← 辛普里丘

亚里士多德《论天》注释

§699.24-700.30

包围之所的相作用与元素间的质料形式关系

辛普里丘阐述了亚里士多德关于包围性的空间位置在某种意义上充当被包围元素的相这一论点,并反驳了亚历山大关于水是土的相的观点,主张更邻近中心的土才对水充当相的角色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11#2

τὸ δὲ περιέχον, φησί, τρόπον τινὰ εἶδος γίνεται τοῦ περιεχομένου, ὃ περιεχόμενον εἶπεν ὡς ἐφεξῆς κείμενον·1 εἰ γὰρ τοῖς μὲν τὸ εἶδος ὁ ἄνω τόπος δίδωσι κούφοις τότε γινομένοις, ὅταν ἐν τῷ ἄνω τόπῳ γένωνται, τοῖς δὲ βαρέσι τὸ κάτω, τῷ μὲν πυρὶ τὸ ἔσχατον ἄνω ἐστὶ τὸ εἶδος ὡς ἐν ἐκείνῳ τὸ τέλειον ἔχοντι, τῷ δὲ ἀέρι τὸ πῦρ, ὅτι μέχρι ἐκείνου ἡ ἄνοδος· καὶ πάλιν τῇ μὲν γῇ τὸ μέσον ἐστὶν εἶδος, τῷ δὲ ὕδατι ἡ γῆ, διότι τὸ ὕδωρ ἐν γῇ γενόμενον ὡς τὸ ἑαυτοῦ εἶδος ἀπειληφὸς τὸ κατὰ βάρος ἠρεμεῖ. καί ἐστι τὰ μὲν εἴδει ἀνάλογα τὰ ἄκρα ὡς εἰδοποιὰ τῶν ἐφεξῆς κειμένων, τὰ δὲ ὕλη τὰ μέσα ὡς εἰδοποιούμενα παρ’ ἐκείνων· τὸ μὲν γὰρ πῦρ τῷ ἀέρι κουφότητα ἐνδίδωσιν, ἡ δὲ γῆ τῷ ὕδατι βαρύτητα. ἄλλος δὲ οὗτος ὁ τρόπος ἐστὶ τῆς εἰς τὰ εἰδικὰ καὶ ὑλικὰ τῶν τεσσάρων στοιχείων διαιρέσεως καὶ ἄλλος ἐκεῖνος, καθ’ ὃν τὰ μὲν βαρέα καὶ ψυχρὰ ὕλης λόγον ἔχειν, τὰ δὲ κοῦφα καὶ θερμὰ εἴδους, αὐτός τε Ἀριστοτέλης ἐν ἄλλοις λέγει καὶ Θεόφραστος ἐν τῷ Περὶ τῆς τῶν στοιχείων γενέσεως, καὶ Ποσειδώνιος ὁ Στωικὸς παρὰ τούτων λαβὼν πανταχοῦ χρῆται. Ὁ δὲ ἐξηγητὴς Ἀλέξανδρος ἐφιστάνει μὲν τῷ ἄλλην εἶναι τὴν νῦν παραδιδομένην κατὰ τὸ ὑλικὸν καὶ εἰδικὸν τῶν στοιχείων διαίρεσιν,2 λέγει δὲ τὸ ὕδωρ τῆς γῆς εἶναι εἶδος καὶ οὐκ ἀνάπαλιν, ὡς ἐγὼ νομίζω· γράφει δὲ οὕτως· “ἔστι μὲν οὖν ἁπλῶς ὑλικὰ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ἁπλῶς εἰδικὰ τὸ πῦρ καὶ ὁ ἀήρ, πρὸς ἄλληλα δὲ καὶ ὡς προσεχῆ εἴδη καὶ ὡς προσεχεῖς ὗλαι τὰ ἐγγὺς ἀλλήλων ὄντα ὀλίγην ἔχοντα τὴν κατὰ τὸ ὑλικὸν παραλλαγήν· καὶ γὰρ τὸ ὕδωρ τῆς γῆς εἶδός πως καίτοι ὂν καὶ αὐτὸ ὑλικόν, ὅτι πρὸς ταύτην οὕτως ἔχει.” καίτοι εἰ οἱ τόποι εἰσὶν εἰδοποιοί, ὡς ὁ Ἀριστοτέλης φησίν, ὅ τε ἔσχατος καὶ ὁ μέσος, καί ἐστι τῷ ὕδατι ἡ κατὰ φύσιν ῥοπὴ ὡς πρὸς εἶδος καὶ τελειότητα πρὸς τὸ μέσον, προσεχεστέρα δὲ τῷ μέσῳ τοῦ ὕδατος ἡ γῆ, αὕτη ἂν μᾶλλον πρὸς τὸ ὕδωρ εἴδους ἔχοι λόγον ἢ τὸ ὕδωρ πρὸς τὴν γῆν· τὸ γὰρ τῆς βαρύτητος εἶδος ἀπὸ τοῦ μέσου πρώτως ἡ γῆ λαβοῦσα καὶ τῷ ὕδατι αὐτοῦ μεταδίδωσι· καὶ ὡς ἔχει πρὸς τὸν ἀέρα τὸ πῦρ, οὕτως ἔχει ἡ γῆ πρὸς τὸ ὕδωρ. ἔοικε δὲ ὁ Ἀλέξανδρος πρὸς τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ἀπιδεῖν τὸ ἀεὶ γὰρ τὸ ἀνώτερον πρὸς τὸ ὑφ’ ἑαυτό, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει πρὸς ἄλληλα. μήποτε δὲ περιέχειν εἰπὼν πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τὸ ἔσχατον καὶ τὸ μέσον, ὡς περιέχον καὶ τὸ μέσον ἀνώτερον εἶπε τοῦ ὑφ’ ἑαυτοῦ περιεχομένου.3 τὸ δὲ ἔσχατον καὶ τὸ μέσον τρόπον τινὰ εἶδος γίνεσθαι τῶν περιεχομένων φησίν, ὅτι οὐκ αὐτά ἐστι αὐτῶν εἴδη, ἀλλὰ τὰ ὑπ’ αὐτῶν ἐνδιδόμενα, τοῦ μὲν ἐσχάτου τὸ ἄνω καὶ ἡ κουφότης εἰδοποιὸς οὖσα τῶν κούφων, ἀπὸ δὲ τοῦ μέσου ἡ βαρύτης καὶ τὸ κάτω.

而他说,包围者在某种意义上成为被包围者的相,他所谓被包围者是指相邻排列之物;因为如果上方的空间位置赋予一些事物相(它们在上方的空间位置中时才变为轻者),而下方的空间位置赋予重者[相],那么对于火而言,最外围的上方就是相(因为火在其中具有其完满性),而对于空气而言火就是[相](因为向上的运动直至火为止);并且反过来,对于土而言中心就是相,而对于水而言土就是[相],因为水一旦处于土之中,就像获得了自身关于重性的相一样处于静止。极端之物相应于相,因为它们赋予相邻之物以相;而中间之物相应于质料,因为它们由那些极端之物赋予相;因为火赋予空气轻性,而土赋予水重性。但是四元素划分为形式性与质料性的这种方式是一回事,而另一种方式则是另一回事——按照另一种方式,重与冷具有质料的意义,而轻与热具有相的意义,这不仅亚里士多德自己在其他著作中说过,泰奥弗拉斯托斯在《论元素的生成》中也说过,斯多亚派的波希多尼也从他们那里继承并随处使用。然而注解家亚历山大虽然注意到了现在传授的关于元素按质料性与形式性的划分与彼不同,却说水是土的相,而不是像我认为的那样反过来;他这样写道:“因此土与水单纯而言是质料性的,火与空气单纯而言是形式性的,但彼此相对而言,由于相邻之物在质料方面的差异很小,它们既作为直接邻近的相又作为直接邻近的质料[互相关联];因为水虽然自身也是质料性的,但某种意义上却是土的相,因为它相对于土具有这种关系。”然而,正如亚里士多德所说,如果空间位置(即最外围与中心)是赋相者,而且水依本性的倾向是朝向中心正如朝向相与完满性,而土比水更邻近中心,那么土相对于水就比水相对于土更有理由具有相的意义;因为土从中心首要地获得了重性的相,并将其分享给水;正如火相对于空气,土也同样相对于水。但亚历山大似乎着眼于亚里士多德所说的那句话:“因为较高者总是相对于居于自身之下者,正如相相对于质料,彼此具有这种关系。”不过,在说了最外围与中心包围着所有向上与向下运动之物之后,或许他[亚里士多德]也将中心作为包围者称作比被其包围者“更高者[更具优越地位者]”。而他说最外围与中心对被包围者而言“在某种意义上成为相”,乃是因为并非它们本身是被包围者的相,而是由它们所赋予的东西[构成了相]:来自最外围的是上方与作为轻者的赋相者的轻性,而来自中心的则是重性与下方。

语法注3 条
  1. 4.11ὃ περιεχόμενον εἶπεν ὡς ἐφεξῆς κείμενον

    关系代名词 ὃ 作 εἶπεν 的直接宾语,περιεχόμενον 则作谓语宾格(双重宾格结构)。它指代前文的 τὸ περιεχόμενον,以此解释说明亚里士多德称之为“被包围者”乃是就其“相邻排列”而言。

  2. 4.11ἐφιστάνει μὲν τῷ ἄλλην εἶναι τὴν νῦν παραδιδομένην κατὰ τὸ ὑλικὸν καὶ εἰδικὸν τῶν στοιχείων διαίρεσιν

    动词 ἐφίστημι(此处意为“注意到”、“留心”)带有中性冠词与格不定词从句 τῷ ἄλλην εἶναι... 作为其补足语。该从句与后文由 μέν...δέ 连接的 λέγει δὲ... 形成让步性对比(“虽然注意到……但另一方面却说……”)。

  3. 4.11μήποτε δὲ περιέχειν εἰπὼν πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τὸ ἔσχατον καὶ τὸ μέσον, ὡς περιέχον καὶ τὸ μέσον ἀνώτερον εἶπε τοῦ ὑφ’ ἑαυτοῦ περιεχομένου

    副词 μήποτε 与直陈式不定过去时 εἶπε 连用,构成表达审慎推测或提出异议的习用结构(“或许他是在……意义上说了……”)。针对亚历山大将 ἀνώτερον 狭隘地理解为空间位置上的“较高者”,辛普里丘借此提出中心作为包围者亦可被称为居于更优越地位的“上位者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:699.24-700.30