὰ τὸ ἑξῆς εἶπεν ἄν περὶ τῶν ἐν τοῖς τόποις σωμάτων, ὅτι τὸ μὲν ἄνω περιεκτικὸν ὄν, οἷον τὸ πῦρ, εἴδους ἔχει λόγον ἐνεργείᾳ κοῦφον ὂν καὶ ἐπιπολάζον πᾶσι, τὸ δὲ κάτω περιεχόμενον καὶ ὑφιστάμενον πᾶσι βαρὺ ὂν κατ’ ἐνέργειαν ὕλης· ὁ δὲ τοῦτον τὸν βαθμὸν παρελθὼν ἐπὶ τῆς κοινῆς ὕλης τοῦ βαρέος καὶ κούφου ποιεῖται τὸν λόγον, ἥτις ὕλη μόνον ἐστὶ καὶ οὐκέτι εἶδος.
“在这些之间确乎也存在某种东西”至“但除火之外,空气漂浮在所有事物之上”。 在阐明了既然中心和最外端这两个对立的场所是两个,向它们运动的物体——即绝对的重者与绝对的轻者——亦必然是两个之后,紧接着他从这些场所彼此对立这一事实出发,表明在它们之间亦存在某个场所,它相对于前述两者的每一个都具有另一者的比例;因为这乃是一切中介物所特有的性质;因此,相对于严格意义上的中心与下方而言,居中的场所是上方与最外端,而相对于严格意义上的上方与最外端而言,居中的场所则是下方与中心。正如存在两个极端的场所,极端的物体亦是两个,一者是绝对的轻,另一者是绝对的重那样,居中的场所既具有二者的固有特性而存在,居中的物体亦存在,它不再是绝对的重或轻,而是相对于两个极端中的每一个既重且轻,这便是水和空气。依场所的两分法,他或许已经表明了依自然本性向它们运移的物体亦是两个;然而,由于在中间并不存在截然的分裂,上方并非完全均质,下方亦非完全均质,相反,上方的最外端与下方的极端正如在场所上一样,在自然本性上亦彼此临近,并非绝对的上方亦非绝对的下方,因此在其中的物体亦是如此,它们犹如一部分属于上方,另一部分属于下方,且彼此同族,这也是两个物体。至于为何极端是两个,为何全体是四个,他本人将在《论生成与灭亡》中更严密地加以论述。 在论述中确立了四种元素之后,接着他传授它们彼此之间具有何种比例。他将质料被形式包容、形式则是质料的包容者作为显然的事实,并说即使在已具形式的且依场所运动的物体中,被包容者亦具有质料的比例——而这样的东西乃是重的且居于中心者——,而包容者则具有形式的[比例]——而这样的东西乃是轻的且居于上方者。这些是绝对地说的,但在中介物中,每一个物既是包容者又是被包容者,相对于不同的事物分别具有形式和质料的比例。由于他不仅在此处,而且在别处亦就诸元素使用这一类比,为了不让人说这在实体上是真实的,但在依场所而相异的事物上却不再如此,他将这一论说亦普及到其他[范畴]中。因为他说,不仅在实体上存在这种形式相对于质料般的差异与类比,而且在一切属中亦是如此;因为在性质中,白色与热类比于形式,而黑色与冷类比于质料;在数量中,大与多类比于形式,而小与少类比于质料;增长类比于形式,而缩减类比于质料;总的来说,对立中较优越者被视为类比于形式,较欠缺者则类比于质料与匮乏。因此在依场所的对立中,上方属于被限定者,即属于形式——因为这乃是被限定者,因为形式限定了自身原为无定的质料——,而下方属于质料。在谈论了关于场所的这些事情之后,按顺序他本该谈论在诸场所中的物体,即上方作为包容者,例如火,由于在现实活动中是轻的且漂浮于所有事物之上,因而具有形式的比例,而下方作为被包容者且沉降于所有事物之下,由于在现实活动中是重的,因而具有质料的[比例];但他跨过了这一阶段,就重与轻的共同质料进行了论说,这一质料仅仅是质料,而不再是形式。
- 4.20εἴη δὲ ἂν κατὰ μὲν τὴν εἰς δύο διαίρεσιν τῶν τόπων δύο καὶ τὰ σώματα δεδειχὼς τὰ κατὰ φύσιν ἐπ’ αὐτοὺς φερόμενα, τῷ δὲ μὴ εἶναι ἀνὰ μέσον τὴν διαίρεσιν
由 εἴη ἄν 与完成时主动态分词 δεδειχώς 结合而成的迂回式潜在表达(“他或许已经表明了”)。随后的 τῷ δὲ μὴ εἶναι... 是原因与格的不定式短语,说明了引向“这也是两个”(δύο καὶ ταῦτά ἐστι)的理由(即中间并无截然分断,两端彼此临近)。
- 4.20κατὰ τὸ ἑξῆς εἶπεν ἄν περὶ τῶν ἐν τοῖς τόποις σωμάτων ... ὁ δὲ τοῦτον τὸν βαθμὸν παρελθὼν ἐπὶ τῆς κοινῆς ὕλης ... ποιεῖται τὸν λόγον
不定过去时直陈式 εἶπεν 加上 ἄν 构成的非事实反事实句构(“按顺序他本该谈论……”)。它与亚里士多德实际上的处理方式形成对比,指出亚里士多德跨过了本该顺理成章的论证步骤,直接转向了关于共同质料的论说(ὁ δὲ ... παρελθὼν ... ποιεῖται τὸν λόγον)。
