- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:708.8-709.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了中间元素(水与空气)为何相互而言可以说成是绝对重或绝对轻,继而阐释了亚里士多德的论证:复合重轻取决于其构成成分即单纯物体的差异,因此探究应当首先指向单纯物体(对于原子论者而言则是指向充满与虚空)。
εἰπὼν δὲ περὶ τοῦ ἁπλῶς βαρέος καὶ τοῦ ἁπλῶς κούφου, ὧν ἑκατέρῳ τὸ ἕτερον μόνον ὑπῆρχεν, ἐπάγει περὶ τῶν μέσων, ὅτι ταῦτα οὕτως ἐστὶ βαρέα καὶ κοῦφα ὡς ἑκατέρῳ αὐτῶν ἀμφοῖν ὑπαρχόντων καὶ διὰ τοῦτο ἀμφοτεριζόντων. καὶ ταῦτα δέ, εἰ καὶ μὴ καθόλου τὸ ἁπλῶς ἔχει, ὥστε τὸ μὲν αὐτῶν ἁπλῶς εἶναι βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον, ἀλλὰ κατ’ ἄλλο τι καὶ αὐτὰ τὸ ἁπλῶς ἔχει· πρὸς ἄλληλα γὰρ ἁπλῶς τὸ μὲν βαρύ ἐστι τὸ δὲ κοῦφον, διότι ἀὴρ μέν, ὁπόσος ἂν ᾖ εἴτε ὅλος εἴτε μέρος, ἐπιπολάζει ὕδατι, καὶ κατὰ τοῦτο ἂν καὶ οὗτος ἁπλῶς κοῦφος λέγοιτο πρὸς τὸ ὕδωρ, ὅτι οὐ τὸ μὲν αὐτοῦ ἐπιπολάζει τῷ ὕδατι τὸ δὲ οὔ, ἀλλὰ πᾶν ἁπλῶς καὶ ὅλον καὶ μέρος, ὕδωρ δέ, ὁπόσον ἂν ᾖ, ὑφίσταται τῷ ἀέρι καὶ διὰ τοῦτο καὶ αὐτὸ ὡς πρὸς τὸν ἀέρα ἁπλῶς βαρὺ λέγεται, οὐ καθόλου τοῦ ἁπλῶς ὄντος τούτου,1 ὅτι μὴ καὶ πρὸς τὰ ἄκρα στοιχεῖα τὸν αὐτὸν ἔχουσι λόγον. δῆλον δέ, ὅτι κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ μὲν ἀὴρ πρὸς τὸ πῦρ βαρὺς ἂν εἴη, τὸ δὲ ὕδωρ πρὸς τὴν γῆν κοῦφον. Εἰπὼν δὲ περὶ τῶν ἁπλῶν σωμάτων τοῦ τε καθόλου ἁπλῶς κούφου καὶ τοῦ καθόλου ἁπλῶς βαρέος καὶ τῶν μὴ καθόλου μὲν ἁπλῶς δὲ ὡς πρὸς ἄλληλα ἐφεξῆς περὶ τῶν ἄλλων ἐπάγει σωμάτων, τουτέστι τῶν συνθέτων· ταῦτα γάρ ἐστιν ἄλλα παρὰ τὰ ἁπλᾶ. καὶ λέγει, ὅτι, ἐπειδὴ καὶ τούτων τὰ μὲν ἔχει βάρος τὰ δὲ κουφότητα, οὐδὲν αὐτὰ τούτων ἕνεκα χρὴ πολυπραγμονεῖν·2 δῆλον γάρ, ὅτι ἡ ἐν τοῖς ἁπλοῖς, ἐξ ὧν σύγκειται καὶ ταῦτα, διαφορά, καθ’ ὅσον ἐκείνων τοῦ μὲν πλέον τοῦ δὲ ἔλαττον μετέσχεν, αὕτη τοῖς συνθέτοις γέγονεν αἰτία τοῦ τὰ μὲν αὐτῶν κοῦφα τὰ δὲ βαρέα εἶναι, ὥστε τὸν περὶ βαρέος καὶ κούφου ζητοῦντα περὶ τῶν ἐν τοῖς ἁπλοῖς χρὴ λέγειν· ἐκείνοις γὰρ ἀκολουθεῖ τὰ σύνθετα. τοῦτο δὲ καὶ τοὺς διὰ μὲν τὸ πλῆρες βαρέα λέγοντας εἶναι τὰ σώματα, διὰ δὲ τὸ κενὸν κοῦφα, ἀξιοῦμεν ποιεῖν3 καὶ περὶ αὐτοῦ τοῦ πλήρους πρῶτον καὶ τοῦ κενοῦ λέγειν, δι’ ἣν αἰτίαν τὸ μέν ἐστι βαρὺ τὸ δὲ κοῦφον· τούτου γὰρ γνωσθέντος δῆλον ἂν ἦν λοιπόν, διὰ τί τῶν ἐξ αὐτῶν συγκειμένων τὰ μὲν κοῦφά ἐστι τὰ δὲ βαρέα.
在论述了绝对重与绝对轻——对它们各自而言仅有其中一者属于它们——之后,他进而论及中间者,指出它们是这样既重又轻的,即两者都属于它们各自,并因此兼具二者。而这些物体,即便并非普遍地具有“绝对”,以致其中一者为绝对重而另一者为绝对轻,但就另一意义而言它们自身也具有“绝对”;因为相互而言,一者绝对是重的,另一者是轻的,这是由于空气无论数量有多少,无论是整体还是部分,都浮于水上,并且依此而言,它也会被说成是相对于水绝对轻的,因为并非其一部分浮于水上而另一部分不浮,而是绝对地其全部,无论整体还是部分皆如此;而水无论数量有多少,都沉于空气之下,因此它自身也被说成是相对于空气绝对重的——此种“绝对”并非普遍的,因为它们对两端的元素并不具有相同的关系。显然,按照同样的类比,空气相对于火将是重的,而水相对于土将是轻的。而在论述了单纯物体——即普遍绝对轻者与普遍绝对重者,以及虽非普遍却是相互而言绝对[轻重]者——之后,他接续论及其他物体,即复合物体;因为这些乃是单纯物体之外的其他物体。他说,既然这些复合物体中也有的具有重性,有的具有轻性,那么完全无需因这些缘故而对它们多费周折;因为显然,这些复合物体所由以构成的单纯物体之中的差异,依其分有那些〔单纯物体〕中一者较多、另一者较少,成了复合物体其中有的为轻、有的为重的原因,以致探究重与轻的人应当论述单纯物体之中的轻重;因为复合物体追随那些单纯物体。而我们同样要求那些因充满而说物体为重、因虚空而说物体为轻的人也这样做,即首先论及充满自身与虚空自身,是由于何种原因一者是重的而另一者是轻的;因为一旦认识了这一点,由它们所构成的物体之中为何有的为轻、有的为重,接下来便显明了。
- 4.15οὐ καθόλου τοῦ ἁπλῶς ὄντος τούτου
属格独立结构,相当于 τούτου τοῦ ἁπλῶς οὐ καθόλου ὄντος,表达一种限定性的补充:“这种‘绝对’并非普遍的”。其后的 ὅτι 从句说明了这一限定的理由(即它们对两极端的元素并不保持相同的比例关系)。
- 4.15οὐδὲν αὐτὰ τούτων ἕνεκα χρὴ πολυπραγμονεῖν
οὐδὲν 为副词性宾格,用以加强否定(“绝不”、“完全没有必要”)。αὐτά 作不定式 πολυπραγμονεῖν 的直接宾语,指代前文的 τῶν συνθέτων(复合物体)。τούτων ἕνεκα 意为“因这些缘故[即具有重与轻]”。
- 4.15τοῦτο δὲ καὶ τοὺς διὰ μὲν τὸ πλῆρες βαρέα λέγοντας εἶναι τὰ σώματα, διὰ δὲ τὸ κενὸν κοῦφα, ἀξιοῦμεν ποιεῖν
动词 ἀξιόω 支配的双宾格句式,包含事物宾格(τοῦτο)、人物宾格(τοὺς ... λέγοντας)及不定式(ποιεῖν),意为“我们要求那些主张……的人也做这件事”。τοῦτο 预先指代后文由 καὶ περὶ αὐτοῦ τοῦ πλήρους πρῶτον... λέγειν 引出的具体内容。
