- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:716.15-717.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明轻物与重物所运移的最外端并非全宇宙的最外端,而是月下界的最外端,并论述因场所有二,故倾向与运动亦必为二。随后,他引用并考察了柏拉图《蒂迈欧篇》关于元素向本己场所运动即重量的学说及其天秤比喻,梳理了柏拉图与亚里士多德观点的异同。
οὐ γὰρ δὴ πρὸς τὸ κάτω οἰσθήσεται· οὐκέτι γὰρ ἂν ἐναντίον εἴη οὐδὲ διάφορον τὸ ἐπιπολάζειν τοῦ ὑφίστασθαι· τὰ γὰρ κατὰ τὴν ῥοπὴν ἐναντία ἐπὶ ἐναντίους φέρεσθαι τόπους ἀνάγκη. Ἀσφαλῶς δὲ πρὸς τὸ ἔσχατον τῆς χώρας εἶπεν, ἐν ᾗ ποιοῦνται τὴν κίνησιν· οὐ γὰρ πρὸς τὸ τοῦ παντὸς ἔσχατον φέρεται τὸ κοῦφον· ταύτην γὰρ ἡ ἀπλανὴς ἔχει τὴν χώραν· ἀλλὰ τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην,1 ἐν ᾧ κινεῖται τὰ βαρέα καὶ κοῦφα καὶ ὅλως τὰ ἐπ’ εὐθείας κινούμενα σώματα. τῷ δὲ ὑφίστασθαι τὸ ἀεὶ προσέθηκε δηλῶν τὸ ἁπλῶς βαρύ· τοῦτο γάρ ἐστι τὸ ἀεί τε καὶ πᾶσιν ὑφιστάμενον. δείξας δὲ δύο τοὺς τόπους ὡρισμένους τε καὶ ἀντικειμένους ἀλλήλοις τό τε μέσον καὶ τὸ ἔσχατον εἰκότως ἐπήγαγεν· διὸ καὶ εὐλόγως τὸ βαρὺ καὶ κοῦφον δύο ἐστί· καὶ γὰρ οἱ τόποι δύο τὸ μέσον καὶ τὸ ἔσχατον. εἰ γὰρ δύο οἱ τόποι καὶ ἀντικείμενοι, ἐφ’ οὓς αἱ κινήσεις, καὶ αἱ κατὰ τὰς κινήσεις ῥοπαὶ αἱ ἐπὶ τούσδε τοὺς τόπους δύο ἂν εἶεν καὶ οὐ μία, ὡς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ δοκεῖ λέγειν βάρος εἶναι τὴν ἐπὶ τὸν οἰκεῖον τόπον φορὰν ἑκάστου τῶν στοιχείων βουλόμενος. καὶ γάρ, ὥσπερ δύο ὄντων τῶν ἁπλῶν διαστημάτων τοῦ τε κύκλου καὶ τῆς εὐθείας δύο καὶ αἱ ἁπλαῖ κινήσεις γεγόνασιν, ἥ τε ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ, οὕτω καὶ δύο ὄντων τόπων τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου δύο καὶ αἱ ῥοπαί εἰσι καὶ τὰ κατ’ αὐτὰς κινούμενα σώματα τό τε βαρὺ καὶ τὸ κοῦφον. εἴρηται δέ, ὅτι ὁ Πλάτων τὸ βάρος ταὐτὸν σημαίνειν τῇ ῥοπῇ λογισάμενος ὥσπερ ῥοπὴν οὕτω καὶ βάρος ἔχειν πάντα πρὸς τοὺς οἰκείους τόπους λέγει καὶ τοῦτο πεποίηκεν ἐναργὲς διὰ τῆς εἰκόνος ἐκείνης, περὶ ἧς τάδε γέγραφε· κάλλιον γὰρ πάλιν αὐτῶν ἀκούειν τῶν τοῦ Πλάτωνος ῥημάτων ὡς χρυσοῦ ἀργύρῳ τοῖς τοῦ Ἀριστοτέλους ἐλλαμπόντων·2 “εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ, καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ἠθροισμένον εἴη, πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.” καὶ οὕτω μὲν φανήσεται τὸ πῦρ βαρύ· εἰ δὲ ἐν γῇ ἑστῶτες γεώδη σώματα ἄνισα θέντες εἰς τὰς πλάστιγγας εἵλκομεν τὸν ζυγὸν εἰς ἀνόμοιον ἀέρα βιαζόμενοι, τὸ σμικρότερον ῥᾷον τοῦ μείζονος συνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, καὶ ἔσται κατὰ τοῦτο κοῦφον ἡ γῆ. ὅτι μέντοι, κἂν τὸ ἄνω καὶ τὸ κάτω μὴ προσίηται ὁ Πλάτων ἐν τῷ παντὶ σφαιρικῷ ὄντι μηδὲ τὸν τοῦ κούφου καὶ βαρέος διορισμὸν ὡς τῶν αὐτῶν κούφων καὶ βαρέων εὑρισκομένων, οἶδεν ὅμως διαφορὰν τῆς ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ κινήσεως, σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών·3 “ταῦτα οὖν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τῶν γενῶν τόπον ἐναντίον ἀλλήλοις κατέχειν.”
因为漂浮者决不会向下运移;否则漂浮与沉降就不再相反,亦不再有所不同;因为依倾向而相反之物,必然向相反的场所运移。亚里士多德审慎地说向它们进行运动的“那片区域的最外端”;因为轻者并非向宇宙的最外端运移;因为恒星天占有这片区域;而是向月下[区域]的最外端[运移],重物和轻者,以及总的来说沿直线运动的物体,都在其中运动。而在“沉降”上他添加了“总是”,以此指明绝对的重;因为这乃是总是且沉降于万物之下的东西。在阐明了中心和最外端这两个场所既确定又相互对立之后,他理所当然地接着说道:“因此,重与轻是两个,亦是合乎情理的;因为场所亦有两个,即中心和最外端。”因为如果诸运动所向的场所是两个且相互对立,那么依向这些场所的运动而生的倾向亦当是两个而非一个,不像柏拉图在《蒂迈欧篇》中似乎所说的那样,他意图将每种元素向其本己场所的运移视作重量。因为正如存在圆周和直线这两种简单的广延,简单的运动亦成其为两个,即沿直线的[运动]和沿圆周的[运动]那样,存在中心和最外端这两个场所,倾向以及依其运动的物体亦是两个,即重者与轻者。此前已经说明,柏拉图认为重量与倾向意指同一回事,便说正如万物具有倾向一样,万物向其本己场所亦具有重量,并且他通过那一比喻使这一点显明,关于那一比喻他写下了如下的话;因为再次聆听柏拉图的原话是更好的,犹如黄金在亚里士多德的白银上闪烁生辉:“如果有人踏上宇宙中火的自然本性主要被分派到的场所,即火向其运移的大量汇集之所,并且拥有此种能力,在切下火的部分后,将其置于秤盘中称量,提起秤杆并用力将火拉向不相似的空气中,显然较少者不知何故比较多者更容易被用力拉动;因为当二者被一种力量同时举到空中时,在被向下牵拉时,不知何故较少者必然更多地、而较多者更少地顺从暴力,并且数量多者被称为重的且向下运移,小者被称为轻的且向上[运移]。”而这样一来,火便将显现为重的;但是,如果我们站在大地上,将不平等的土质物体置于秤盘中,拉动秤杆,用力将其迫向不相似的空气中,较小者比较大者更容易顺从;因此我们称其为轻,称我们对其施力拉向的场所为上,依此土将成其为轻。然而,即使柏拉图在宇宙是球形的前提下不采纳上方和下方,亦不采纳由于同一事物被发现既轻且重而作出的轻与重的界定,但他毕竟知道向中心运动与向外围运动之间的区别,我认为,他在说道“因此,由于各类的大宗占有着彼此相反的场所,它们彼此之间必然具有不同的状态”时,已经清楚地表明了这一点。
- 4.19ἀλλὰ τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην
承接前句 οὐ γὰρ πρὸς τὸ τοῦ παντὸς ἔσχατον φέρεται τὸ κοῦφον,此处省略了介词 πρὸς 和动词 φέρεται,即 ἀλλὰ [πρὸς] τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην [φέρεται]。短语 τοῦ ὑπὸ σελήνην 为中性属格短语名词化,意为“月下[区域]”。
- 4.19ὡς χρυσοῦ ἀργύρῳ τοῖς τοῦ Ἀριστοτέλους ἐλλαμπόντων
分词 ἐλλαμπόντων(属格中性复数)与前文作 ἀκούειν 宾语的 τῶν τοῦ Πλάτωνος ῥημάτων 一致。χρυσοῦ 是由 ὡς 引出的比喻性主语,构成比喻:柏拉图的言辞犹如黄金闪耀在亚里士多德的言辞(以与格 τοῖς τοῦ Ἀριστοτέλους [ῥήμασι] 表述,比作白银 ἀργύρῳ)之上。
- 4.19ὅτι μέντοι, κἂν τὸ ἄνω καὶ τὸ κάτω μὴ προσίηται ὁ Πλάτων ἐν τῷ παντὶ σφαιρικῷ ὄντι μηδὲ τὸν τοῦ κούφου καὶ βαρέος διορισμὸν ὡς τῶν αὐτῶν κούφων καὶ βαρέων εὑρισκομένων, οἶδεν ὅμως διαφορὰν τῆς ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ κινήσεως, σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών
全句的主句为 σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών...。句首的 ὅτι 引导作 δεδήλωκεν 宾语的名词性从句;由于前置强调(倒装/超前结构),该从句将让步从句(κἂν ... μὴ προσίηται ... μηδέ ...)及其归结(οἶδεν ὅμως...)置于主句动词之前。
