- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:697.1-698.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修通过三段论阐明空间位移如同质与量的变化一样是从潜在向固有相的现实态之过渡,论证了物体唯独在其固有位置才完全具有现实态的重与轻,并考察了原文文字的异读。
ὡς δὲ ἐπὶ τῶν κατὰ ποιὸν καὶ ποσὸν μεταβολῶν οὔτε τὸ τυχὸν εἰς τὸ τυχὸν μεταβάλλει οὔτε ὑπὸ τοῦ τυχόντος, ἀλλὰ μεταβάλλει μὲν εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ, μεταβάλλεται δὲ καὶ κινεῖται ὑπὸ τοῦ τὴν τοιαύτην κίνησιν δυναμένου κινεῖν, τὸν αὐτὸν τρόπον ὑποληπτέον καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς· τὸ γὰρ φερόμενον οὔτε τὸ τυχὸν οὔτε εἰς τὸ τυχὸν φέρεται οὔτε ὑπὸ τοῦ τυχόντος, ἀλλ’ αὐτό τε ὡρισμένον ἐστὶ καὶ εἰς ὡρισμένον φέρεται καὶ ὑπὸ ὡρισμένου. Τοῦτο οὖν προδιαρθρώσας καὶ ἀπὸ τῶν ἄλλων κινήσεων πιστωσάμενος, ὅτι τὸ κατὰ τόπον κινούμενον οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν οὐδὲ ὑπὸ τοῦ τυχόντος, ἀλλὰ τὸ δυνάμει1 εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ εἰς τοῦτο ἄγειν πεφυκότος μεταβάλλει, συλλογίζεται λοιπὸν οὕτως· εἰ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, ἀλλ’ οὐ τὸ τυχόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ τὸ δυνάμει κοῦφον, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἢ ἄνω ἢ κάτω φερόμενον τὸ εἰς τὸ ἑαυτοῦ εἶδος ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ φέρεσθαί ἐστιν. ἀλλὰ μὴν τὸ ἡγούμενον ἀληθὲς διὰ τὰ προδειχθέντα τὸ κινεῖν μὲν τὸ βαρυντικόν, κινεῖσθαι δὲ τὸ δυνάμει βαρὺ ἐπὶ τὸ ἐνεργείᾳ τοιοῦτον· καὶ τὸ λῆγον ἄρα ἀληθὲς τὸ κινούμενον ἄνω ἢ κάτω κατὰ φύσιν ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ ἑαυτοῦ εἶδος κινεῖσθαι. καὶ γὰρ ἐπὶ τῆς θερμότητος, εἰ κινεῖ μὲν τὸ θερμαντικόν, κινεῖται δὲ τὸ δυνάμει θερμὸν εἰς τὸ ἐνεργείᾳ τοιοῦτον, δῆλον, ὅτι τὸ κινεῖσθαι, ἐφ’ ὃ πέφυκεν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἰς τὸ ἑαυτοῦ εἶδος κινεῖσθαι καὶ γίνεσθαι θερμὸν κατ’ ἐνέργειαν. καὶ ἕως μὲν ἂν φέρηται ἄνω ἢ κάτω, οὐδέπω τελέως τὸ ἑαυτοῦ εἶδος ἀπείληφε γινόμενον ἔτι, ὅταν δὲ ἀπολάβῃ τὸν οἰκεῖον τόπον, τότε καὶ τὸ εἶδος ἀπολαμβάνει τὸ οἰκεῖον· τὸ γὰρ ἐνεργείᾳ τοῦ ὅπερ ἦν δυνάμει τότε ἀπολαμβάνει. Διὰ τί οὖν κάτω κινεῖται τὰ σώματα κατὰ φύσιν; ὅτι τὸ βαρεῖ εἶναι τοῦτό ἐστιν ἐν τῷ κάτω εἶναι κατὰ φύσιν.2 τὰ οὖν τέως δυνάμει ὄντα βαρέα ὑπὸ τοῦ κατὰ βαρύτητα κινεῖν πεφυκότος, τουτέστι τοῦ ποιοῦντος γῆν ἢ ὕδωρ, μεταβαλλόμενα ἐπὶ τὸ ἐνεργείᾳ εἶναι βαρέα εἰς τὸ οἰκεῖον εἶδος μεταβάλλει. καὶ γὰρ τὰ μόρια τῶν ὅλων, εἰ καὶ μή ἐστιν αὐτὰ ἐν προσεχεῖ τινι τόπῳ, ὅταν τοῖς ὅλοις συνεχῆ γένηται, ἀλλὰ μετά γε τῶν ὅλων ἐστὶν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ γενόμενα τὸ ἐνεργείᾳ καὶ τὴν κατὰ τὸ εἶδος τὸ ἑαυτῶν ἀπείληφε τελειότητα. εἰ δὴ ταῦτα ἀληθῆ καί, ὡς ὁ Ἀριστοτέλης φησί, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι, τὸ ἀπολαβὸν τὸ εἶδος τοῦ βαρέος ἢ κούφου οὐκέτι φέρεται. εἰ οὖν βαρὺ τὸ πρὸς τὸ μέσον καὶ κοῦφον τὸ πρὸς τὸ ἄνω, πρῶτον μὲν ἀνάγκη καὶ ἐν τοῖς οἰκείοις τόποις ἔχειν βαρύτητα καὶ κουφότητα, μᾶλλον δὲ ἐκεῖ μόνον ἔχειν κατ’ ἐνέργειαν· ἔπειτα, εἰ βαρὺ τὸ πρὸς τὸ μέσον καὶ κοῦφον τὸ πρὸς τὸ ἄνω, οὐ κατὰ τὴν αὐτὴν πρὸς τὸ ἄνω καὶ κάτω χαρακτηριστέον, ἀλλὰ κατὰ τὴν σύννευσιν. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν εἰρημένων ἐννοίας· κατὰ δὲ τὴν λέξιν, εἰ μέν, ὡς ἔν τισι τῶν ἀντιγράφων, εἰ μὲν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν γέγραπται, σαφὲς τὸ λεγόμενόν ἐστιν· εἰ δέ, ὡς ὁ Ἀλέξανδρος γράφει, “εἰ μὲν τὸ ἄνω καὶ τὸ κάτω”, ἀρχαιοπρεπῶς ἑρμηνευθὲν ἀντὶ τοῦ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω εἴρηται.3
正如在依质与依量的变化中,既非任何偶然之物向任何偶然之物变化,亦非由任何偶然之物所改变,而是向对立者或中间者变化,并且是由能引起此类运动者所改变并促动的,以同样的方式也必须在依空间位置的变化中来理解;因为被位移者既非偶然之物,亦非被位移至偶然之所,亦非由偶然之物所位移,而是它自身是被规定的,被位移至被规定的位置,并且由被规定的作用者所位移。他在预先阐明了这一点并通过其他运动证实了依空间位置运动者并不是任何偶然之物向任何偶然之物亦非由任何偶然之物[所促动],而是潜在者由依本性适于引向此状态的作用者向现实态变化之后,接着便如此推论:“如果向上与向下运动的动因是使之变重者与使之变轻者,而非偶然之物,而被促动者是潜在重者与潜在轻者,那么向自身的空间位置位移(即向上或向下位移),就是由潜在态向现实态向自身的相变化。”然而,由于前面所证明的要点——即使之变重者引起运动,而潜在重者被运动向现实中成为如此者——前件是真实的;因此后件也是真实的,即依本性向上或向下运动者是由潜在态向自身现实态的相运动。因为在热的情形中也是如此,如果引起发热者促动,而潜在热者被促动向现实中成为如此者,显然,向其本性所趋向的目标运动,无非就是向自身的相运动,并在现实中成为热的。只要它还在向上或向下位移,它就仍处于生成的过程之中,尚未完全获得自身的相,但当它获得固有的空间位置时,那时它也就获得了固有的相;因为那时它才获得了原先在潜在中所是的那一本质的现实态。 那么,为什么物体依本性向下运动呢?因为对于重者而言,“是其所是”就是依本性处于下方。因此,先前潜在是重的事物,在依本性适合于按重量促动的作用者(即生成土或水者)的作用下,通过向现实中成为重者变化,便向固有的相变化。因为整体的各部分,即使它们自身并不处于某个直接邻近的位置之中,但当它们与整体连续为一体时,它们至少与整体一道处于那个位置之中,进入该位置后,它们便获得了现实态以及依其自身之相的完满性。如果这些是真实的,并且如亚里士多德所言,各事物向自身的空间位置位移就是向自身的相变化,那么获得了重或轻之相的事物就不再发生位移。因此,如果重是趋向中心者,而轻是趋向高处者,首先,必然它们甚至在固有的空间位置中也具有重与轻,或者说,唯独在那里现实地具有它们;其次,如果重是趋向中心者,而轻是趋向高处者,就不应当依趋向高处与低处的同一种[运动]来表征,而应当依其倾向来表征。 关于上述文句的涵义便讨论至此;而在文字表述方面,如果确实如某些抄本所写的那样作“如果引起向上与向下运动的是使之变重者”,那么所说的意思是很清楚的;但如果如亚历山大所写的那样作“如果上方与下方”,则是按古雅风格的修辞方式代替“向上方与向下方”而言的。
- 4.10τὸ ἐνεργείᾳ τοῦ ὅπερ ἦν δυνάμει
τὸ ἐνεργείᾳ 是名词化短语,意为“现实态”或“现实中的状态”,支配包含关系分句的属格短语 τοῦ ὅπερ ἦν δυνάμει(“原先在潜在中所是的那一本质的”)。整体构成了表示“潜在中存在之物的现实态”的句法核心。
- 4.10τὸ βαρεῖ εἶναι τοῦτό ἐστιν ἐν τῷ κάτω εἶναι κατὰ φύσιν
τὸ βαρεῖ εἶναι 是亚里士多德式表述本质的结构(中性定冠词+与格名词+不定词 εἶναι),作主语,意为“重者之所是/重者的本质”。谓语部分同样使用名词化不定词短语(ἐν τῷ κάτω εἶναι),将其本质规定为“依本性处于下方”。
- 4.10ἀρχαιοπρεπῶς ἑρμηνευθὲν ἀντὶ τοῦ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω εἴρηται
对异读宾格短语 εἰ μὲν τὸ ἄνω καὶ τὸ κάτω 的校勘训诂。针对主要动词 εἴρηται,介词短语 ἀντὶ τοῦ ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω 表示替代(“代替‘向上方与向下方’”),中性单数主格分词 ἑρμηνευθέν 修饰所引用的表达(“按古雅之风解释”),说明其修辞方式或用法。
