← 辛普里丘

亚里士多德《论天》注释

§715.3-716.14

依等角运动论证中心与最外端的存在

辛普利丘针对亚里士多德《论天》第四卷第四章(311b33)进行注解,阐释重物与轻物以相等角度向中心倾斜汇聚从而证明中心和最外端是确定的第二种论证,并厘清重物落向宇宙中心还是大地中心这一问题在此处的讨论定位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19#1

" Ἔπειτα πρὸς ὁμοίας γωνίας ἕως τοῦ καὶ γὰρ οἱ τόποι δύο τὸ μέσον καὶ τὸ ἔσχατον." Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ὡρισμένον τὸ μέσον ἐστί, πρὸς ὃ ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφ’ οὗ τοῖς κούφοις, ἐκ τοῦ πρὸς ὁμοίας, ταὐτὸν δὲ εἰπεῖν πρὸς ἴσας, γωνίας φέρεσθαι φερόμενα τό τε πῦρ ἄνω καὶ τὴν γῆν καὶ τὰ βαρέα πάντα κάτω. καὶ ὅτι οἱ μὲν παλαιοὶ τὴν γωνίαν ὑπὸ τὸ ποιὸν ἀλλ’ οὐχ ὑπὸ τὸ ποσὸν ἀνάγοντες τῷ ὁμοίῳ καὶ ἀνομοίῳ διῄρουν ἀλλ’ οὐχὶ τῷ ἴσῳ καὶ ἀνίσῳ, ὡς οἱ νεώτεροι, εἴρηται καὶ πρότερον· τὸ δὲ πρὸς ἴσας γωνίας καταφέρεσθαι φυσικῶς τὰ βάρη, ὥστε ἴσας ποιεῖν τὰς πρὸς τῇ γῇ γωνίας, δῆλον ἐκ τοῦ καὶ τοὺς τοίχους καὶ τοὺς κίονας τότε μόνον ἵστασθαι βεβαίως, ὅταν πρὸς ὀρθὰς γωνίας ἑδρασθῶσιν. ἀλλὰ καὶ τὰ ἀπὸ τοῦ μέσου πάλιν ἄνω φερόμενα ὥσπερ τὸ πῦρ καὶ αὐτὸ ἴσας ποιεῖ τὰς ἑκατέρωθεν γωνίας πρὸς ἐκεῖνο τὸ μέρος τῆς γῆς, ὅθεν ἄρχεται τῆς κινήσεως· ἀεὶ γὰρ τὰ ἀπὸ τοῦ μέσου κινούμενα ἐπὶ τὸ καθ’ ἑαυτὰ ἄνω κατὰ κάθετον φέρεται, διὸ ἴσας ποιεῖ γωνίας τὰς ἑκατέρωθεν, ὅθεν ἄρχεται κινεῖσθαι. οὔτε γὰρ τὰ ἄνωθεν κάτω οὔτε τὰ κάτωθεν ἄνω παράλληλα φέρεται, ἀλλὰ καὶ τὰ ἄνωθεν κάτω καὶ τὰ κάτωθεν ἄνω πρὸς τὸ κέντρον συννένευκε, διὸ καὶ ἀεὶ μείζονα τὴν πρὸς ἄλληλα διάστασιν κατὰ τὴν πρὸς τὸ ἄνω γειτνίασιν ποιεῖται. εἰ οὖν συννεύει, πρὸς ἴσας φέρεται γωνίας, καὶ εἰ πρὸς ἴσας φέρεται γωνίας, συννεύει· συννεύοντα δὲ συμπίπτει εἴς τι κοινὸν πέρας, ἐφ’ ὃ πάντα φέρεται· οὐ γὰρ δὴ παραλλάξαντα ἄλληλα φέροιτο ἄν· οὕτω γὰρ πάλιν ἐπὶ τὸ ἄνω ἂν φέροιτο· ἔστιν ἄρα τι ὡρισμένον, ἐφ’ ὃ τὰ πανταχόθεν φερόμενα βάρη συμπεσεῖται, τοῦτο δέ ἐστι τὸ μέσον, εἴπερ τὰ πανταχόθεν εἰς τοῦτο συννεύει. Δείξας δέ, ὅτι τὰ ἄνωθεν φερόμενα ἐπὶ τὸ μέσον ὡρισμένον φέρεται, ἐπέστησεν, ὅτι ἀνάγκη τὸν ἀκούοντα ζητεῖν, πότερον ἐπὶ τὸ τοῦ παντὸς μέσον ἢ ἐπὶ τὸ τῆς γῆς φέρεται, ἐπειδὴ τὸ αὐτό ἐστι τὸ ἀμφοῖν μέσον. καὶ λέγει, ὅτι αὕτη ἡ ζήτησις ἄλλου ἂν εἴη λόγου καὶ οὐχὶ τοῦ περὶ τοῦ βαρέος καὶ κούφου· τούτῳ γὰρ ἀρκεῖ πρὸς τὴν τοῦ βαρέος καὶ κούφου διαφοράν, ὁπότερον ἂν ᾖ τὸ μέσον, βαρὺ μὲν τιθέντι τὸ πρὸς αὐτὸ φερόμενον, κοῦφον δὲ τὸ ἀπ’ αὐτοῦ.1 κατὰ δὲ τὸ δεύτερον ταύτης τῆς πραγματείας βιβλίον ἐν τοῖς περὶ τῆς γῆς λόγοις ζητήσας τοῦτο “ἀνάγκη, φησί, πρὸς τὸ τοῦ παντός· καὶ γὰρ τὰ κοῦφα καὶ τὸ πῦρ εἰς τοὐναντίον φερόμενα τοῖς βαρέσι πρὸς τὸ ἔσχατον φέρεται τοῦ περιέχοντος τόπου τὸ μέσον”, “φέρεται δὲ καὶ ἐπὶ τὸ τῆς γῆς μέσον, ἀλλὰ κατὰ συμβεβηκός, ᾗ τὸ μέσον ἔχει ἐν τῷ τοῦ παντὸς μέσῳ”· ὅλως γάρ, εἰ πᾶν μόριον τῆς γῆς ἐπὶ τὸ μέσον κινεῖται, οὐκ ἂν ἐπὶ τὸ τῆς γῆς μέσον κινοῖτο. Δείξας δέ, ὅτι ὥρισται τὸ μέσον, ἐφ’ ὃ φέρεται τὰ βάρος ἔχοντα, ὡς διὰ τούτου δεδειγμένου τοῦ καὶ τὸ ἔσχατον ὡρίσθαι·2 μὴ γὰρ ὄντος ὡρισμένου τοῦ ἐσχάτου οὐδὲ μέσον τι εἶναι οἷόν τε, εἴ γε μέσον ἐστὶ τὸ ἴσον πανταχόθεν ἀφεστὼς τοῦ ἐσχάτου· δείκνυσιν, ὅτι ἐπὶ τοῦτο φέρεται τὸ πᾶσιν ἐπιπολάζον· ἐπεὶ γὰρ ἐναντίον ἐστὶ τὸ μὲν ὑφίστασθαι τῷ ἐπιπολάζειν, τὸ δὲ μέσον τῷ ἐσχάτῳ, καὶ τὸ ὑφιστάμενον καὶ βαρὺ πρὸς τὸ μέσον φαίνεται φερόμενον, ἀνάγκη τὸ ἐπιπολάζον πρὸς τὸ ἔσχατον φέρεσθαι· εἰ γὰρ τὸ ἐναντίον πρὸς τὸ ἐναντίον, καὶ τὸ ἐναντίον πρὸς τὸ ἐναντίον.

“其次,以相似的角度”至“因为场所亦有两个,即中心和最外端”。 这是阐明对于具有重量之物向其运移、对于轻者离开其运移的中心是确定的第二个论证,依据在于:火向上运移,而土和一切重物向下运移,在运移时都形成相似的角度——亦即相等的角度。古人将角归于质而非量之下,故以相似和不相似来划分它,而不像近代人那样以相等和不相等来划分,这一点此前亦已说明;而重物自然地下落时形成相等的角度,以至于同大地形成相等的角,这从墙壁和柱子唯有在立成直角时才能坚固矗立这一事实亦可清楚看出。而且,从中心再次向上运移之物,正如火那样,它本身相对于它开始运动的大地的那一部分,亦在两侧形成相等的角;因为从中心向它们自身的上方运动之物总是沿着垂线运移,因此在它们开始运动之处的两侧形成相等的角。因为无论是自上而下之物还是自下而上之物都不是平行运移的,而是自上而下之物和自下而上之物都向中心倾斜汇聚,因此随着靠近上方,它们彼此之间的间距总是变得更大。因此,如果它们倾斜汇聚,它们就是以相等的角度运移;如果它们以相等的角度运移,它们就是倾斜汇聚;而倾斜汇聚之物必会汇合于一个所有事物都向其运移的共同极限;因为它们决不可能彼此错开而继续运移;因为若如此,它们就会再次向上运移;因此存在着某个确定的点,来自各处的重物都将汇合于其上,如果来自各处之物都向此汇聚,那么这也就是中心。在阐明了自上运移之物乃是向确定的中心运移之后,亚里士多德提醒道,听者必然会追问,运移究竟是向着宇宙的中心,还是向着大地的中心,因为两者的中心是同一个。并且他说,这种探讨属于另一篇论述,而不属于关于重与轻的[论述];因为对于这篇论述而言,就重与轻的区分来说,无论中心是哪一个,对于将向其运移之物设定为重、将离开其运移之物设定为轻的人而言,都是足够用的。然而他在本著作第二卷关于大地的论述中探讨此问题时说道:“必然是向着宇宙的中心;因为轻者和火向着与重物相反的方向运移,乃是向着包容中心的场所的最外端运移”;“并且它亦向着大地的中心运移,但乃是偶性地,只要大地的中心处在宇宙的中心之中”;因为总的来说,如果大地的每个部分都向中心运动,它就不会向大地的中心运动。在阐明了具有重量之物向其运移的中心是确定的之后,鉴于最外端亦是确定的这一点由此已被论证(因为如果最外端不是确定的,那么如果中心是从各方面同最外端等距离之物,中心亦不可能存在),他便论证漂浮于万物之上者乃是向这[最外端]运移;因为既然沉降与漂浮相反,中心与最外端相反,且沉降者和重物显见是向中心运移,那么漂浮者就必然向最外端运移;因为如果相反者向相反者运移,那么相反者亦向相反者[运移]。

语法注2 条
  1. 4.19τούτῳ γὰρ ἀρκεῖ πρὸς τὴν τοῦ βαρέος καὶ κούφου διαφοράν, ὁπότερον ἂν ᾖ τὸ μέσον, βαρὺ μὲν τιθέντι τὸ πρὸς αὐτὸ φερόμενον, κοῦφον δὲ τὸ ἀπ’ αὐτοῦ

    句法骨架由非人称动词 ἀρκεῖ(对于……是足够的)与与格 τούτῳ(指代前文的 λόγῳ,“对于本篇论述”)以及与格分词短语 βαρὺ μὲν τιθέντι... κοῦφον δὲ...(指判断者或论述者的关涉与格,“对于将……设定为……”)相结合构成。从句 ὁπότερον ἂν ᾖ τὸ μέσον 作为让步条件从句插入(“无论中心是哪一个”)。

  2. 4.19ὡς διὰ τούτου δεδειγμένου τοῦ καὶ τὸ ἔσχατον ὡρίσθαι

    这是插入在主句分词与主动词(Δείξας... δείκνυσιν)之间、带有 ὡς 的属格绝对结构。带冠词的不定式短语 τοῦ καὶ τὸ ἔσχατον ὡρίσθαι 充当完成时被动态分词 δεδειγμένου 的语法主语(“鉴于最外端亦是确定的这一点由此已被论证”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:715.3-716.14