- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:709.6-710.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对相同物体(如木头与铅)在空气与水中相对重量次序颠倒的难题,辛普利丘阐释了亚里士多德的解决方案,即除火之外的各元素在自身处所皆具重量,除土之外皆具轻性;并进一步讨论且反驳了托勒密关于水和空气在本己处所并不具有重量的异议。
" Συμβαίνει δὲ μὴ πανταχῆ τὰ αὐτὰ ἕως τοῦ τῷ δὲ ὕδατι ἐπιπολάζει." Εἰπών, ὅτι τὰ σύνθετα διὰ τὴν τῶν ἁπλῶν διαφοράν, ἐξ ὧν σύγκειται τῶν μὲν πλέον τῶν δὲ ἔλαττον μετέχοντα, τὰ μέν ἐστι βαρέα τὰ δὲ κοῦφα, ἔνστασιν ἐνόησέ τινα τὴν λέγουσαν· εἰ τὰ αὐτὰ πανταχοῦ ἐκ τῶν αὐτῶν ἁπλῶν σύγκειται, οἷον ξύλον ταλαντιαῖον καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι ὂν ἐκ τῶν αὐτῶν συνέστηκε στοιχείων καὶ μόλιβδος μναϊαῖος ὁμοίως, καὶ παρὰ τὰ στοιχεῖα ἡ κουφότης καὶ ἡ βαρύτης ἐν τοῖς συνθέτοις ἐστίν,1 ὡς προσεχῶς εἶπεν ὁ Ἀριστοτέλης, διὰ τί μὴ πανταχοῦ τὰ αὐτὰ βαρέα ἐστὶ καὶ κοῦφα, ἀλλ’ ἐν μὲν ἀέρι βαρύτερόν ἐστι τὸ ταλαντιαῖον ξύλον τοῦ μναϊαίου μολίβδου, ἐν δὲ ὕδατι τὸ ἀνάπαλιν· τοῦ γὰρ ξύλου ἐπιπολάζοντος ὁ μόλιβδος κάτω χωρεῖ. ταύτην οὖν τὴν ἀπορίαν, οὐχ, ὡς τινες ᾠήθησαν, παρὰ καιρὸν ἐνταῦθα κειμένην ἀλλ’ ἀκολούθως ἐπαχθεῖσαν τῷ λέγοντι τὴν ἐν τοῖς συνθέτοις βαρύτητα καὶ κουφότητα ἐκ τῆς τῶν ἁπλῶν εἶναι διαφορᾶς, ἐξ ὧν σύγκειται τὰ σύνθετα, λύει ὁ Ἀριστοτέλης αἴτιον εἶναι λέγων τοῦ συμβαίνοντος τὸ πάντα τὰ ἁπλᾶ σώματα βάρος ἔχειν ἐν τῇ αὐτῶν χώρᾳ πλὴν πυρὸς καὶ πάντα κουφότητα πλὴν γῆς.2 εἰ γὰρ ὑφίσταται ἕκαστον τῶν μετὰ τὸ πῦρ, τὸ μὲν πλείοσι τὸ δὲ ἐλάττοσι, τὸ δὲ ὑφιστάμενον βαρύ, δῆλον, ὅτι πάντα βάρος ἔχει πλὴν πυρός, καί, εἰ ἐπιπολάζει πάντα πλὴν γῆς, τὸ δὲ ἐπιπολάζον κοῦφον, πάντα κοῦφα πλὴν γῆς· αὕτη γὰρ μόνη οὐδενὶ ἐπιπολάζει, ὥσπερ τὸ πῦρ μόνον οὐδενὶ ὑφίσταται. τούτων δὲ οὕτως ἐχόντων τὴν μὲν γῆν καὶ ὅσα γῆς ἔχει πλεῖστον πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον· πᾶσι γὰρ ὑφίσταται ἡ γῆ· ὕδωρ δὲ ἐν μὲν τοῖς ἄλλοις σώμασιν, οἷς ὑφίστασθαι πέφυκε, βάρος ἕξει καὶ ἐν πᾶσιν αὐτοῖς τὴν εἰς τὸ κάτω ῥοπὴν φυλάξει, διότι πρὸς ἐκεῖνα βαρύ ἐστιν ὑφιστάμενον αὐτοῖς, οὐκέτι δὲ καὶ ἐν γῇ βάρος ἕξει· ταύτῃ γὰρ ἐπιπολάζει· διὸ τὸ ἐν ἀέρι ὕδωρ γῆς τινος βαρύτερον ὄν, ἐὰν ἐπὶ τῆς γῆς ἄμφω τεθῇ, ἐπιπολάσει τῷ μορίῳ τῆς γῆς, οὗ ἦν ἐν τῷ ἀέρι βαρύτερον· ὁ δὲ ἀὴρ πρὸς μὲν τὸ πῦρ κοῦφον ἁπλῶς ὂν αὐτὸς βαρύς ἐστιν· ὑφίσταται γοῦν τῷ πυρὶ ἐπιπολάζοντι αὐτῷ· πρὸς δὲ ὕδωρ καὶ γῆν κοῦφος· τούτοις γὰρ ἐπιπολάζει. διὰ τοῦτο οὖν ὁ μὲν μόλιβδος, ὁπόσος ἂν ᾖ, γῆς ἔχων τὸ πλεῖστον καὶ διὰ τοῦ ὕδατος καταδύεται, τὸ δὲ ταλαντιαῖον ξύλον ἀέρος πολλοῦ μετέχον ἐπιπολάζει τῷ ὕδατι, ὅτι καὶ ὁ ἀὴρ αὐτῷ ἐπιπολάζει· ἐν μέντοι ἀέρι τὸ ταλαντιαῖον ξύλον τοῦ μναϊαίου μολίβδου βαρύτερόν ἐστι πολλοῦ μετέχον ἀέρος, διότι καὶ ὁ ἀὴρ ἐν τῷ οἰκείῳ τόπῳ βάρος ἔχει, καὶ τὰ πολλοῦ μετέχοντα ἀέρος ἐν τῷ τοῦ ἀέρος τόπῳ ῥοπὴν ἔχει βάρους. ὅτι δὲ ὁ ἀὴρ ἐν τῷ οἰκείῳ τόπῳ βάρος ἔχει, ἐκ τῶν ἀσκῶν πιστοῦται, οἵτινες πεφυσημένοι ἕλκουσι πλέον τῶν ἀφυσήτων3 ἐν ἀέρι. Ταῦτα μὲν ὁ Ἀριστοτέλης· Πτολεμαῖος δὲ ὁ μαθηματικὸς ἐν τῷ Περὶ ῥοπῶν τὴν ἐναντίαν ἔχων τῷ Ἀριστοτέλει δόξαν πειρᾶται κατασκευάζειν καὶ αὐτός, ὅτι ἐν τῇ ἑαυτῶν χώρᾳ οὔτε τὸ ὕδωρ οὔτε ὁ ἀὴρ ἔχει βάρος. καὶ ὅτι μὲν τὸ ὕδωρ οὐκ ἔχει, δείκνυσιν ἐκ τοῦ τοὺς καταδύοντας μὴ αἰσθάνεσθαι βάρους τοῦ ἐπικειμένου ὕδατος, καίτοι τινὰς εἰς πολὺ καταδύοντας βάθος. δυνατὸν δὲ πρὸς τοῦτο λέγειν, ὅτι ἡ συνέχεια τοῦ ὕδατος τοῦ τε ἐπικειμένου τῷ καταδύοντι καὶ τοῦ ὑποκειμένου καὶ τοῦ παρ’ ἑκάτερα στηρίζοντος ἑαυτὸ ποιεῖ μὴ αἰσθάνεσθαι βάρους,4 ὡς τὰ ἐν ταῖς ὀπαῖς τῶν τοίχων, κἂν πανταχόθεν ἐφάπτωνται τοῦ τοίχου, ζῷα οὐ βαρεῖται ὑπ’ αὐτοῦ διὰ τὸ πανταχόθεν τὸν τοῖχον ἑαυτὸν στηρίζειν· ὡς, εἴ γε διῃρημένον ἐπέκειτο τὸ ὕδωρ, εἰκὸς ἦν βάρους αἰσθάνεσθαι ἀπ’ αὐτοῦ. τὸ δὲ τὸν ἀέρα ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ μὴ ἔχειν βάρος καὶ ὁ Πτολεμαῖος ἐκ τοῦ αὐτοῦ τεκμηρίου τοῦ κατὰ τὸν ἀσκὸν δείκνυσιν οὐ μόνον πρὸς τὸ βαρύτερον εἶναι τὸν πεφυσημένον ἀσκὸν τοῦ ἀφυσήτου, ὅπερ ἐδόκει τῷ Ἀριστοτέλει, ἀντιλέγων, ἀλλὰ καὶ κουφότερον αὐτὸν γίνεσθαι φυσηθέντα βουλόμενος.
“然而事情发生为,并非处处都是相同的东西……直至……而在水之上浮起。” 在论述了复合物体由于其所由以构成的单纯物体的差异——依其分有其中一些较多而分有另一些较少——而有的为重、有的为轻之后,他想到了一种反驳,该反驳说:如果相同的事物在任何地方都由相同的单纯物体构成——例如一他连得重的木头无论在空气中还是在水中都由相同的元素构成,而一米纳重的铅也同样如此——并且正如亚里士多德刚才所说,复合物体中的轻与重依存于这些元素,那么为何不是相同的事物处处皆为重且为轻,而是在空气中一他连得的木头比一米纳的铅更重,但在水中却相反,木头浮起而铅向下行?因此,这一难题——它在此处提出并非如某些人所认为的那样不合时宜,而是顺理成章地引向那个主张复合物体中的重与轻源于复合物体所由以构成的单纯物体的差异的人——亚里士多德通过指出这一现象的原因在于除火之外所有单纯物体在它们自己的处所中皆具有重量,且除土之外皆具有轻性,从而解决了该难题。因为,如果火之后的每一个物体都沉于[其他物体]之下——有的沉于较多者之下,有的沉于较少者之下——而沉于其下者为重,那么显然除火之外所有物体都具有重量;并且,如果除土之外所有物体都浮于其上,而浮于其上者为轻,那么除土之外所有物体都是轻的;因为唯有土不浮于任何物体之上,正如唯有火不沉于任何物体之下一样。既然这些情况如此,那么土以及凡具有最多土的物体必然处处具有重量;因为土沉于所有物体之下;而水在它天然沉于其下的其他物体中将具有重量,并且在所有这些物体中都将保持其向下的倾向,因为相对于那些物体而言它是重的(沉于它们之下),但在土中它将不再具有重量;因为水浮于土之上;因此在空气中比某块土更重的水,若将两者都置于土上,水将会浮于那块在空气中水曾比之更重的土之上;而空气相对于绝对轻的火而言本身是重的;无论如何它沉于浮在它之上的火之下;但相对于水和土而言则是轻的;因为空气浮于它们之上。因此,铅无论数量有多少,因具有最多的土甚至下沉穿透水,而一他连得的木头因分有较多的空气而浮于水上,因为空气也浮于水上;然而在空气中,一他连得的木头因分有较多的空气而比一米纳的铅更重,因为空气在它本己的处所中也具有重量,并且分有较多空气的物体在空气的处所中具有重量的倾向。至于空气在本己处所中具有重量,乃是由皮囊所证明的,充气的皮囊在空气中比未充气的皮囊称起来更重。 亚里士多德讲的是这些;而数学家托勒密在《论倾向》中持有与亚里士多德相反的主张,也试图确立在它们自身的处所中水和空气都不具有重量。至于水不具有重量,他是从潜水者感觉不到压在身上的水的重量来证明的,尽管有些人潜入极深之处。但对此可以说,压在潜水者身上的水、位于其下的水以及在两侧支撑自身的水的连续性,使得人感觉不到重量,正如墙洞中的动物,纵然从四面触及墙壁,也不会被它压伤,这是由于墙壁从四面互相支撑自身;因为,倘若水是分割开来压在身上的,那么感觉到来自它的重量本是合情合理的。至于空气在其自身的整体中不具有重量,托勒密同样由关于皮囊的同一证据来证明,他不仅反对亚里士多德所认为的充气皮囊比未充气皮囊更重,甚至主张皮囊在充气后变得更轻。
- 4.16παρὰ τὰ στοιχεῖα ἡ κουφότης καὶ ἡ βαρύτης ἐν τοῖς συνθέτοις ἐστίν
介词短语 παρὰ τὰ στοιχεῖα 带宾格表示原因或依归(“依存于元素”或“由于元素”),照应前文关于复合物体的轻重源于单纯物体之差异的命题。此处 παρά 并不表示例外或相背(“除元素之外”),而是表示依存关系。
- 4.16αἴτιον εἶναι λέγων τοῦ συμβαίνοντος τὸ πάντα τὰ ἁπλᾶ σώματα βάρος ἔχειν ἐν τῇ αὐτῶν χώρᾳ πλὴν πυρὸς καὶ πάντα κουφότητα πλὴν γῆς
句子的句法骨架为 λέγων [αἴτιον εἶναι τοῦ συμβαίνοντος [τὸ ... ἔχειν ...]]。带冠词的不定式从句 τὸ πάντα τὰ ἁπλᾶ σώματα βάρος ἔχειν ... 充当 εἶναι 的主语(在宾格不定式结构中),而 αἴτιον 为表语,τοῦ συμβαίνοντος 则是依附于 αἴτιον 的属格(表明是何事之原因)。
- 4.16ἕλκουσι πλέον τῶν ἀφυσήτων
动词 ἕλκω 在此作为习惯用法或不及物用法,意为“称出分量”或“拉动秤盘(具有重量)”。πλέον 为作副词用的中性宾格比较级,统领比较属格 τῶν ἀφυσήτων,表示“比未充气的称起来更重”。
- 4.16ἡ συνέχεια τοῦ ὕδατος τοῦ τε ἐπικειμένου τῷ καταδύοντι καὶ τοῦ ὑποκειμένου καὶ τοῦ παρ’ ἑκάτερα στηρίζοντος ἑαυτὸ ποιεῖ μὴ αἰσθάνεσθαι βάρους
主语为 ἡ συνέχεια τοῦ ὕδατος,三个并列的分词短语(τοῦ ... ἐπικειμένου、τοῦ ὑποκειμένου 与 τοῦ ... στηρίζοντος ἑαυτό)皆修饰属格 τοῦ ὕδατος。主动词为 ποιεῖ,统辖不定式短语 μὴ αἰσθάνεσθαι βάρους,其未言明的不定式主语为潜水者[τοὺς καταδύοντας]。
