← 辛普里丘

亚里士多德《论天》注释

§712.18-714.7

论绝对重者与绝对轻者的存在

辛普里丘阐释了亚里士多德在《论天》第四卷第四章(311b13–29)中关于绝对重者(土)与绝对轻者(火)存在的论证(基于中心与最外端的确定性以及火浮于一切之上的性质),并评述了德谟克利特与柏拉图关于重与轻的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17

" Ὅτι δὲ ἔστι τι ἁπλῶς βαρὺ καὶ ἁπλῶς κοῦφον ἕως τοῦ καὶ τὸ ὑφιστάμενον φέρεται ἐπὶ τὸ μέσον." Ἐκ τῶν φαινομένων πρότερον λαβὼν τὸ εἶναι τὸ πᾶσιν ἐπιπολάζον καὶ τὸ πᾶσιν ὑφιστάμενον καὶ εἰπών, ὅτι τούτων τὸ μὲν ἁπλῶς κοῦφόν ἐστι τὸ δὲ ἁπλῶς βαρύ, ἑκάτερον ἀκοινώνητον τῆς τοῦ ἑτέρου φύσεως,1 νῦν ἀποδείκνυσιν αὐτὸ οὕτως ἔχον. μέλλων δὲ περὶ αὐτῶν λέγειν πάλιν ὑπέμνησε, τί ποτέ ἐστι τὸ ἁπλῶς κοῦφον καὶ τί τὸ ἁπλῶς βαρύ, ὅτι ἁπλῶς μὲν κοῦφον, ὃ ἀεὶ ἄνω, ἁπλῶς δὲ βαρύ, ὃ ἀεὶ κάτω πέφυκε φέρεσθαι μὴ κωλυόμενον. καὶ τοῦτο εἰπὼν προσέθηκε τοιαῦτα γὰρ ἔστιν, ἀντὶ τοῦ ἔστι γὰρ τοιαῦτα σώματα, καὶ οὐχ ὥσπερ οἱ περὶ Δημόκριτον οἴονται, πάντα μὲν ἔχειν βάρος, τῷ δὲ ἔλαττον ἔχειν βάρος τὸ πῦρ ἐκθλιβόμενον ὑπὸ τῶν † λαμβανόντων ἄνω φέρεσθαι καὶ διὰ τοῦτο κοῦφον δοκεῖν· τούτοις δὲ τὸ βαρὺ μόνον εἶναι δοκεῖ καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον τοῦτο. οὐδὲν δὲ κωλύει βάρος ἔχειν καὶ τὸ πῦρ καὶ τὰ ἄλλα πάντα τοιοῦτον, οἷον ὁ Πλάτων λέγει, τὸ αἴτιον ἑκάστῳ τῶν στοιχείων τῆς ἐπὶ τὸν οἰκεῖον τόπον φορᾶς·2 βάρος γὰρ τὴν τοιαύτην ῥοπὴν ὁ Πλάτων καλεῖ περὶ τὸ ὄνομα πρὸς τὸν Ἀριστοτέλην διαφερόμενος, ὅτι οὗτος τὴν ἐπὶ τὸ μέσον ῥοπὴν βάρος καλεῖ κάτω τὸ μέσον καλῶν, τὴν δὲ ἐπὶ τὸ πέριξ κουφότητα, κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων συνήθειαν, ὁ δέ γε Πλάτων τὸ κοινὸν αὐτῶν τὴν ῥοπὴν ταὐτὸν εἶναι τῷ βάρει φησίν, ὅπερ μοι δοκεῖ καὶ Ἀριστοτέλης αὐτοφυῶς μετ’ ὀλίγον εἰρηκέναι. Εἰπὼν δέ, ὅτι τισὶ τὸ βαρὺ μόνον εἶναι δοκεῖ, ἐπήγαγεν, ὅτι ὁμοίως καὶ τὸ κοῦφον· εἰ γὰρ ἁπλῶς βαρὺ τὸ πᾶσιν ὑφιστάμενον, ἀνάγκη καὶ ἁπλῶς εἶναι κοῦφον τὸ πᾶσιν ἐπιπολάζον, τοιοῦτον δὲ τὸ πῦρ. εἰ γὰρ τὰ γεηρὰ καὶ πᾶσιν ὑφιστάμενα κάτω καὶ ἐπὶ τὸ μέσον φέρεται, ὥρισται δὲ τὸ μέσον, ἀνάγκη καὶ τὸ ἔσχατον ὡρίσθαι καὶ εἶναί τι τὸ ἐπὶ τοῦτο φερόμενον καὶ πᾶσιν ἐπιπολάζον· τοιοῦτον δὲ φαίνεται τὸ πῦρ, εἴπερ καὶ ἐν αὐτῷ τῷ ἀέρι ἡσυχάζοντι τοῦτο φέρεται πρὸς τὸ ἄνω· δῆλον γάρ, ὅτι πρὸς τὸ ἔσχατον ὡς καὶ τῷ ἀέρι ἐπιπολάζον. ἡσυχάζοντι δὲ τῷ ἀέρι εἶπεν, ἵνα μή τις ὑπὸ τοῦ ἀέρος ὑφισταμένου ἐκθλιβόμενον τὸ πῦρ ἄνω λέγῃ φέρεσθαι. εἰ δὲ καὶ τῷ ἀέρι ἐπιπολάζει τὸ πῦρ, βάρος οὐδὲν ἔχει· τὸ γὰρ ἔχον βάρος ὑφίστατο ἂν ἄλλῳ· τοῦτο γάρ ἐστι τοῦ βάρους ἴδιον. εἰ δὲ τὸ πῦρ βάρος ἔχον ὑφίσταταί τινι, εἴη ἄν τι ἕτερον, ὃ φέρεται ἐπὶ τὸ ἔσχατον καὶ πᾶσι τοῖς φερομένοις ἐπιπολάζει· νῦν δὲ οὐδὲν φαίνεται τοιοῦτον· τὸ ἄρα πῦρ οὐδὲν ἔχει βάρος, εἴπερ πρὸς τὸ ἔσχατον φέρεται καὶ πᾶσιν ἐπιπολάζει, ὥσπερ οὐδὲ ἡ γῆ κουφότητα ἔχει τινά, εἴπερ ὑφίσταται πᾶσι, καὶ τὸ ὑφιστάμενον πᾶσι φέρεται πρὸς τὸ μέσον· δύο γὰρ ἦν ταῦτα καὶ τοῦ ἁπλῶς βαρέος καὶ τοῦ ἁπλῶς κούφου χαρακτηριστικὰ τό τε φέρεσθαι πρὸς τὸ μέσον καὶ τὸ πᾶσιν ἐπιπολάζειν· τὸ γὰρ μὴ πᾶσιν ἐπιπολάζον ὑφίσταταί τινι καί ἐστι βαρὺ πρὸς ἐκεῖνο καὶ οὐχ ἁπλῶς κοῦφον. εἰ οὖν πᾶσιν ἐπιπολάζει τὸ πῦρ, οὐ μόνον κοῦφον ἀλλὰ καὶ κουφότατόν ἐστιν, εἰ δὲ τοῦτο, καὶ ἁπλῶς κοῦφον· τὸ γὰρ ὑπερθετικὸν πανταχοῦ καὶ ἁπλῶς τοιοῦτόν ἐστι. τὸ γὰρ γλυκύτατον καὶ ἁπλῶς γλυκὺ καὶ τὸ λευκότατον καὶ ἁπλῶς λευκὸν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Τὸ δὲ ὡρίσθαι τὸ μέσον νῦν μὲν λαμβάνει φανερὸν ὄν, ὀλίγον δὲ ὕστερον ἀποδείκνυσιν. ἔλαβε δὲ αὐτὸ νῦν ὡς χρήσιμον πρὸς τὸ καὶ τὸ ἔσχατον ὡρίσθαι. μέσον γάρ ἐστι τὸ πάντῃ ἴσον ἀπέχον τοῦ ἐσχάτου· εἰ οὖν ὥρισται τὸ μέσον, ὡρίσθαι καὶ τὸ ἔσχατον ἀνάγκη. τὸ δὲ ὡρίσθαι τὸ ἔσχατον χρήσιμον αὐτῷ πρὸς τὴν δεῖξιν τοῦ ἁπλῶς κούφου· τὸ γὰρ ἐπὶ τοῦτο φερόμενον καὶ πᾶσιν ἐπιπολάζον καὶ ἁπλῶς κοῦφόν ἐστι. τούτων δὲ προληφθέντων ἡ τοῦ λόγου συναγωγὴ τοιαύτη γέγονε· τὸ πῦρ ἀνωτέρω τοῦ ἀέρος χωρεῖ· τὸ ἀνωτέρω τοῦ ἀέρος χωροῦν πρὸς τὸ ἔσχατον χωρεῖ· τὸ πρὸς τὸ ἔσχατον χωροῦν πᾶσιν ἐπιπολάζει· τὸ δὲ πρὸς τὸ ἔσχατον χωροῦν καὶ πᾶσιν ἐπιπολάζον κουφότατόν ἐστι καὶ ἁπλῶς κοῦφον, ὥσπερ τὸ πρὸς τὸ μέσον καὶ πᾶσιν ὑφιστάμενον βαρύτατον καὶ ἁπλῶς βαρύ· τὸ ἄρα πῦρ ἁπλῶς κοῦφον, ὡς ἡ γῆ ἁπλῶς βαρεῖα.

“关于存在着某种绝对重者和绝对轻者”至“且下沉者亦运向中心”。 他此前根据现象假定了存在浮于一切之上者和沉于一切之下者,并说过其中一者是绝对轻的,另一者是绝对重的,各自不分有另一者的本性;如今他则论证其实情确乎如此。在打算讨论它们时,他再次提醒人们什么是绝对轻、什么是绝对重:绝对轻者乃是在不受阻碍时依本性始终向上运移者,绝对重者乃是在不受阻碍时依本性始终向下运移者。说完这些后,他补充道“因为有诸如此类者”,意思是说“因为有诸如此类的物体”,而并非像德谟克利特学派所认为的那样,以为一切事物都具有重量,而火因具有较少的重量,被那些[较重的物体]挤压而向上运移,并因此显得是轻的;在他们看来,似乎唯有重者存在,且它始终运向中心。然而,并不妨碍火和一切其他事物亦具有柏拉图所说的那种重量,即对诸元素中每一个而言构成向其本己处所运移之原因的那种[重量];因为柏拉图将此种倾向称为“重量”,在名称上与亚里士多德有所不同,亚里士多德按照多数人的习惯用法,将中心称为下方,并将向中心的倾向称为重量,将向周缘的倾向称为轻性,而柏拉图则说它们共同的东西即倾向与重量是同一的,在我看来亚里士多德稍后亦自然而然地这样说过。 在说了在某些人看来唯有重者存在之后,他接着指出同样轻者亦存在;因为如果沉于一切之下者是绝对重的,那么浮于一切之上者亦必然是绝对轻的,而火正是如此的事物。因为如果土性的且沉于一切之下者向下并向中心运移,且中心是确定的,那么最外端亦必然是确定的,并且必然存在某种运向最外端且浮于一切之上者;而火显现为正是如此的,既然即使在处于静止的空气本身之中,它亦向上运移;因为显然它是作为亦浮于空气之上而运向最外端的。他说“在处于静止的空气中”,是为了防止有人说火是被沉于其下的空气挤压而向上运移的。如果火亦浮于空气之上,它便毫无重量;因为凡具有重量者都会沉于另一物之下,这正是重量所特有的。如果火具有重量而沉于某物之下,那么就当存在某种运向最外端并浮于一切运移之物之上的其他事物;但如今并没有显现出任何此类事物。因此,既然火运向最外端且浮于一切之上,火便毫无重量,正如土既然沉于一切之下,且沉于一切之下者运向中心,土便毫无轻性一样;因为向中心运移与浮于一切之上,原是绝对重者与绝对轻者的两项特征标志。因为不浮于一切之上者,必沉于某物之下,相对于该物而言为重,而非绝对轻。因此,如果火浮于一切之上,它不仅是轻的,而且是最轻的,如果如此,它亦是绝对轻的;因为最高级在任何地方都亦是绝对如此的:最甜者亦是绝对甜的,最白者亦是绝对白的,其他情形亦同样如此。 中心是确定的这一点,他如今作为显然之事予以采纳,但稍后他便会加以论证。他如今采纳它,是因为它有助于说明最外端亦是确定的。因为中心乃是在各个方向与最外端距离相等者;因此,如果中心是确定的,最外端亦必然是确定的。而最外端是确定的这一点,对于他论证绝对轻者是有用的;因为运向最外端且浮于一切之上者,亦是绝对轻的。在预先设定了这些之后,论证的推论构成如下:火运向高于空气之处;运向高于空气之处者运向最外端;运向最外端者浮于一切之上;而运向最外端且浮于一切之上者是最轻的且绝对轻,正如运向中心且沉于一切之下者是最重的且绝对重;因此火是绝对轻的,正如土是绝对重的一样。

语法注2 条
  1. 4.17ἑκάτερον ἀκοινώνητον τῆς τοῦ ἑτέρου φύσεως

    主格中性单数的 ἑκάτερον 作为分配同位语(distributive apposition)指代前文的两者(τὸ μὲν ἁπλῶς κοῦφον 与 τὸ δὲ ἁπλῶς βαρύ)。它与形容词 ἀκοινώνητον 结合,起到类似主格独立结构的表附带情况的作用:“各自不分有另一者的本性”。

  2. 4.17τὸ αἴτιον ἑκάστῳ τῶν στοιχείων τῆς ἐπὶ τὸν οἰκεῖον τόπον φορᾶς

    名词短语 τὸ αἴτιον 作前文宾格名词 βάρος... τοιοῦτον 的同位语。与格 ἑκάστῳ τῶν στοιχείων 修饰 αἴτιον(“对诸元素中每一个而言”),属格短语 τῆς... φορᾶς 则作为说明原因所指向对象的宾格性属格(客体属格)与 αἴτιον 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:712.18-714.7