- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:704.25-706.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘依据亚里士多德的文本(311a1),论述了处于生成中之物与已在现实中之物朝向固有处所的运动都是达到相的完满性,并通过引入第一潜能与第二潜能的区分来化解相关疑难。
" Ὅταν μὲν οὖν γίνηται ἐξ ὕδατος ἀὴρ ἕως τοῦ φέρεται εὐθύς." Εἰπών, ὅτι τὰ εἰς τὸν αὑτῶν τόπον κινούμενα εἰς τὸ αὑτῶν εἶδος κινεῖται καὶ τὴν αὑτῶν τελειότητα, ἐπειδὴ καὶ ἡ γῆ ἤδη οὖσα ἐπὶ τὸ κάτω κινεῖται καὶ πῦρ ἤδη ὂν ἐπὶ τὸ ἄνω,1 διάκρισιν παραδίδωσιν ἡμῖν τῶν τε ἐν τῷ γίνεσθαι καὶ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν τὴν ἑαυτῶν κίνησιν κινουμένων καὶ τῶν ἤδη ὄντων καὶ λέγει, ὅτι, ὅταν γίνηται ἐξ ὕδατος ἀὴρ καὶ ὅλως ἐκ βαρέος τινὸς κοῦφον, ἔρχεται εἰς τὸ ἄνω, ἅμα δὲ τῷ ἀπολαβεῖν τὸ εἶδος καὶ γενέσθαι κοῦφον τελέως οὐκέτι γίνεται κοῦφον, ἀλλ’ ἔστιν. εἰ οὖν κοῦφον τὸ ἐπιπολάζον, ἄνω ἤδη ἐστί· φανερὸν οὖν, ὅτι δυνάμει ὂν κοῦφον καὶ εἰς ἐντελέχειαν ἰὸν κινεῖται ἐπὶ τὸ ἄνω, ἐνεργείᾳ δὲ γενόμενον ἔστιν ἐκεῖ. εἰπὼν δὲ περὶ τῶν κατὰ τόπον, ὅτι εἰς ἐντελέχειαν ἰόντα ἔρχεται ἐκεῖ· τοπικὸν γὰρ τὸ ἐκεῖ· ἐπάγει καὶ περὶ τῶν ἄλλων κινήσεων συντόμως, ὅτι κατὰ τὸ ποσὸν εἰς ἐντελέχειαν ἰόντα ἔρχεται εἰς τὸ τοσοῦτον καὶ κατὰ τὸ ποιὸν εἰς τὸ τοιοῦτον, ὅπου τε ἡ ἐντελέχεια, οἷον ἄνω, καὶ ὅσου ἦν, εἰ τύχοι, διπήχεος, καὶ οἵου, εἰ τύχοι, λευκοῦ.2 εἰπὼν δὲ περὶ τῶν γινομένων ἐπάγει καὶ περὶ τῶν ἤδη ὄντων ἐνεργείᾳ τοῦ ἤδη ὄντος πυρὸς καὶ τῆς ἤδη οὔσης γῆς, ὅτι καὶ ἐπὶ τούτων τὸ αὐτὸ αἴτιόν ἐστι τοῦ εἰς τὸν αὑτῶν κινεῖσθαι τόπον μηδενὸς ἐμποδίζοντος, ὅπερ καὶ ἐπὶ τῶν ἔτι γινομένων. καὶ γὰρ τὰ ἐνεργείᾳ ὄντα καὶ βίᾳ ἐν ἀλλοτρίῳ τόπῳ κατεχόμενα ἢ καὶ ἀθρόως ἐν ἀλλοτρίῳ τόπῳ γινόμενα, ὡς τὸ ἐνταῦθα ἐξαπτόμενον πῦρ ἢ ὁ ἐν νέφεσι συνιστάμενος λίθος, καὶ ταῦτα μηδενὸς ἐμποδίζοντος φέρεται ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς προσήκοντα τόπον, ἐν ᾧ γενόμενα τὴν τελειότητα τοῦ εἴδους ἀπολαμβάνει. εἴτε γὰρ διὰ τοῦτό ἐστιν ἐν ἀλλοτρίῳ τόπῳ, ὅτι ἐκεῖ ἐγένετο, μετέχει πως ἔτι τῆς ἐναντίας φύσεως, ἐξ ἧς μετέβαλεν, ἣν ἀποτίθεται πρὸς τὸν οἰκεῖον φερόμενον τόπον, εἴτε ὡς βίᾳ κατεχόμενον, καὶ οὕτω παρὰ φύσιν πως διάκειται· τὸ γὰρ ἐπιπολάζειν πεφυκός, ἐὰν ὑφίστασθαι τοῖς ἄλλοις βιάζηται, ἢ τὸ ὑφίστασθαι πεφυκός, ἐὰν ἀπηρτῆσθαι καὶ ἐπιπολάζειν ἀναγκάζηται, παρὰ φύσιν διάκειται τότε, ὥστε καὶ τὰ ἐνεργείᾳ ἤδη εἶναι δοκοῦντα, ὅταν ἐν ἀλλοτρίοις τόποις ᾖ, ἀτελῆ πώς ἐστι καὶ ἔχει τι δυνάμει καὶ κινεῖται πρὸς τὸ ἐνεργείᾳ καὶ τὸ τέλειον ἐπειγόμενα. καὶ ὅτι καὶ τὰ ἐνεργείᾳ ἤδη εἶναι δοκοῦντα ἐμποδιζόμενα δὲ ἔχειν τι δυνάμει βούλεται, δηλοῖ ἐπαγαγών· καὶ γὰρ ἡ τροφὴ καὶ τὸ ὑγιαστόν, ὅταν τὸ κωλῦον ἀρθῇ, φέρεται ἐπὶ τὸ ἑαυτῶν ἐνεργείᾳ δυνάμει τέως ὄντα· καὶ γὰρ ἡ τροφή, ὅταν ἐνεργείᾳ γένηται τοῦτο, ὃ ἦν δυνάμει, οἷον σάρξ, τότε προστίθεται καὶ τρέφει καὶ αὔξει ἐκεῖνο, οὗ λέγεται εἶναι τροφή. πολλὴν δὲ ἔχει τὸ δυνάμει διαφορὰν ἔν τε τῷ ἤδη γεγονότι καὶ ἐν τῷ μήπω τὸ εἶδος ἀπειληφότι· τοῦτο μὲν γάρ ἐστιν ὡς τὸ ἐν τῷ παιδὶ γραμματικόν, ἐκεῖνο δὲ ὡς τὸ ἐν τῷ τὴν μὲν ἕξιν ἔχοντι τὴν γραμματικήν, μὴ ἐνεργοῦντι δὲ κατὰ ταύτην·3 τοιοῦτον δὲ καὶ τοῦ κατὰ τόπον κινουμένου τὸ δυνάμει. καὶ ἔοικεν ὁ Ἀριστοτέλης διὰ τούτων ἔνστασιν λύειν τινὰ τὴν λέγουσαν· εἰ τὸ φερόμενον ἐπὶ τὸν οἰκεῖον τόπον κατὰ φύσιν ἐπὶ τὸ οἰκεῖον εἶδος φέρεται, διὰ τί τὸ ἀπειληφὸς ἤδη τὸ οἰκεῖον εἶδος ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον; καὶ λέγει, ὅτι τότε τὸ οἰκεῖον εἶδος ἀπολαμβάνει τελέως τὸ κατὰ τόπον κινούμενον, ὅταν ἐν τῷ οἰκείῳ γένηται τόπῳ.
“因此,当水生成空气时”至“便立即被运送”。 在说明了朝向自身处所运动之物是朝向自身的相与自身的完满性运动之后,既然已经存在的土也向下运动,且已经存在的火也向上运动,他便向我们指明了处于生成过程中且通过从潜能向现实转变而作自身运动之物,与已经存在之物之间的区别;并且他说,当空气从水生成,以及总的说来轻者从某种重者生成时,它走向上面,但在一接收到相并完全成为轻者的同时,它便不再是正在成为轻者,而是[作为轻者]存在着。因此,如果浮于表面者是轻者,那么它就已经在上面了;显然,在潜能中为轻者且走向隐德来希之物,向上运动,而一旦在现实中生成,便在那里。在论及按空间位置[运动]之物走向隐德来希便是去往那里(因为“那里”是位置性的)之后,他又简要地补充论及其他运动说:按数量走向隐德来希便走向那么大,按性质走向隐德来希便走向那样,即隐德来希所在之处(如上面),以及[隐德来希的]大小(若刚好是两肘长),以及[隐德来希的]品质(若刚好是白色的)。在论及生成之物后,他又补充论及已经在现实中存在之物,即已经在现实中的火与已经在现实中的土说:在没有任何阻碍时它们向自身处所运动的原因,与那些仍在生成过程中的事物的原因是相同的。因为那些在现实中存在且被强力滞留于异己处所之物,抑或在异己处所一举生成之物——如在此处点燃的火或在云中凝聚的石块——这些东西在没有任何阻碍时,也会被运送到依自然本性属于它们的处所,并在处于其中时接收到相的完满性。因为无论它是由于在那里生成而在异己处所(若是这样,它在某种程度上仍分有着它所由变化的相反自然本性,而在朝向固有处所被运送时将之蜕去),抑或是作为被强力滞留者,这样也是在某种程度上处于反自然的状态;因为天生浮于表面者如果被强迫沉于他物之下,或者天生沉于下者如果被迫悬起并浮于表面,此时便处于反自然状态,以至于那些看似已在现实中存在之物,每当处于异己处所时,也都在某种程度上是不完满的,并带有某种潜能,且在迫切奔向现实与完满时运动。至于他主张那些看似已在现实中存在但受到阻碍之物也带有某种潜能,这一点从他接下去所补充的便可清楚看出:因为滋养物与可治愈之物,每当阻碍物被移去时,此前暂时处于潜能之物便朝向自身在现实中的状态被运送;因为滋养物也是在现实中成为它此前在潜能中所是的东西(例如肉)时,才被添加进去,滋养并增大它被称作是其滋养物的那个东西。然而,“处于潜能”在已经生成之物中与在尚未接收相之物中具有极大的差别;因为后者如同孩童身上的文法才能,而前者则如同具有文法品质但并未依之活动者身上的[才能];而按空间位置运动之物的潜能亦是如此。亚里士多德通过这些论述似乎在解决某种异论,该异论称:“如果按自然本性被运向固有处所之物是朝向固有之相被运送,为何已经接收了固有之相的事物还要被运向固有处所?”于是他说:按空间位置运动之物,恰恰是在处于固有处所之中时,才完满地接收到固有的相。
- 4.13ἐπειδὴ καὶ ἡ γῆ ἤδη οὖσα ἐπὶ τὸ κάτω κινεῖται καὶ πῦρ ἤδη ὂν ἐπὶ τὸ ἄνω
由 ἐπειδή 引导的原因从句,解释了亚里士多德为何要在此引入“处于生成中之物”与“已存在之物”的区分(διάκρισιν):即不仅处于生成中的元素,连已经在实体上完备的土和火也会作空间运动,这一事实促成了此种区分。
- 4.13ὅπου τε ἡ ἐντελέχεια, οἷον ἄνω, καὶ ὅσου ἦν, εἰ τύχοι, διπήχεος, καὶ οἵου, εἰ τύχοι, λευκοῦ.
由关系副词和关系代词构成的极为紧凑的省略结构。它将前面提及的“处所”、“数量”和“性质”三种隐德来希并列呈现:ὅπου 指处所(如上面),ὅσου 指数量(如两肘长),οἵου 指性质(如白),ὅσου ἦν 与 οἵου 中均承前省略了主语 ἡ ἐντελέχεια(及系动词)。
- 4.13τοῦτο μὲν γάρ ἐστιν ὡς τὸ ἐν τῷ παιδὶ γραμματικόν, ἐκεῖνο δὲ ὡς τὸ ἐν τῷ τὴν μὲν ἕξιν ἔχοντι τὴν γραμματικήν, μὴ ἐνεργοῦντι δὲ κατὰ ταύτην
指示代词 τοῦτο 与 ἐκεῖνο 分别照应前文提到的“已经生成之物”与“尚未接收相之物”。按照古典希腊语的近指与远指惯例,语序上较近的后者(尚未接收相者)由 τοῦτο(此)承接(如孩童的潜能),而较远的前者(已经生成者)由 ἐκεῖνο(彼)承接(如具有文法品质而未活动者的潜能)。
