← 辛普里丘

亚里士多德《论天》注释

§710.29-712.17

充气皮囊的重量与本己处所中的倾性

辛普里丘报告了关于充气皮囊重量的亲身实验(重量未变),主张诸元素在本己处所中并无倾性,考察了托勒密与叙利亚诺斯的观点,并针对亚里士多德关于充气皮囊更重的说法,提出了吹入的人体呼气带有湿气这一合理解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16#2

ἐγὼ δὲ πειραθεὶς μετὰ τῆς δυνατῆς ἀκριβείας τὸν αὐτὸν ηὗρον σταθμὸν ἀφυσήτου τε ὄντος καὶ φυσηθέντος τοῦ ἀσκοῦ· τῶν δὲ πρὸ ἐμοῦ τις καὶ αὐτὸς πειραθεὶς τὸν αὐτὸν εὑρηκέναι σταθμὸν ἔγραψε, μᾶλλον δὲ πρὶν φυσηθῆναι βαρύτερον ὄντα ἐλαχίστῳ τινί, ὅπερ τῷ Πτολεμαίῳ συμφθέγγεται. καὶ δῆλον, ὅτι, εἰ μέν, ὡς ἐπειράθην ἐγώ, τὸ ἀληθὲς ἔχει, ἀρρεπῆ ἂν ἐν τοῖς οἰκείοις τόποις εἴη τὰ στοιχεῖα μήτε βάρος ἔχοντα μηδὲν αὐτῶν μήτε κουφότητα, ὅπερ ἐπὶ τοῦ ὕδατος ὁ Πτολεμαῖος ὁμολογεῖ. καὶ ἔχοι ἄν τινα λόγον τοῦτο· εἰ γὰρ ἡ φυσικὴ ῥοπὴ ἔφεσίς ἐστι τοῦ οἰκείου τόπου, τὰ τυχόντα αὐτοῦ οὐκέτι ἂν ἐφίοιτο οὐδὲ ῥέποι ἂν πρὸς αὐτὸν ἐν αὐτῷ ὄντα, ὥσπερ οὐδὲ τὸ κεκορεσμένον ὀρέγεται τροφῆς. εἰ δέ, ὡς ὁ Πτολεμαῖός φησι, κουφότερος ὁ πεφυσημένος ἐστὶν ἀσκὸς τοῦ ἀφυσήτου, ὁ μὲν ἀὴρ κουφότητα ἔχει ἐν τῷ ἑαυτοῦ τόπῳ, τὸ δὲ ὕδωρ ἀκόλουθον ἂν εἴη κατὰ τὸν αὐτὸν λόγον βάρος ἔχειν ἐν τῷ ἑαυτοῦ τόπῳ· καὶ γὰρ ἀναδύοντες ἀπὸ τοῦ ὕδατος βάρος τι δοκοῦμεν ἀποτίθεσθαι, εἰ μὴ ἄρα τὴν τῆς ἀναπνοῆς ἐποχὴν ἀνατιθέμενοι1 τῆς ἐπὶ τούτῳ ῥᾳστώνης ὡς βάρους ἀποθέσεως αἰσθανόμεθα. ὅλως δέ, εἰ οὕτως ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ, ὡς τὸ ἁπλῶς κοῦφον πρὸς τὸ ἁπλῶς βαρύ, εὔλογον τὸν μὲν ἀέρα συγγενέστερον ὄντα τῷ ἁπλῶς κούφῳ καὶ ἐν τῷ οἰκείῳ τόπῳ κουφότητα ἔχειν ὥσπερ τὸ πῦρ, τὸ δὲ ὕδωρ βαρύτητα διὰ τὴν πρὸς τὴν γῆν συγγένειαν· διαφορὰν γάρ τινα ἔχειν αὐτὰ καὶ κατὰ τοῦτο ἀναγκαῖον οὕτως ἔχοντα, ὡς, εἴ τις αὐτὰ μόνα παραβάλλοι πρὸς ἄλληλα, τὸν μὲν ἀέρα λέγεσθαι ἁπλῶς κοῦφον, τὸ δὲ ὕδωρ ἁπλῶς βαρύ, ὡς αὐτὸς Ἀριστοτέλης ἐδίδαξεν· ὥστε τὸν μὲν ἀέρα ἐν μόνῳ πυρὶ βαρύτητα ἔχειν, οὗ ἐστι βαρύτερος, τὸ δὲ ὕδωρ ἐν μόνῃ τῇ γῇ κουφότητα, ἧς ἐστι κουφότερον, καὶ πάλιν τὸν μὲν ἀέρα καὶ ἐν αὐτῷ καὶ ἐν τοῖς μετ’ αὐτὸν κουφότητα, τὸ δὲ ὕδωρ καὶ ἐν αὐτῷ καὶ ἐν τοῖς πρὸ αὐτοῦ βαρύτητα. Ἀλλὰ ταῦτα μὲν τῷ φιλοσοφωτάτῳ Συριανῷ δοκοῦντα εἰρήσθω· μήποτε2 δέ, κἂν ἀληθῶς εἴρηται ταῦτα, ἄλλως μὲν ὁ ἀὴρ ἐν τοῖς μετ’ αὐτὸν στοιχείοις εἴρηται κοῦφος, ἄλλως δὲ ἐν τῇ ἑαυτοῦ χώρᾳ, ἐν μὲν τοῖς ἄλλοις στοιχείοις ὡς καὶ ἐπὶ τὸ ἄνω ἀπ’ ἐκείνων φερόμενος, ἐν δὲ τῇ ἑαυτοῦ χώρᾳ ὡς τοῖς ἄλλοις ἐπιπολάζων, ἀλλ’ οὐχ ὡς ἀπ’ ἐκείνης ἐπὶ τὸ ἄνω φερόμενος, ὅπερ ἀνάγκη λέγειν τοὺς οἰομένους τὸν πεφυσημένον ἀσκὸν κουφότερον εἶναι τοῦ ἀφυσήτου. πῶς γὰρ ὅλως δυνατὸν ἐν τῷ οἰκείῳ τόπῳ κοῦφον οὕτω λέγειν τὸν ἀέρα ὡς πρὸς τὸ ἄνω κινούμενον κατὰ φύσιν; οὐ γὰρ ἐκστῆναι τοῦ οἰκείου τόπου βουλήσεται. ἀλλά, κἂν ἔλαττον ὁ πεφυσημένος ἀσκὸς ἕλκῃ τοῦ ἀφυσήτου, οὐδὲ τοῦτο, οἶμαι, ἀναγκάζει τὰ στοιχεῖα ῥοπήν τινα ἔχειν ἐν τῷ ἑαυτῶν τόπῳ, ἀλλὰ μᾶλλον δείκνυσι τὴν ἀρροπίαν αὐτῶν· ὁ γὰρ ἐν τῷ ἀσκῷ ἀὴρ κατέχει τὸν ἀσκὸν ἐν τῷ ἑαυτοῦ τόπῳ, ὁ δὲ συμπεπτωκὼς γεώδη τὴν σύστασιν ἔχων καὶ τοῦ ἀέρος στέρησιν πρὸς τὸ κάτω ῥέπει μᾶλλον. οὕτω δὲ καὶ τὸ ἐποχούμενον τῷ ὕδατι ξύλον ἐν τῷ τοῦ ἀέρος τόπῳ κατά τι μέρος ἑαυτοῦ γενόμενον τῷ ἐν αὐτῷ ἀέρι τὸ ἐν αὐτῷ γεῶδες ἐν τῇ χώρᾳ τοῦ ἀέρος ἑδράζει. τὸ δὲ καὶ βάρος ἔχειν ἐν τῇ οἰκείᾳ χώρᾳ τὸν ἀέρα, ὡς διὰ τοῦτο πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκόν, ἀπορώτερον ἂν εἴη· ἔσται γὰρ ὁ ἀὴρ κατὰ φύσιν ἀπὸ τῆς αὑτοῦ χώρας ἐπὶ τὸ κάτω βρίθων, ὅπερ ἄτοπον, οἶμαι, καὶ τῷ Ἀριστοτέλει δοκεῖ. ἐπειδὴ δὲ τοῦ Ἀριστοτέλους εἰπόντος πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκὸν τοῦ κενοῦ οὐ ῥᾴδιον ἀνδρὸς οὕτως ἀκριβοῦς τὴν κρίσιν κατανωτίσασθαι, μήποτε ὁ εἰσπεμπόμενος εἰς τὸν ἀσκὸν ἀὴρ ἀπὸ στομάτων ὡς ἐπίπαν ἀνθρωπείων εἰσφυσώμενος ὑγρότερος ὢν καὶ τῇ συνεχείᾳ τῆς ἐμφυσήσεως συμπληρούμενος προστίθησί τι ἐνίοτε βραχὺ βάρος, εἴ τις δι’ ἀκρίβειαν μηδὲ τοῦ τοσούτου καταφρονοίη.

然而我自己在尽可能的精确度下进行试验后,发现皮囊在未充气时与充气后具有相同的重量;而在我之前的一位人士自身也进行了试验,并写道他发现了相同的重量,或者说在充气之前甚至还重极微小的一点,这与托勒密的说法相一致。显然,如果实情真如我所试验的那样,诸元素在它们本己的处所中便将是没有倾向的,它们之中没有一个具有重量或轻性,这正是托勒密就水所承认的。而这也会有某种理由:因为如果自然倾向是对本己处所的渴望,那么已经达致该处所的事物,当身处于其中时,便不再会渴望它,也不会倾向于它,正如吃饱的人不再企求食物一样。另一方面,如果正如托勒密所说,充气的皮囊比未充气的更轻,那么空气在它自身的处所中具有轻性,而依照相同的理路,顺理成章地水在其自身的处所中具有重量;因为我们从水中浮起时,确实似乎放下了某种重量,除非我们是解除了屏住呼吸的状态,将由此而来的轻松感感知为放下了重量。总的来说,如果空气相对于水正如绝对轻者相对于绝对重者,那么合乎情理的是,空气因与绝对轻者更为亲近而在本己处所中亦具有轻性(正如火一样),而水则由于与土的亲近而具有重量;因为既然它们如此相关,以至于如果仅将它们二者相互比较,空气便被称为绝对轻,而水被称为绝对重(正如亚里士多德自己所教导的那样),那么它们在此方面必然也具有某种差异;从而空气仅在它比之更重的火中具有重量,而水仅在它比之更轻的土中具有轻性,反过来,空气无论在自身之中还是在它之后的元素中都具有轻性,而水无论在自身之中还是在它之前的元素中都具有重量。 不过,这些就作为最具哲学才智的叙利亚诺斯的主张而陈述罢;然而,即使这些讲得合乎真实,空气在它之后的诸元素中被称为轻是一回事,而在它本己的区域中则是另一回事:在其他元素中是作为从它们之中向上方运动[而被称为轻],而在它本己的区域中则是作为浮于其他物体之上,而非作为从该区域向上方运动——而这正是那些认为充气皮囊比未充气皮囊更轻的人所必然主张的。因为究竟怎能把空气在其本己处所中说成是由于依本性向上方运动而为轻呢?因为它是不会意欲离开其本己处所的。但是,纵使充气的皮囊比未充气的称起来更轻,我认为这也不强迫诸元素在其自身的处所中具有某种倾向,反而更表明了它们的无倾向性;因为皮囊中的空气将皮囊固定在它本己的处所中,而瘪掉的皮囊因具有土性的构成并匮乏空气,乃更向下倾。同样地,浮在水面上的木头,因其自身的一部分进入了空气的处所,便借助于其中的空气将自身之中的土性成分固定在空气的区域中。另一方面,空气在本己区域中竟具有重量以致充气的皮囊因而称起来更重,这将是更难成立的;因为空气将按本性从它自身的区域向下沉坠,我认为这是荒谬的,且在亚里士多德看来亦当如此。然而,既然亚里士多德曾说充气的皮囊比空的皮囊称起来更重,而轻视如此精密之人的判断又非易事,那么或许被送入皮囊中的空气通常是由人口吹入因而更为湿润,并因持续吹气的充实而凝聚,有时便会增加少许微不足道的重量——倘若有人因求精准而不蔑视哪怕如此微小的分量的话。

语法注2 条
  1. 4.16ἀνατιθέμενοι

    现在中间位分词 ἀνατιθέμενοι 与前文的 ἀποτίθεσθαι(卸下)相呼应,支配宾语 τὴν τῆς ἀναπνοῆς ἐποχήν(屏气/呼吸的停顿),作“解除、放松”之意解(ἀνατίθημι 的中间位可表示撤回、松开)。另一种可能的解释是“归咎于、归因于”(即“归因于屏息”),但鉴于其后紧接的 τῆς ἐπὶ τούτῳ ῥᾳστώνης(由此而来的轻松感),将其理解为潜水者浮出水面后“解除了憋气状态”,并将随之而来的轻松感错当成卸下重物,在语境上最为连贯自然。

  2. 4.16μήποτε

    句首的 μήποτε(见于 μήποτε δέ ... 及后文的 μήποτε ὁ εἰσπεμπόμενος ...)在后古典期及注疏希腊语中常用于引入委婉谨慎的主张或推测(“或许……”,“莫非……不是……”)。两处均搭配直陈式动词(εἴρηται 与 προστίθησι),用以在不直接武断否定亚里士多德或叙利亚诺斯权威的前提下,谦逊地提出注疏家本人的假说与见解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:710.29-712.17