- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:698.15-699.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘重新诠释了古人关于“同类相从”的格言,反驳了“土趋向土”的误解,将其阐释为空间位置(包围者的边界)与被包围元素之间在形式与性质上的相似性,并解释了最外围与中心对运动物体的包围结构(310b1)。
" Καὶ ταύτῃ ἄν τις μᾶλλον ὑπολάβοι ἕως τοῦ οὕτως ἔχει πρὸς ἄλληλα." Εἰπών, ὅτι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι τὸ εἰς τὸ ἑαυτοῦ εἶδός ἐστι φέρεσθαι ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, κατὰ τοῦτο, φησί, μᾶλλον ἄν τις ἀποδέχοιτο καί, ὅταν οἱ παλαιοὶ λέγωσι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον φέρεσθαι· ὅμοιον γὰρ τὸ δυνάμει τῷ ἐνεργείᾳ καὶ τὸ γινόμενόν τι τῷ ἤδη ὄντι τοιούτῳ. ὡς γὰρ ὑπολαμβάνουσί τινες εἰρῆσθαι τοῦτο, ὅτι ἡ γῆ πρὸς τὴν γῆν, οὐ συμβαίνει πάντως· οὐ γάρ, ἂν μεταθῇ τις τὴν γῆν, ὅπου νῦν ἐστιν ἡ σελήνη, οἰσθήσεται τὰ μόρια αὐτῆς ἔτι πρὸς αὐτήν. καὶ νῦν γὰρ οὐ διὰ τοῦτο κάτω φέρεται τὰ μόρια τῆς γῆς, ὅτι ἡ γῆ κάτω, ἀλλ’ ὅτι τοῖς ὁμοίοις καὶ ἀδιαφόροις ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ συμβαίνει τὴν αὐτὴν κινεῖσθαι κίνησιν·1 διὰ τοῦτο οὖν, ὅπου τὸ πᾶν, ἐκεῖ καὶ τῶν μορίων ἕκαστον πέφυκε φέρεσθαι, ἀλλ’ οὐχ ὅτι πρὸς τὴν γῆν. τὰ μὲν οὖν ὅμοια καὶ οὐχ ἁπλῶς ὅμοια ἀλλὰ τὰ αὐτὰ τῇ φύσει οὐδ’ ἂν λέγοιτο κυρίως ἐπὶ τὸ ὅμοιον, ἀλλ’ ἐπὶ τὸ αὐτὸ φέρεσθαι ταῦτα. εἴπερ δὲ ὅλως κυριώτερον βούλεταί τις τὴν ἐπὶ τὸ ὅμοιον φορὰν εὑρεῖν, τὴν ἐπὶ τὸν αὑτοῦ τόπον εὑρήσει. ἐπειδὴ γὰρ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ πέρας φέρεται τοῦ περιέχοντος· τὸ δὲ περιέχον ὅμοιόν ἐστι τῷ περιεχομένῳ, διότι τὰ ἐφεξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί. καὶ ἀνάπαλιν δὲ ἐπὶ τῶν μέσων ἀληθὲς εἰπεῖν ὅμοια εἶναι, ἀέρα μὲν οὐ μόνον πυρὶ ὅμοιον εἶναι ἀλλὰ καὶ ὕδατι, ὥστε καὶ τῷ ὑπερκειμένῳ καὶ τῷ ὑποκειμένῳ, καὶ ὕδωρ ὁμοίως τῷ τε ἀέρι καὶ τῇ γῇ. τὰ μέντοι ἄκρα τό τε πῦρ καὶ ἡ γῆ οὐκέτι ἔχει τὸ τοιοῦτον ἀνάπαλιν· οὔτε γὰρ τὸ πῦρ ὑπερκείμενόν τι ἔχει οὔτε ἡ γῆ ὑποκείμενον.2 ὅτι δὲ ὅμοια τὰ ἐφεξῆς, δῆλον ἐκ τοῦ ῥᾳδίως μεταβάλλειν εἰς ἄλληλα κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς κοινὴν ποιότητα συγγενῆ ὄντα· κατὰ ταύτην δὲ τάχα καὶ τὸ πῦρ καὶ ἡ γῆ τὸ ἀνάπαλιν ἕξουσι κοινὴν ἔχοντα τὴν ξηρότητα. Καὶ ἡ μὲν ὅλη τοῦ λόγου συναγωγὴ τοιαύτη· τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ περιέχον φέρεται· τὸ ἐπὶ τὸ περιέχον φερόμενον ἐπὶ τὸ ὅμοιον φέρεται. εἰπὼν δέ, ὅτι ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, ἐπήγαγεν· περιέχει δὲ πάντα τὰ κινούμενα, οὐχ ἁπλῶς, ἀλλ’ ἄνω καὶ κάτω, τό τε ἔσχατον καὶ τὸ μέσον· τὸ γὰρ κυκλοφορητικὸν σῶμα αὐτὸ ὂν τὸ ἔσχατον οὐ περιέχεται ὑπὸ τοῦ ἐσχάτου καὶ τοῦ μέσου, ἀλλὰ μόνα τὰ ἄνω καὶ κάτω κινούμενα. τοῦτο δὲ οὐ μάτην, οἶμαι, προσέθηκεν, ἀλλ’ ἐνδεικνύμενος, ὅτι τῶν μὲν ἐπὶ τὸ ἄνω κινουμένων τὸ ὑπερκείμενόν ἐστι περιεκτικὸν τοῦ ὑποκειμένου, ὥσπερ τὸ πῦρ τοῦ ἀέρος, τῶν δὲ ἐπὶ τὸ κάτω τὸ ὑποκείμενον· ταῦτα γὰρ πλησιαίτερα τῶν περιεχόντων ἐστὶ τοῦ τε ἐσχάτου καὶ τοῦ μέσου.
“并且由此人们也可以更好地理解……彼此具有这种关系[至]。” 在说明了向自身的空间位置位移就是由潜在态向现实态向自身的相变化之后,他[亚里士多德]说,正是在此意义上,即使当古人们说“同类相从[同者趋向同者]”时,人们也可以更好地接受它;因为潜在者类似于现实态者,而正在生成为某物者类似于已经是如此者。因为按照某些人以为这话说的是“土趋向土”的那种理解方式,这绝不可能成立;因为如果有人把土迁移到如今月亮所在的位置,土的各个部分就不会再向它位移了。因为即使在现在,土的各部分向下位移,也不是因为土在下方,而是因为对于相似且无差别的事物而言,由同一个动因引起相同的运动。因此,整体在哪里,各部分按本性也就适合于向哪里位移,而不是因为趋向土。所以,这些事物不仅是相似的,而且在本质上是同一的,人们甚至不会确切地说它们是向相似者位移,而是说向同一者位移。但是,如果有人希望在更确切的意义上从总体上发现向相似者的位移,他将会发现向自身空间位置的位移。因为既然位置是包围者的边界,那么向固有的空间位置位移者就是向包围者的边界位移;而包围者类似于被包围者,因为相邻的事物彼此相似,例如水类似于空气,空气类似于火。而在中间元素的情形中,反过来也可以真实地说它们是相似的:空气不仅类似于火,而且也类似于水,以至于它既类似于居于其上者,又类似于居于其下者;水同样也类似于空气与土。然而作为极端的火与土不再具有这种反向的关系;因为火既没有任何事物居于其上,土也没有任何事物居于其下。相邻之物之所以相似,从它们根据其内在共有的性质作为同族者易于相互变化这一事实即可明白;而根据这种性质,或许火与土通过共有干燥性,也将具有反向的相似性。 而整个论证的概括如下:向固有的空间位置位移者是向包围者位移;向包围者位移者是向相似者位移。[因此向固有的空间位置位移者是向相似者位移。]在说了“位置是包围者的边界”之后,他[亚里士多德]接着补充道:“最外围与中心包围着所有运动之物,但并非单纯地,而是向上与向下运动之物。”因为作圆周运动的物体本身就是最外围,并不被最外围与中心所包围,唯有向上与向下运动之物才被包围。我认为,他加上这一句并非徒然,而是为了表明:在向上运动的事物中,居于其上者包围居于其下者(正如火包围空气),而在向下运动的事物中,则是居于其下者;因为这些更为邻近作为包围者的最外围与中心。
- 4.11ἀλλ’ ὅτι τοῖς ὁμοίοις καὶ ἀδιαφόροις ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ συμβαίνει τὴν αὐτὴν κινεῖσθαι κίνησιν
非人称动词 συμβαίνει 之后接带有同源宾语(τὴν αὐτὴν κίνησιν)的被动/中间态不定词 κινεῖσθαι;与格短语 τοῖς ὁμοίοις καὶ ἀδιαφόροις 既是 συμβαίνει 的间接宾语,同时也充当不定词在语义上的逻辑主语。
- 4.11τῶν μὲν ἐπὶ τὸ ἄνω κινουμένων τὸ ὑπερκείμενόν ἐστι περιεκτικὸν τοῦ ὑποκειμένου... τῶν δὲ ἐπὶ τὸ κάτω τὸ ὑποκείμενον
在 τῶν μέν ... τῶν δέ 的对称结构中,属格 τῶν ... κινουμένων 起到涉及或部分属格的作用(意为“在……的情形中”)。在后半句(τῶν δὲ ἐπὶ τὸ κάτω τὸ ὑποκείμενον)中,前半句的谓语短语(ἐστι περιεκτικόν)被省略,需要根据上下文补充理解。
