← 辛普里丘

亚里士多德《论天》注释

§706.8-708.8

空间运动的推动者与绝对轻重的定义

辛普里丘注解了亚里士多德依据《自然学》第八卷论述空间位置运动的推动者(最初制造者、阻碍去除者及弹跳)之处,接着阐明了绝对重与绝对轻的定义,并将其与中间元素(水和空气)区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14

" Κινεῖ δὲ τό τε ἐξ ἀρχῆς ποιῆσαν ἕως τοῦ καὶ τὸ φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον τί ἔστιν, εἴρηται." Εἰπών, ὅτι μᾶλλον τῶν ἄλλως κινουμένων τὰ κατὰ τόπον κινούμενα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἐφιστάνει τὸν ἀκροατήν, ὅτι ὡς πρὸς σύγκρισιν τῶν ἄλλων εἴρηται τοῦτο τῶν τε κατὰ ποιότητα καὶ τῶν κατὰ ποσότητα κινουμένων, ὧν καὶ τελειότερά ἐστι τὰ κατὰ τόπον κινούμενα, ἐπεί, ὅτι οὐδὲ αὐτὰ κυρίως ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν,1 ἀλλὰ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως εἰρημένον, ὅτι οὐδὲν τῶν φυσικῶς κινουμένων αὐτὸ ἑαυτὸ κινεῖ, ἀλλὰ πᾶν τὸ κινούμενον οὕτως ὑφ’ ἑτέρου κινεῖται· πρώτους δὲ λόγους ἐκάλεσεν ἐκείνους ὡς περὶ τῶν φυσικῶν ἀρχῶν πραγματευομένους. λέγει οὖν, ὅτι καὶ τὰ κατὰ τόπον κινούμενα ὑφ’ ἑτέρου κινεῖται, πάντα μὲν ὑπὸ τοῦ ἐξ ἀρχῆς ποιήσαντος· τὸ γὰρ εἰς πῦρ μεταβάλλον αὐτὸ αἴτιόν ἐστιν αὑτῷ καθ’ αὑτὸ τῆς ἐπὶ τὸ ἄνω κινήσεως· ἀλλὰ καὶ εἴ τι κωλύει φέρεσθαι ἢ τὸ πῦρ ἄνω ἢ τὴν γῆν κάτω, τὸ ὑποσπάσαν τὸ κωλῦον αἴτιόν ἐστιν αὐτῷ τῆς κινήσεως, ἀλλὰ κατὰ συμβεβηκὸς αἴτιον·2 καὶ τὸ ὅθεν, φησίν, ἀπεπήδησεν καὶ αὐτὸ κινεῖ πως, ὡς ὁ τοῖχος τὸν ἀποπαλλόμενον λίθον ἢ τὴν σφαῖραν. ἐπιστῆσαι δὲ χρή, εἰ φυσικὴ καὶ ἁπλῆ ἐστιν ἡ τοιαύτη κίνησις· οὔτε γὰρ ἄνω οὔτε κάτω, ἀλλ’ ἐπὶ τὰ πλάγια γίνεται. Ἐπὶ δὴ τούτοις συμπεραίνεται τὸ προσεχῶς προτεθὲν καὶ ἀποτεθέν, ὅπερ εἶπεν ἀπορεῖν τινας, διὰ τί τὰ μὲν ἄνω φέρεται τῶν σωμάτων, τὰ δὲ ἀεὶ κάτω κατὰ φύσιν, τὰ δὲ ἄνω καὶ κάτω· ἔδειξε γάρ, ὅτι τὸ ἐπὶ τὸν αὑτοῦ τόπον κινούμενον εἰς τὸ αὑτοῦ εἶδος καὶ τὴν ἑαυτοῦ τελειότητα κινεῖται, καὶ ὅτι ταὐτόν ἐστι ζητεῖν, διὰ τί φέρεται τὸ πῦρ ἄνω ἡ δὲ γῆ κάτω, καὶ διὰ τί τὸ ὑγιαστόν, ἂν κινῆται καὶ μεταβάλλῃ καθ’ ὃ ὑγιαστόν, εἰς ὑγείαν ἔρχεται, ἀλλ’ οὐκ εἰς λευκότητα.

“最初制造者也引起运动”至“且朝向自身处所被运送是什么也已被论及”。 在说明了按空间位置运动之物比起以其他方式运动之物在更大程度上在自身中具有运动原理之后,他提醒听者注意:这是相对于按性质运动之物以及按数量运动之物等其他事物作比较而说的,比起那些事物,按空间位置运动之物确实更为完满;因为它们本身在严格意义上也并非在自身中具有运动原理,而是在它们身上,在《自然学》第八卷中所说的话同样是真实的,即按自然本性运动之物中没有任何东西运动自身,而凡是如此运动之物都是被他者运动的;且他把那些论述称为“在先的论述”,因其探讨的是自然原理。因此他说,按空间位置运动之物也是被他者运动的,一切事物首先都是被最初制造它的东西运动的;因为将事物转变成火者,本身就是火向上运动的自身原因;但如果有某种东西阻碍火向上或阻碍土向下被运送,移去阻碍者便是它运动的原因,但这属于偶性原因;而且他说,事物从中弹跳开的地方自身也在某种程度上引起运动,正如墙壁[运动]弹回的石块或球体一样。然而必须注意的是,这种运动是否属于自然且单纯的运动;因为这种运动既非向上亦非向下,而是朝向侧面发生。在这之后,对于此前提出又被搁置的问题——即他说有人对此感到疑难:为何有的物体依自然本性始终向上运送,有的始终向下,有的则向上又向下——得出了结论;因为他指明了,朝向自身处所运动之物是朝向自身的形式与自身的完满性运动,并且去探问为何火向上运送而土向下运送,与去探问可治愈之物若在其作为可治愈者运动和转变时为何走向健康而非走向白,是同一回事。

§4.15#1

"Τὰς δὲ διαφορὰς καὶ τὰ συμβαίνοντα περὶ αὐτὰ ἕως τοῦ καὶ διὰ τὸ κενὸν τὸ κοῦφον." Κοινὴν αἰτίαν ἀποδοὺς τοῖς ζητοῦσι, διὰ τί τὰ μὲν ἄνω φέρεται τῶν σωμάτων, τὰ δὲ κάτω, τὰ δὲ καὶ ἄνω καὶ κάτω, ἐπὶ τὰς διαφορὰς τρέπεται νῦν, καθ’ ἃς τὰ μὲν βαρέα ἐστί, τὰ δὲ κοῦφα, τὰ δὲ ἐπαμφοτερίζει, καὶ τὰ συμβαίνοντα, ὅτι οὐ τὰ αὐτὰ δοκεῖ πανταχοῦ βαρέα ἢ κοῦφα εἶναι. λαμβάνει δὲ πρῶτον ἀπὸ τῆς κοινῆς ὑπολήψεως, ὅτι ἔστι τι ἁπλῶς βαρὺ καὶ ἁπλῶς κοῦφον, καὶ τίνα ταῦτά ἐστιν, ὕστερον δὲ καὶ προσαποδείξει αὐτά. λέγει οὖν· βαρὺ μὲν ἁπλῶς πᾶσι δοκεῖ τὸ πᾶσιν ὑφιστάμενον, κοῦφον δὲ ἁπλῶς τὸ πᾶσι τοῖς ἐπ’ εὐθείας κινουμένοις ἐπιπολάζον. εἶτα ἐξηγεῖται τὸ ἁπλῶς ὅπως εἴληπται· ἁπλῶς γὰρ λέγω, φησίν, εἴς τε τὸ γένος βλέπων, καὶ ὅσοις μὴ ἀμφότερα ὑπάρχει, κατὰ τὰ δύο ταῦτα τὸ ἁπλῶς χαρακτηρίζων. οἷς μὲν γὰρ ἀμφότερα ὑπάρχει καὶ κουφότης καὶ βαρύτης, ὥσπερ τοῖς μέσοις δύο στοιχείοις ἀέρι καὶ ὕδατι, διότι ἑκάτερον αὐτῶν ὑφίσταται μὲν τῷ ὑπερκειμένῳ ἐπιπολάζει δὲ τῷ ὑποκειμένῳ, ταῦτα οὐκ ἂν εἴη ἁπλῶς κοῦφα ἢ βαρέα, ἀλλὰ πρὸς μὲν τὰ ὑφιστάμενα αὐτοῖς κοῦφα πρὸς δὲ τὰ ἐπιπολάζοντα αὐτοῖς βαρέα· μόνον δὲ ἐκεῖνο ἁπλῶς κοῦφον τὸ μόνως κοῦφον ἀλλὰ μὴ καὶ βαρύ, καὶ μόνον ἁπλῶς βαρὺ τὸ μόνως βαρύ. εἰς δὲ τὸ γένος βλέπων εἶπεν ἀντὶ τοῦ εἰς τὴν φύσιν αὐτὴν καθ’ ὃ τοιοῦτον, ἀλλὰ μὴ εἰς τὴν πρὸς ἄλλο τι σύγκρισιν. τὸ δὲ τῇ φύσει τοιοῦτον δύο ταῦτα χαρακτηρίζειν φησὶ τό τε μὴ διὰ σμικρότητα ἢ μέγεθος τοιοῦτον, ἀλλ’ οὗ καὶ τὸ τυχὸν μόριον τὴν αὐτὴν δύναμιν ἔχει τῷ ὅλῳ,3 οἷον τοῦ πυρὸς τὸ τυχὸν μέγεθος ἄνω φέρεται, ἂν μή τι τύχῃ κωλῦον ἕτερον, ὥστε, κἂν μὴ ἐπιπολάζῃ ποτὲ τῷ ἐμποδίζεσθαι, τὸ οὕτω πεφυκὸς ἁπλῶς κοῦφόν ἐστιν· ὁμοίως δὲ καὶ τὸ ἁπλῶς βαρύ. δεύτερον δὲ τοῦ οὕτω πεφυκέναι σημεῖον τὸ τὴν αὐτὴν κίνησιν θᾶττον φέρεσθαι τὸ πλέον· ὁμοφυῶν γὰρ ὄντων, ὡς τὸ πλέον πρὸς τὸ ἔλαττον, οὕτω καὶ ἡ κίνησις ἔχει πρὸς τὴν κίνησιν. ἔοικε δὲ τὸ μὲν ὅσοις μὴ ἀμφότερα ὑπάρχει διορίζειν αὐτὰ τῶν μέσων δύο στοιχείων τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, ὧν ἑκατέρῳ ἀμφότερα ὑπάρχει καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ δὲ τῷ γένει τοιαῦτα εἶναι πρὸς τὰ πλήθει ἢ μεγέθει διοριζόμενα.

“关于其间的差异以及围绕它们所发生的事情”至“以及由于虚空而为轻”。 在向探问为何有的物体向上、有的向下、有的既向上又向下运送的人指明了共同原因之后,他现在转向了各项差异——某些事物依之是重的,某些是轻的,某些兼具二者——以及各种偶性属性,即同一事物并非在到处都被看似是重的或轻的。他首先依据共同信念接受了:存在着某种绝对重与绝对轻之物,以及它们是什么,随后他还会进一步证明它们。于是他说:在众人看来,绝对重者就是沉于万物之下者,而绝对轻者就是浮于一切作直线运动者之上者。接着他解释了“绝对”是如何被理解的;因为他说,“我着眼于属,以及那些不同时具有两者的事物,而说‘绝对’”,即依这两点来规定“绝对”。因为对于那些同时具有轻与重二者之物——正如空气与水这中间的两个元素,由于它们各自都沉于处在其上者之下而浮于处在其下者之上——这些事物不会是绝对轻或绝对重的,而是相对于沉于它们之下者是轻的,相对于浮于它们之上者是重的;唯有仅仅是轻而非同时也是重之物才是绝对轻的,且唯有仅仅是重之物才是绝对重的。而他说“着眼于属”,是用来代替“着眼于作为具有如此特性的自然本性自身,而非着眼于同他物的比较”。并且他说,依自然本性具有如此特性者具有这两个标志:它并非因微小或巨大而具有如此特性,而是任意偶然的部分都与整体具有相同的能力,例如火的任意大小都向上运送,除非碰巧有某种别的阻碍物,因此即使由于受阻而从未浮于表面,依自然具有如此特性的事物仍是绝对轻的;对于绝对重者亦是如此。而依自然具有如此特性的第二个标记,是更多量者以相同的运动运送得更快;因为由于它们同属一类,正如更多者相对于更少者,运动相对于运动亦是如此。而“那些不同时具有两者的事物”似乎将它们与中间的两个元素水和空气区分开来,后两者各自都兼具重与轻;而“在属上具有如此特性”似乎是将它们与依数量或大小被界定者区分开来。

语法注3 条
  1. 4.14ἐπεί, ὅτι οὐδὲ αὐτὰ κυρίως ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν

    原因连词 ἐπεί 引导带有 ὅτι 的从句,构成“因为[事实上]连它们自身在严格意义上也并非在自身中具有运动原理”的因果骨架,以此依据《自然学》第八卷的结论说明前文关于运动原理在自身之中的断言仅是相对而言。

  2. 4.14τὸ ὑποσπάσαν τὸ κωλῦον αἴτιόν ἐστιν αὐτῷ τῆς κινήσεως, ἀλλὰ κατὰ συμβεβηκὸς αἴτιον

    实体化分词 τὸ ὑποσπάσαν 作主语,意为“抽去阻碍物者”。述词名词 αἴτιον 再次出现,并被明确界定为偶性原因(κατὰ συμβεβηκὸς αἴτιον),与作为本然原因的最初生成者相对立。

  3. 4.15τό τε μὴ διὰ σμικρότητα ἢ μέγεθος τοιοῦτον, ἀλλ’ οὗ καὶ τὸ τυχὸν μόριον τὴν αὐτὴν δύναμιν ἔχει τῷ ὅλῳ

    由 τό τε ... ἀλλ' ... 构成的结构,表述了依自然本性而如此的第一项标志:并非因微小或巨大而如此,而是任意偶得的部分都与整体具有相同的潜能/力量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:706.8-708.8