← 辛普里丘

亚里士多德《论天》注释

§714.8-715.2

无限运动之不可能与中心及最外端的确定性

辛普里丘注解了亚里士多德依据无限运移之不可能并通过假言三段论证明中心与最外端是确定的论证,并分析了该推论的形式及其前提的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Ἀλλὰ μὴν ὅτι ἔστι μέσον ἕως τοῦ ἡ δὲ φορὰ γένεσίς ποθέν ποι." Ὑποθέμενος πρότερον ὡρισμένον εἶναι τὸ μέσον καὶ ἐκ τούτου λαβών, ὅτι καὶ τὸ ἔσχατον ὥρισται, νῦν ἀποδείκνυσι τὸ ὑποτεθὲν τὸ ὡρίσθαι τὸ μέσον, ᾧ συναποδείκνυσιν, ὅτι καὶ τὸ ἔσχατον. διὰ δυεῖν δὲ ἐπιχειρημάτων δείκνυσι τὸ προκείμενον, ἑνὸς μὲν1 κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον συλλογιζόμενος οὕτως· εἰ μή ἐστιν ὡρισμένον τὸ μέσον, πρὸς ὃ ἡ φορὰ τοῖς ἔχουσι βάρος καὶ ἀφ’ οὗ τοῖς κούφοις, ἐπ’ ἄπειρον ἀνάγκη φέρεσθαι τὸ φερόμενον· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ὥστε καὶ τὸ μὴ εἶναι τὸ μέσον ὡρισμένον ἀδύνατον· ὡρισμένον ἄρα ἐστί. καὶ τὸ μὲν συνημμένον δῆλον, διότι τὸ εἰς πέρας φερόμενον εἰς ὅρον φέρεται· τὴν δὲ πρόσληψιν δείκνυσιν οὕτω· λαβὼν ὡς ἐναργές, ὅτι φέρεταί τι πρὸς τὸ μέσον καὶ τὸ κάτω, καὶ ὅτι ἡ φορὰ γένεσίς ἐστί ποθέν ποι, καὶ ὅτι τὸ ἀδύνατον γενέσθαι οὐδ’ ἂν γίνοιτο ὅλως, ὅπερ καὶ πρότερον εἶπε, συλλογίζεται λοιπὸν οὕτω δυνάμει· τὸ φερόμενον γινόμενόν ἐστι φερόμενον· τὸ γινόμενον φερόμενον εἰς τέλος ἂν ἔλθοι τῆς φορᾶς· τὸ ἄρα φερόμενον εἰς τέλος ἂν ἔλθοι τῆς φορᾶς· τὸ δὲ ἐπ’ ἄπειρον φερόμενον οὐκ ἂν εἰς τέλος ἔλθοι τῆς φορᾶς· τὸ ἄρα φερόμενον οὐκ ἂν ἐπ’ ἄπειρον φέροιτο. ὅτι δέ, ὃ μὴ δύναται γενέσθαι, οὐδ’ ἂν γίνοιτο, ὑπέμνησεν διὰ τοῦ ὥσπερ γὰρ οὐκ ἔστιν οὐδὲν ἀδύνατον, οὕτως οὐδὲ γίγνεται. ὡς γὰρ οὐκ ἔστιν ἄνθρωπος πτερωτός, οὕτως οὐδ’ ἂν γίνοιτο· πᾶν γὰρ τὸ γινόμενον ὡς δυνάμενον εἰς τέλος ἐλθεῖν τῆς γενέσεως γίνεται. τὸ δὲ μηδὲν ἀδύνατον γίνεσθαι οὐ τοῦτο σημαίνει, ὅτι πᾶν τὸ γινόμενον εἰς τέλος ἔρχεται πάντως, ἀλλ’ οὐκ ἀδύνατόν ἐστι τελειωθῆναι.2

“然而中心确实存在”至“而运移是从某处到某处的生成”。 他此前假定了中心是确定的,并由此假定最外端亦是确定的,如今他则论证被假定的事柄,即中心是确定的,并随之一同论证最外端亦是[确定的]。他通过两个论证来阐明所提出的论点,其中在一个论证中按照假言推论的第二式推论如下:如果对于具有重量之物向其运移、对于轻者离开其运移的中心不是确定的,那么运移之物就必然无限地运移;然而这确实是不可能的;因此中心不是确定的亦是不可能的;所以中心是确定的。条件命题是显而易见的,因为运向极限之物乃是运向界限;而附加前提他则阐明如下:在将有某物运向中心和下方、运移是从某处到某处的生成、以及不可能生成之物决不会生成(这亦是他此前说过的)作为明晰之事实加以采纳之后,他接下来实际上推论如下:运移之物乃是处于运移中的生成之物;处于运移中的生成之物会达到运移的终极;因此运移之物会达到运移的终极;而无限运移之物不会达到运移的终极;因此运移之物决不会无限地运移。至于不可能生成之物决不会生成,他是通过“因为正如没有任何不可能的事物存在,它亦同样不会生成”来提醒〔人们〕的。因为正如不存在长翅膀的人,同样[这样的人]亦决不会生成;因为凡生成之物,都是作为能够达到生成的终极而生成的。然而没有任何不可能的事物生成,并不是意味着凡生成之物无论如何都必然达到终极,而是意味着其得以完成并非不可能。

语法注2 条
  1. 4.18ἑνὸς μέν

    承接前文 διὰ δυεῖν δὲ ἐπιχειρημάτων 的属格,在语法上省去了介词 διά(即 [διὰ] ἑνὸς μέν),充当分词 συλλογιζόμενος 的手段状语。

  2. 4.18ἀλλ’ οὐκ ἀδύνατόν ἐστι τελειωθῆναι

    该分句与前面依附于 οὐ τοῦτο σημαίνει, ὅτι... 的 ὅτι 从句相对立,在连词 ἀλλά 之后省略了 ὅτι(意为“并非意味着……,而是[意味着]并非不可能……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:714.8-715.2