← 辛普里丘

亚里士多德《论天》注释

§702.28-704.24

空间运动的完满性与在实体上的第一性

辛普里丘阐释了为何空间位置运动比其他运动更多地在自身内部包含变化的本原,论证了按空间位置运动之物在实体上已属完整完满,其质料(潜能)与实体(完满的相与现实活动)最为切近,并通过两条证据论证了在生成上居后者在实体上实为第一位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#2

καλῶς δὲ προσέθηκε τὸ μικρᾶς γενομένης ἐν τοῖς ἔξω κινήσεως δεικνύς, ὅτι οὐχ ὁμοίως τοῖς κατὰ τόπον κινουμένοις τὴν ὅλην τῆς κινήσεως αἰτίαν ἐξ ἑαυτῶν ἔχουσι ταῦτα· καὶ γὰρ τροφῆς δεῖται προσφερομένης καὶ τὸ αὐξόμενον καὶ τὸ ὑγιαζόμενον καὶ ἀέρων εὐκρασίας· τὸ μέντοι ὑγιάζον καὶ αὖξον προσεχῶς ἡ φύσις ἐστὶν ἡ τούτοις χρωμένη. εἰπὼν δέ, ὅτι εἰς ὑγείαν ἐξ ἑαυτοῦ μεταβάλλει βραχείας ἔξωθεν δεηθέντα συνάρσεως, προστίθησιν, ὅτι τὸ αὐτό ἐστι τὸ ὑγιαστὸν καὶ τὸ νόσου δεκτικόν, διό, ἂν μὲν καθ’ ὃ ὑγιαστὸν κινηθῇ, εἰς ὑγείαν φέρεται, ἂν δὲ καθ’ ὃ νοσερόν, εἰς νόσον· ἕκαστον γὰρ ἐπ’ ἐκεῖνο κινεῖται, πρὸς ὃ τὴν δύναμιν ἔχει. συναγαγὼν οὖν, ὅτι τὰ κατὰ τόπον κινούμενα (ταῦτα γάρ ἐστι τὸ βαρὺ καὶ κοῦφον) μᾶλλον τῶν ἄλλως κινουμένων ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως ἀρχήν, τὴν αἰτίαν ἐπήγαγε τούτου τὸ τὰ κατὰ τόπον κινούμενα τελειότερα εἶναι, τὰ δὲ τελειότερα καὶ ἤδη ὄντα κατ’ ἐνέργειαν μᾶλλον ἔχειν ἐν ἑαυτοῖς τὴν τῆς κινήσεως ἀρχήν. διὰ τοῦτο γὰρ καὶ τὰ ζῷα καὶ ὅλως τὰ ἔμψυχα τελειότερα τῶν ἄλλων ὄντα τούτῳ μάλιστα πλεονεκτεῖ τῷ ἐξ ἑαυτῶν κινεῖσθαι· τὸ γὰρ ἀτελὲς καὶ μηδέπω ὂν ὑπὸ τούτου κινεῖται, ὑφ’ οὗ καὶ γίνεται. τοῦ δὲ τελειότερα τὰ κατὰ τόπον κινούμενα εἶναι αἴτιον ἐπήγαγε τὸ τὴν τούτων ὕλην ἐγγύτατα τῆς οὐσίας εἶναι1 ἀσαφῶς τὸ αἴτιον αἰνιξάμενος· ὕλην μὲν γὰρ λέγει τὴν ἐπιτηδειότητα αὐτῶν καὶ τὸ δυνάμει, οὐσίαν δὲ τὸ τέλειον αὐτῶν εἶδος· πᾶν γὰρ τὸ δυνάμει ὕλη ἐστὶ πρὸς τοῦτο, ὃ δύναται, καὶ ἡ ἑκάστου οὐσία κατὰ τὸ τέλειον αὐτοῦ εἶδος ἀφώρισται. ἐπεὶ οὖν τὰ κατὰ τόπον κινούμενα οὐ κατά τι τῶν ἐν ἑαυτοῖς μεταβάλλει, ἀλλὰ κατὰ τὸν τόπον μόνον, κἂν ἔχῃ τι ἀτελὲς ἔτι, διὸ καὶ κινεῖται, τὰ οὖν κατ’ οὐσίαν ἤδη τέλεια ἐγγύς ἐστι τῆς κατὰ τόπον τελειότητος· ἡ γὰρ κατὰ τὴν τοπικὴν κίνησιν ἐπιτηδειότης οὐχ ὡς πρὸς οὐσίαν ἀλλ’ ὡς πρὸς ἐνέργειαν ἵεται, διὸ καὶ τὰ θεῖα σώματα τὴν κίνησιν ταύτην οὐκ ἀπηξίωσε κινηθῆναι ὡς πολὺ τὸ ἐνεργητικὸν ἔχουσαν. τὸ μὲν γὰρ ἀλλοιοῦσθαι καὶ τὸ αὔξεσθαι καὶ ἔτι πρὸ τούτων τὸ γίνεσθαι πάθη μᾶλλόν ἐστιν, ἡ δὲ κατὰ τόπον κίνησις ἐνέργειά ἐστι μᾶλλον, διὸ τὰ κατὰ τόπον κινούμενα, καθ’ ὃ μὲν κινεῖται ὅλως, οὐδέπω μὲν τὴν κατὰ τοῦτο τελειότητα ἀπείληφεν, εἴ γε ἐπὶ τὴν ἐντελέχειαν καὶ τὸ εἶδος τὸ ἑαυτῶν τὸ κατὰ τοῦτο κινεῖται, ἀφικόμενα δὲ εἰς τὸν οἰκεῖον τόπον διὰ τῆς κατὰ τόπον κινήσεως τὴν οἰκείαν ἀπολαμβάνει κατὰ τοῦτο τελειότητα ἐνεργείᾳ γινόμενα τοῦτο, ὃ τέως ἦν δυνάμει μόνον. εἰκότως οὖν τὴν τούτων ἐπιτηδειότητα ἐγγύτατα τῆς κατ’ αὐτὴν τελειότητος εἶπεν, εἴ γε τέλεια ὄντα κατ’ οὐσίαν ἐνεργεῖν δεῖται μόνον, καὶ εἴ γε διὰ τῆς ἐξ ἑαυτῶν κινήσεως αὐτῆς τυγχάνει οὐδενὸς ἄλλου δεόμενα. Ὅτι δὲ ἐγγὺς τῆς τελειότητός ἐστι καὶ τελειότερα τῶν ἄλλως κινουμένων τὰ κατὰ τόπον κινούμενα, σημεῖα παράγει δύο, ἓν μὲν τὸ ἀπολελυμένων εἶναι τὴν τοιαύτην κίνησιν,2 τουτέστιν ὁλοκλήρων κατ’ οὐσίαν ὄντων καὶ οὐ κατά τι τῶν ἐν ἑαυτοῖς μεταβαλλόντων· τὰ γὰρ γινόμενα καὶ αὐξόμενα καὶ ἀλλοιούμενα οὔπω ἀπολελυμένα ἐστὶν εἰς τὴν καθ’ ἑαυτὰ ὑπόστασιν· δεύτερον δὲ ἐκ τοῦ τὰ κατὰ τόπον κινούμενα ὕστερα κατὰ τὴν γένεσιν εἶναι, τὰ δὲ κατὰ τὴν γένεσιν ὕστερα τελειότερα εἶναι· καὶ γὰρ ἐπὶ ζῴων τὰ ἀτελῆ τῶν τελείων ἐν τῇ γενέσει προηγεῖται, σπέρμα καὶ καταμήνιον, εἰ τύχοι, καὶ ἐμβρύου κατ’ ὀλίγον διάπλασις καὶ ἀπότεξις τῆς μετὰ χρόνον τοῦ τεχθέντος τελειώσεως, ὥστε ὅμοιον ἑαυτῷ γεννῆσαι· καὶ ἐπὶ φυτῶν ὁμοίως ἐξ ἀτελοῦς ἕκαστον εἰς τὸ τέλειον πρόεισι. τὸ δὲ τελειότερον πρότερον τῇ οὐσίᾳ ὡς ἕνεκεν τούτου καὶ τῶν ἄλλων προειλημμένων.3 ἀλλὰ μὴν καὶ ἡ κατὰ τόπον κίνησις ὑστέρα τῶν ἄλλων καὶ ἐν ζῴοις καὶ ἐν ἀψύχοις παραγίνεται· ἤδη γὰρ τελειωθέντα τὰ ζῷα κινεῖται κατὰ τόπον, καὶ τὰ φυσικὰ σώματα τελειωθέντα τὴν κατὰ φύσιν ἑαυτῶν κίνησιν τὴν κατὰ τόπον ἀπολαμβάνει, πῦρ μὲν γενόμενον τὴν πρὸς τὸ ἔσχατον, γῆ δὲ τὴν πρὸς τὸ μέσον. προηγεῖται δὲ ἡ ἀλλοίωσις καὶ ἐπ’ αὐτῇ ἡ αὔξησις, καὶ οὕτως ἡ κατὰ τόπον κίνησις ἐπιγίνεται καὶ μάλιστα ἐπὶ τῶν τελειοτέρων, οἷα τὰ ζῷά ἐστι. τελειωθέντα γὰρ ἤδη καὶ ἀπολελυμένα ταῦτα τὴν προσήκουσαν τοῖς ζῴοις τοπικὴν κινεῖται κίνησιν. ὥστε πρώτη ἂν εἴη κατὰ τὴν οὐσίαν ἡ τοπικὴ κίνησις τῶν ἄλλων ὑστέρα καὶ τῷ χρόνῳ καὶ τῇ τάξει παραγινομένη.

但他加上“当外部事物中发生了微小的运动时”这一句是非常贴切的,以此表明这些事物并不像按空间位置运动之物那样,从自身具有运动的全部原因;因为生长之物与被治愈之物都需要被提供的滋养物,也需要适度的空气调和;然而直接实施治愈和促成生长的是利用这些东西的自然本性。在说明了在需要外部的微小协助时它是从自身向健康变化之后,他又补充说,可治愈者与能接受疾病者是同一种东西,因此,如果它在其作为可治愈者的意义上被推动,它就趋向健康,但若在其作为易患病者的意义上,就趋向疾病;因为每一事物都是朝向它对其具有潜能的事物运动的。于是,在推论出按空间位置运动之物(因为这些正是重者与轻者)比以其他方式运动之物更多地在自身内部具有运动的本原之后,他引入了造成这一情况的原因:按空间位置运动之物更为完满,而更为完满且已在现实中存在之物,则更多地在自身内部具有运动的本原。正因如此,动物以及一切有灵魂之物,由于比其他事物更为完满,因而在从自身运动这一点上尤为占优;因为不完满且尚未[完全]存在之物,是由它亦借以生成的东西所推动的。至于按空间位置运动之物更为完满的原因,他引入了它们的质料与实体极为切近这一事实,极为隐晦地暗示了这一原因;因为他将它们的适应性与潜能称为“质料”,而将它们完满的相称为“实体”;因为一切潜能之物对于它所能成为的这一事物而言都是质料,而每一事物的实体都是依其完满的相而被界定的。既然按空间位置运动之物并非按照其自身的任何东西变化,而仅仅是按照空间位置变化,即便它仍带有某种不完满性(正因如此它才运动),那么在实体上已经完满的事物便邻近于按空间位置的完满性;因为依空间位置运动的适应性所追求的不是朝向实体,而是朝向现实活动,所以连神圣的物体也没有轻慢于作这种运动,因其具有极大的能动性。因为受异质变化和生长,以及在此之前的生成,在更大程度上是受动,而按空间位置的运动在更大程度上是现实活动;因此按空间位置运动之物,就其总归在运动而言,尚未获得按此[位置]的完满性(如果它确实是朝向依此的自身隐德来希与相运动的话),但通过按空间位置的运动到达固有的处所后,它便获得了固有的按此的完满性,在现实中成为此前暂时仅在潜能中所是的东西。因此,如果说在实体上完满的事物仅需要进行现实活动,而且如果说通过来自自身的运动它们无需任何其他事物便能达到这一点,那么他称它们的适应性与依其自身的完满性极为切近,就是理所当然的。 为了说明按空间位置运动之物邻近于完满性且比以其他方式运动之物更为完满,他提出了两个证据:其一是,此类运动属于已独立之物,即在实体上完整无缺且不依其自身的任何东西发生变化之物;因为生成之物、生长之物和受异质变化之物,尚未就其自身的自立存在而独立出来;第二[证据]则来自按空间位置运动之物在生成上居后,而在生成上居后者更为完满这一事实;因为在动物身上,不完满者在生成中亦先于完满者——如精子与经血(若刚好是这样),以及胚胎的逐步成形和分娩,先于出生之物历经时间后达到完满以产生与自身类似之物;在植物中同样,每一事物都是从不完满走向完满。然而更为完满者在实体上是更在先的,因为其他事物都是为了它而预先被获取的。再者,按空间位置的运动在动物与无生命物中也是晚于其他运动出现的;因为动物在已经完满之后才按空间位置运动,而自然物体在完满之后才获得其本性的按空间位置的运动(火在生成后获得朝向极外处的运动,而土获得朝向中心的运动)。相反,受异质变化居先,随之是生长,按空间位置的运动就是这样后继发生的,尤其是在如动物这类更为完满之物中。因为正是当这些事物已经完满并独立之后,才进行适合于动物的空间位置运动。从而,无论在时间上还是在秩序上都在其他运动之后出现的空间位置运动,在实体上当是第一位的。

语法注3 条
  1. 4.12τοῦ δὲ τελειότερα τὰ κατὰ τόπον κινούμενα εἶναι αἴτιον ἐπήγαγε τὸ τὴν τούτων ὕλην ἐγγύτατα τῆς οὐσίας εἶναι

    主句谓语动词 ἐπήγαγε 的直接宾语是带冠词的不定式短语 τὸ τὴν τούτων ὕλην ἐγγύτατα τῆς οὐσίας εἶναι(宾格),αἴτιον 作其谓述宾格(“引入……作为原因”)。句首属格带冠词不定式短语 τοῦ δὲ τελειότερα τὰ κατὰ τόπον κινούμενα εἶναι 修饰 αἴτιον,充当宾格性属格(“按空间位置运动之物更为完满这一事实的[原因]”)。

  2. 4.12ἓν μὲν τὸ ἀπολελυμένων εἶναι τὴν τοιαύτην κίνησιν

    在带冠词的不定式短语 τὸ ... εἶναι 中,宾格主语为 τὴν τοιαύτην κίνησιν(“此类运动”),谓语为领属性属格 ἀπολελυμένων(“属于已独立者”)。分词 ἀπολελυμένων 指脱离了质或量的内在变化而在实体上独立自存的物体。

  3. 4.12ὡς ἕνεκεν τούτου καὶ τῶν ἄλλων προειλημμένων

    表示理由的 ὡς 引导属格绝对结构 τῶν ἄλλων προειλημμένων(“其他事物被预先获取”)。介词短语 ἕνεκεν τούτου 意为“为了这[更为完满之物]”,表明目的因相对于在先发生的条件具有实体上的优先性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:702.28-704.24