- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:701.1-702.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德《论天》第四卷第三章(310b16),亚里士多德在此处通过与其他运动(作为从潜能到现实的过渡的异质变化与生长)的类比来证实空间位置运动,并讨论了关于内在变化本原的差异,辛普利丘同时结合亚历山大指出的文本异读进行了辨析。
" Τὸ δὲ ζητεῖν, διὰ τί φέρεται τὸ πῦρ ἄνω ἕως τοῦ ὥστε πρώτη ἂν εἴη καὶ κατὰ τὴν οὐσίαν αὕτη ἡ κίνησις." Δείξας, ὅτι τὰ ἄνω καὶ τὰ κάτω φερόμενα κατὰ φύσιν ὡς ἐπὶ τὸ οἰκεῖον εἶδος καὶ τὴν οἰκείαν τελειότητα φέρεται καὶ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, οὗ τὴν δύναμιν εἶχε, νῦν τοῦτο πιστοῦται1 καὶ ἀπὸ τῶν ἄλλων κινήσεων δεικνύς, ὅτι, ὡς ἐπ’ ἐκείνων ἀπὸ τοῦ δυνάμει εἰς τὸ οἰκεῖον ἐνεργείᾳ καὶ οὐκ εἰς ἄλλο τι γίνεται ἡ κατὰ φύσιν μεταβολή, οὕτω καὶ ἐπὶ τῆς κατὰ τόπον ἔχει. διό, φησίν, οὐδὲν διαφέρει ζητεῖν, διὰ τί τὸ πῦρ ἄνω φέρεται ἡ δὲ γῆ κάτω, τοῦ ζητεῖν, διὰ τί τὸ ὑγιαστόν, ἄν, καθ’ ὃ ὑγιαστόν ἐστι, μεταβάλλῃ, εἰς ὑγείαν ἔρχεται, ἀλλ’ οὐκ εἰς λευκότητα· ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τὰ ἀλλοιωτά. καὶ τὸ αὐξητὸν δέ, ὅταν μεταβάλλῃ, καθ’ ὃ αὐξητόν, οὐκ εἰς ὑγείαν ἔρχεται οὐδὲ εἰς ἄλλην ποιότητα, ἀλλ’ εἰς μεγέθους ὑπεροχήν, διότι κατὰ ποσόν ἐστιν ἡ μεταβολή, ἀλλ’ οὐ κατὰ ποιόν. οὕτως οὖν καὶ ἐν τοῖς κατὰ τόπον κινουμένοις τὰ μὲν κοῦφα ἄνω τὰ δὲ βαρέα κάτω καὶ οὐκ ἐπ’ ἄλλο τι κινεῖσθαι πεφύκασι· τὸ γὰρ πῦρ κάτω ὂν κοῦφον οὕτως ἐστὶ καὶ λέγεται ὡς ἐπιπολαστικὸν καὶ δυνάμει τέως ἔχον τὸ ἐπιπολάζειν, ὁμοίως δὲ καὶ ἡ γῆ ἄνω ὡς ὑποστατικὸν καὶ δυνάμει τέως ἔχουσα τὸ ὑφίστασθαι, ὡς καὶ τὸ ὑγιαστόν. ὅταν δὲ κινῆται, καθ’ ὃ τοιαῦτα, τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω καὶ τὸ ἐπιπολάζειν ὡς ἐπ’ οἰκεῖον εἶδος καὶ τὸ ἐνεργείᾳ τὸ ἑαυτοῦ κινεῖται καὶ τὴν τελειότητα, ἡ δὲ γῆ ἐπὶ τὸ κάτω καὶ τὸ ὑφίστασθαι, καὶ οὐκ ἐπ’ ἄλλο τι κατὰ φύσιν οὐδέτερον. ταῦτα δέ, ὡς καὶ μετ’ ὀλίγον μαθησόμεθα, λέγεται ἐπὶ τῶν ἔτι γινομένων καὶ μεταβαλλόντων καὶ μήπω τὴν ἑαυτῶν τελειότητα καὶ τὸ ἐνεργείᾳ τὸ ἑαυτῶν τελέως ἀπειληφότων, ἀλλ’ ἐπὶ τοῦτο κινουμένων, ὅπερ ὑπάρχει καὶ τῷ κάτω ὄντι πυρὶ καὶ τῇ ἄνω οὔσῃ γῇ. ἐναργέστερον δὲ ἐπὶ τῶν ἀναθυμιάσεων ὁρᾶται οὔπω τελέως εἰς ἀέρα τῆς μεταβολῆς γινομένης καὶ ἐπὶ τῶν ἐξυδατουμένων, ὡς ἡ δρόσος ἔχει καὶ ἡ πάχνη· φέρεται γὰρ ταῦτα οὔπω ὄντα ἐνεργείᾳ ἀὴρ ἢ ὕδωρ. Ἐπισημαίνεται δὲ πρὸς τὰς γραφὰς ὁ Ἀλέξανδρος λέγων, ὅτι ἀντὶ τοῦ τὸ δὲ ζητεῖν ἄμεινον ἦν “τὸ δὴ ζητεῖν” γεγράφθαι, διότι τοῦτο ὡς ἐπὶ προδεδειγμένοις ἐπήχθη. δύναται δὲ καὶ διὰ τοῦ ει γεγράφθαι καλῶς2 τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας κινήσεις τῶν κατὰ τόπον κινουμένων παραδεικνύον καὶ ἀπ’ ἐκείνων ταύτην πιστούμενον. “καὶ τὸ ὁμοίως καὶ τούτων ἕκαστον ἤτοι, φησίν, ἔδει γεγράφθαι ‘ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον’ ἢ ‘ὁμοίως δὲ ὡς τούτων ἕκαστον’· τὸ γὰρ ἀκόλουθον, φησίν, ἐστίν, ὡς ταῦτα, οὕτω καὶ τὰ ἐν τόπῳ.” μήποτε δὲ οὐδεμιᾶς ὑπαλλαγῆς ἡ λέξις δεῖται, ἐὰν κατὰ συναφὴν ἀναγνωσθῇ· λέγει γὰρ ὁμοίως δὲ καὶ τούτων ἕκαστον, τὸ μὲν ἐν τῷ ποιῷ, τὸ δὲ ἐν τῷ ποσῷ μεταβάλλει, καὶ ἐν τόπῳ τὰ μὲν κοῦφα ἄνω, τὰ δὲ βαρέα κάτω. πῶς γὰρ ἂν εἶπεν ἕκαστον ἐπὶ δυοῖν τοῦ τε κατὰ ποιότητα καὶ τοῦ κατὰ ποσότητα μεταβάλλοντος, εἰ μὴ τρίτον αὐτοῖς τὸ κατὰ τόπον συνέταττεν;3 ἐπιστῆσαι δὲ χρή, ὅτι δυνάμενος καὶ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλόντων, τουτέστι τῶν γινομένων, τὰ αὐτὰ λέγειν ὁ Ἀριστοτέλης, ἅπερ ἐπὶ τῶν ἀλλοιουμένων, ὅτι καὶ ἐκεῖνα4 ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλει, παρῆκεν ὅμως ἐκεῖνα, διότι οὐδὲ κινεῖσθαι βούλεται αὐτὰ μήπω ὄντα, ἅπερ λέγεται, τὴν δὲ κίνησιν ἐν τοῖς τρισὶν ἀπολείπει τοῖς κατὰ ποσότητα καὶ ποιότητα καὶ κατὰ τόπον μεταβάλλουσι, διὸ ὡς ἀπὸ ὁμοίων τῶν αὐξομένων καὶ ἀλλοιουμένων τὰ κατὰ τόπον κινούμενα ἐπιστώσατο. Εἰπὼν δὲ ὁμοίως ἔχειν τὰς ζητήσεις ἐπί τε τῶν κατὰ τόπον κινουμένων, διὰ τί ἡ μὲν γῆ κάτω τὸ δὲ πῦρ ἄνω κινεῖται, καὶ ἐπὶ τῶν κατὰ ποσότητα καὶ ποιότητα, ἐφεξῆς τὴν διαφορὰν τῆς κατὰ τόπον κινήσεως πρὸς τὰς ἄλλας παραδίδωσιν, ὅτι τὰ μὲν κατὰ τόπον κινούμενα ἐν αὐτοῖς ἔχειν δοκεῖ τὴν ἀρχὴν τῆς μεταβολῆς τὴν βαρύτητα καὶ τὴν κουφότητα, τὰ δὲ κατὰ ποιότητα καὶ ποσότητα οὐκέτι, ἀλλ’ ὑπ’ ἄλλων κινεῖται τῶν ἔξωθεν αὐτὰ μεταβαλλόντων, οἷον τῶν ἀλλοιούντων καὶ αὐξανόντων. εἶτα καὶ τὴν ὁποιανοῦν ἐν τοῖς διαφέρουσιν ὁμοιότητα ἐπιδεικνύων, ἔστιν ὅτε, φησί, καὶ ταῦτα τὰ ἀλλοιούμενα καὶ αὐξόμενα ἐξ ἑαυτῶν μεταβάλλει· καὶ γὰρ ὑγιάζονταί τινες οὐδὲν ἰατρικῆς δεηθέντες καὶ αὔξονται τῆς ἐν αὐτοῖς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως ἐνεργούσης.
“而探究火为何向上运移”直至“从而这一运动在实体上也当是第一位的”。 在表明了依本性向上与向下运移之物乃是朝向各自固有的相与各自固有的完满性运移,并且是从潜能朝向它们曾具有其潜能的现实运移之后,他[亚里士多德]现在也从其他运动中证实了这一点,表明正如在那些运动中依本性的变化是从潜能朝向固有的现实而非朝向任何其他东西发生,在按空间位置的变化中亦是如此。因此他说,探究火为何向上运移而土为何向下,与探究可治愈之物在其作为可治愈之物的意义上变化时,为何趋向健康而非白皙,毫无二致;对于所有其他可受异质变化之物亦是如此。而可生长之物,当其在其作为可生长之物的意义上变化时,所趋向的既非健康亦非任何其他性质,而是大小的超出,因为变化是按照量的,而非按照质的。因此,在按空间位置运动之物中同样如此,轻者依本性向上运动,重者向下,而非朝向任何其他东西;因为火在居于下方时,因具有浮升的性质且暂时具有浮升的潜能,而如此是轻的且被称为轻的;同样土在居于上方时,因具有沉降的性质且暂时具有沉降的潜能,[亦是如此],正如可治愈之物一样。而当它们按其作为此类事物运动时,火朝向居上与浮升运动,正如朝向固有的相及其自身的现实与完满性,而土朝向居下与沉降运动,两者依本性都不朝向任何其他东西。然而正如我们稍后也将学到的,这些话是针对尚处于生成与变化之中、尚未完全获得其完满性与自身现实、而是朝向此运移之物而言的,这也适用于居于下方的火与居于上方的土。而在尚未完全发生向空气转化的升腾之气化蒸气中,以及在正转化为水之物中(如露与霜那样),这一点被看得更为清晰;因为这些东西在尚未现实地是空气或水时就已经在被运移了。亚历山大指出了诸传本,说在“而探究……”之处若写作“确实探究……”会更好,因为这是紧接着已证明的事物而被引入的。然而若是通过“ει”写作,亦可很好地成立,表明按空间位置运动之物与其他运动的相似性,并从那些运动中证实此点。“而且‘同样这每一者也’这句话,”他[亚历山大]说,“要么应当写作‘同样其他每一者也’,要么写作‘同样正如这每一者’;因为随之而来的论理,”他说,“是:正如这些,在空间位置中的事物亦如此。”但如果连贯地阅读,这一文句或许根本不需要任何改动;因为他说:“同样这每一者也,一者在质中变化,另一者在量中变化,而在空间位置中轻者向上,重者向下。”因为,如果他没有将按空间位置的变化作为第三者与它们并列,他对于在质上变化者与在量上变化者这两者,又怎能说出“每一者”呢?应当注意的是,亚里士多德对于按实体变化之物(即生成之物),本也能说出与对受异质变化之物相同的话(即那些事物也是从潜能向现实转化),然而他却略去了那些事物,因为当它们尚未是所言之物时,他甚至不愿承认它们在运动,而是将运动限定在按量、按质和按空间位置变化的这三者之中;因此他是从作为同类事物的生长者与受异质变化者中证实了按空间位置运动之物。在说明了关于按空间位置运动之物(为何土向下而火向上运动)的探究与关于按量和按质[变化之物]的探究类似之后,他紧接着给出了按空间位置运动相对于其他运动的差异,即按空间位置运动之物似乎在其自身内部具有变化的本原(即重性与轻性),而按质与按量[变化之物]则不再如此,而是由从外部改变它们的其他东西所推动,例如施加异质变化者与促使生长者。接着,在指出相异之物中存在的无论何种相似性时,他说,有时这些受异质变化和生长之物也会从自身出发发生变化;因为确实有些人丝毫不需要医术就能痊愈,并且在其自身内部的滋养与生长潜能活动时得到生长。
- 4.12Δείξας, ὅτι τὰ ἄνω καὶ τὰ κάτω φερόμενα κατὰ φύσιν ὡς ἐπὶ τὸ οἰκεῖον εἶδος καὶ τὴν οἰκείαν τελειότητα φέρεται καὶ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, οὗ τὴν δύναμιν εἶχε, νῦν τοῦτο πιστοῦται
句首过去分词 Δείξας(主语为亚里士多德)承接前文,作时间/前提性的状语分词,从属于主句谓语动词 πιστοῦται。句子的骨干结构为“在表明了……之后,他现在证实了这一点……”(Δείξας... νῦν τοῦτο πιστοῦται)。
- 4.12δύναται δὲ καὶ διὰ τοῦ ει γεγράφθαι καλῶς
由以该语句为主语的动词 δύναται 与被动不定词 γεγράφθαι 构成的句式。针对亚历山大主张将写本中的 τὸ δὲ ζητεῖν 改读为 τὸ δὴ ζητεῖν(“确实”),辛普利丘辩护说,即便写本写作带有“ει”的形式(指表示条件的 εἰ 或相关拼写),文意也完全能够成立。
- 4.12πῶς γὰρ ἂν εἶπεν ἕκαστον ἐπὶ δυοῖν τοῦ τε κατὰ ποιότητα καὶ τοῦ κατὰ ποσότητα μεταβάλλοντος, εἰ μὴ τρίτον αὐτοῖς τὸ κατὰ τόπον συνέταττεν;
与过去事实相反的非真实条件句(归结节为不定过去时加 ἄν,条件节为 εἰ 加未完成过去时)。辛普利丘依据两项事物本应使用 ἑκάτερον 而亚里士多德却用了 ἕκαστον(“每一者”)这一事实,论证空间位置运动从一开始就是作为第三项与质和量的变化并列的,因而无需对文本做改动。
- 4.12δυνάμενος καὶ ἐπὶ τῶν κατ’ οὐσίαν μεταβαλλόντων... παρῆκεν ὅμως ἐκεῖνα
分词 δυνάμενος 具有让步用法,与后文的 ὅμως 相应(“尽管能够……然而他却略去了……”)。此处解释了亚里士多德未将实体变化(生成与消灭)列为运动例证的句法与义理上的缘由。
