← 辛普里丘

亚里士多德《论天》注释

§695.13-697.1

对立者之间的变化与处所运动的普遍原理

辛普里丘总结了亚历山大关于“向自身的处所运动即向自身的相变化”的论证,并阐明亚里士多德如何依据三种运动(量、质、处所)皆在对立者之间进行这一普遍原理,说明处所运动的原因以及促动者与被动者之间的固有对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10#2

τούτων δὲ οὕτως ἐχόντων, ἐπεὶ τὰ κινούμενα ἐπί τι δυνάμει ὄντα ἐν ἐκείνῳ ἐπὶ τὸ γενέσθαι ἐν αὐτῷ ἐνεργείᾳ μεταβάλλει, πάντα ἂν τὰ κινούμενα ἐπὶ τὴν καθ’ ὃ δυνάμει ἐστὶ τελειότητα καὶ τὸ εἶδος μεταβάλλει ὑπὸ τῶν κινεῖν αὐτὰ καὶ μεταβάλλειν πεφυκότων· ὥστε καὶ τὰ κατὰ τόπον κινούμενα ἐπὶ τὸ οἰκεῖον εἶδος ἂν καὶ τὴν τελειότητα, καθ’ ἣν ἐστι κινητά, μεταβάλλοι. εἰ δὲ τοῦτο, τὸ εἰς τὸν αὑτοῦ τόπον μεταβάλλειν εἴη ἂν τὸ εἰς τὸ αὑτοῦ εἶδος καὶ τὴν τελειότητα μεταβάλλειν. Τὴν μὲν οὖν ἀπόδειξιν συνελὼν οὕτως ἐξέθετο ὁ Ἀλέξανδρος· ὁ δὲ Ἀριστοτέλης προθέμενος τὴν αἰτίαν εἰπεῖν τοῦ τὰ μὲν ἄνω κινεῖσθαι τῶν σωμάτων τὰ δὲ κάτω, τὰ δὲ ἐπαμφοτερίζειν κατὰ τὴν αὑτῶν φύσιν κινούμενα, ὃ ἀπῄτει καὶ παρὰ τῶν τὸ μὲν κενὸν κοῦφον τὸ δὲ στερεὸν βαρὺ λεγόντων, κοινὴν αἰτίαν ἐπὶ πάντων τῶν εἰδῶν τῆς κινήσεως ἀποδίδωσι. τριῶν γὰρ οὐσῶν κινήσεων τῆς τε κατὰ αὔξησιν, ἣν κατὰ μέγεθος εἶπε, καὶ τῆς κατὰ ποιότητα, ἣν κατ’ εἶδος εἶπε, τὴν γένεσιν ἴσως ἅμα καὶ τὴν ἀλλοίωσιν δηλῶν· ἡ γὰρ κυρίως κατ’ εἶδος μεταβολὴ ἡ γένεσίς ἐστι καὶ ἡ φθορά· κἂν κίνησις οὖν κυρίως οὐκ ᾖ ἡ γένεσις, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως διώρισεν, ἀλλ’ ἁρμόττει καὶ αὐτῇ τὰ νῦν περὶ κινήσεως λεγόμενα· τρίτης δὲ οὔσης κινήσεως τῆς κατὰ τόπον1 καθ’ ἑκάστην τῶν τριῶν ὁρῶμεν τὴν μεταβολὴν γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία ἢ τὰ μεταξὺ καὶ οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι τὴν μετάβασιν οὖσαν· τὸ γὰρ λευκὸν μεταβάλλον οὐκ εἰς γραμματικὸν μεταβάλλει οὐδὲ εἰς ἄλλο τι πλὴν εἰς τὸ ἐναντίον τῷ λευκῷ ἤ τι τῶν μεταξύ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· ἑκάστου γὰρ ἡ καθ’ αὑτὸ κίνησις ὡρισμένη, καθ’ αὑτὸ δὲ τοῦ λευκοῦ ἡ καθ’ ὃ λευκὸν μεταβολὴ καὶ τοῦ τοσοῦδε, ᾗ τοσόνδε, καὶ τοῦ εἰς τόνδε τὸν τόπον, καθ’ ὃ πέφυκεν εἰς αὐτόν· ὥστε καὶ τὸ κατὰ τόπον μεταβάλλον οὐκ εἰς τὸ τυχὸν οὐδὲ ἐκ τοῦ τυχόντος μεταβάλλει, ἀλλ’ ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἢ τὸ μεταξύ· ἐναντία δὲ κατὰ τόπον τὸ ἄνω καὶ τὸ κάτω. Αἴτιον δέ φησιν ὁ Ἀλέξανδρος τοῦ τὴν μεταβολὴν εἰς τὸ ἐναντίον τῷ μεταβάλλοντι ὀφείλειν γίνεσθαι τὸ δεῖν2 πάντως μὲν τὸ μεταβάλλον ἐξίστασθαι τούτου ἐξ οὗ μεταβάλλει· οὐ γὰρ δὴ ἅμα μένοι τε ἂν ἐν αὐτῷ καὶ μεταβάλλοι ἐξ αὐτοῦ. τὸ οὖν ὑποκείμενον, ὃ καὶ λέγεται μεταβάλλειν, ἀπολεῖπον τὸ πρότερον εἶδος ἐν ἄλλῳ γίνεται πάντως εἴδει· οὐ γὰρ οἷόν τε ἐν στερήσει παντὸς εἴδους εἶναι τὸ ὑποκείμενον. ἐν τοιούτῳ οὖν ἔσται μεταβεβληκός, ἐν ᾧ ὂν οὐκέτι ἔσται ἐν ἐκείνῳ, ἐξ οὗ μεταβέβληκεν· ὥστε ἐν τῷ μὴ δυναμένῳ συνυπάρχειν αὐτῷ· τοιαῦτα δὲ τὰ ἐναντία καὶ τὰ μεταξύ· οὐ γὰρ οἷόν τε ἅμα τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἐν τοῖς ἐναντίοις εἶναι. διὰ τοῦτο οὖν οὐ λέγεται ἐκ λευκοῦ εἰς γραμματικὸν μεταβάλλειν, ὅτι δύναται ἅμα καὶ λευκὸς καὶ γραμματικὸς εἶναι, ἀλλ’ ἐκ λευκοῦ εἰς μέλαν ἢ τὰ μεταξὺ μεταβάλλει, ὅτι ἀδύνατον ἅμα λευκὸν καὶ μέλαν ἤ τι τῶν μεταξὺ εἶναι. προσχρῆται δὲ τῷ μὴ εἰς τὰ τυχόντα ἀλλ’ εἰς τὰ ἐναντία κινεῖσθαι τὰ κινούμενα ὑπὲρ τοῦ δεῖξαι, ὅτι οὐδὲ ὑπὸ τοῦ τυχόντος κινεῖται ἀλλ’ ὑπὸ τοῦ τὴν ἐναντίαν κίνησιν κινοῦντος·3 διὰ γὰρ τούτου τὴν αἰτίαν ἀποδίδωσι τῆς τῶν σωμάτων ἐπὶ τοὺς οἰκείους τόπους φορᾶς. ἐπάγει οὖν, ὅτι οὐδὲ κινητικὸν γίνεται τὸ τυχὸν τοῦ τυχόντος· ὡς γὰρ τὰ κινούμενα τὰς διαφόρους κινήσεις ἕτερα ἀλλήλων ἐστίν· ἄλλο γὰρ τὸ κατὰ ποσὸν κινούμενον τὸ αὐξητὸν καὶ ἄλλο τὸ κατὰ ποιὸν τὸ ἀλλοιωτόν· οὕτω καὶ τὰ κινοῦντα ἄλλα· οὔτε γὰρ τὸ αὐξόμενον ὑπὸ τοῦ ἀλλοιωτικοῦ αὔξεται, ἀλλ’ ὑπὸ τοῦ αὐξητικοῦ, οὔτε τὸ ἀλλοιούμενον ὑπὸ τοῦ αὐξητικοῦ ἀλλοιοῦται, ἀλλ’ ὑπὸ τοῦ ἀλλοιωτικοῦ.

既然这些情况如此,那么由于向某物运动的事物因潜在地处于那之中,便向现实地生成于其中而变化,所以一切运动着的事物都会在依其本性能促动和改变它们的作用者的作用下,向其潜在所及的完满性与相变化;从而,依空间位置运动的事物,也将向其固有的相以及依其成为可动者的完满性变化。如果这是如此,那么向自身的空间位置变化,也就是向自身的相与完满性变化。 亚历山大便是这样概括并陈述这一证明的;但亚里士多德旨在说明为什么有些物体向上运动,有些向下运动,有些依其自身的本性运动而在两者之间犹豫不定——这也是他对那些主张虚空为轻而充实者为重的人所要求的——,因而他给出了适用于一切运动形态的共同原因。因为运动有三种,即依增大的运动(他称之为依大小的运动),以及依质的运动(他称之为依相的运动,或许同时指生成与质变;因为严格说来,依相的变化乃是生成与毁灭;即使如他自己在《物理学》第五卷中所界定的那样,严格说来生成不是运动,但现在关于运动所说的话对它也是适用的),第三种运动是依空间位置的运动,在这三种运动中的每一种里面,我们都看到变化是从对立者走向对立者或中间者,而且转变并非是任何偶然者走向任何偶然者;因为白在变化时,既不变化为文法的,也不变化为除白的对立者或某些中间者之外的任何其他事物。在其他情形中也是同样;因为每个事物依其自身的运动都是被规定的,对白而言依其自身的运动是就其作为白而言的变化,对具有如此大小者而言是就其具有如此大小而言的变化,对向这一空间位置者而言是就其依本性适合于该位置而言的变化;因此,依空间位置变化者也不是向偶然者变化,亦非从偶然者变化,而是从对立者走向对立者或中间者;而在空间位置上的对立者就是上与下。 亚历山大说,变化之所以必定走向对于变化者而言的对立者,其原因在于变化者必定完全脱离它由之发生变化的东西;因为变化者绝不可能既留在它之中同时又由它发生变化。因此,被称为发生变化的基础底层在舍弃原先的相时,必定进入另一相之中;因为基础底层不可能处于完全没有任何相的缺失状态中。所以,它发生变化之后将处于这样的一种状态中:处于其中时便不再处于它先前由之发生变化的原状之中;因此便处于不能与原状共存的状态中;而属于此类性质的正是对立者与中间者;因为同一个事物绝不可能在同一方面同时处于对立者之中。正是由于这个原因,并不说从白变化为文法的,因为同一个事物可以同时既是白的又是文法的,而是从白变化为黑或中间者,因为不可能同时既是白的又是黑的或是任何中间者。而且,他进一步利用运动者不是向偶然者运动而是向对立者运动这一点,来证明它也不是被任何偶然者促动的,而是被引起对立运动者促动的;因为通过这一点,他给出了物体向其固有空间位置运动的原因。因此他接着指出,任何偶然之物也不会成为任何偶然之物的动因;因为正如同承受不同运动的被动者彼此各不相同——依量运动者即能增大者是一回事,而依质运动者即能受质变者是另一回事——促动者同样也是各不相同的;因为被增大者既不是由引起质变者促使其增大,而是由引起增大者[促使其增大];受质变者也不是由引起增大者促使其质变,而是由引起质变者[促使其质变]。

语法注3 条
  1. 4.10τριῶν γὰρ οὐσῶν κινήσεων τῆς τε κατὰ αὔξησιν, ἣν κατὰ μέγεθος εἶπε, καὶ τῆς κατὰ ποιότητα... τρίτης δὲ οὔσης κινήσεως τῆς κατὰ τόπον

    长篇独立属格结构的句式骨架。由 τριῶν γὰρ οὐσῶν κινήσεων(“因为存在着三种运动”)开启,后接同位属格短语 τῆς τε κατὰ αὔξησιν... καὶ τῆς κατὰ ποιότητα...,并在插入了关于用词及《物理学》第五卷的解说之后,以 τρίτης δὲ οὔσης κινήσεως τῆς κατὰ τόπον 完成并列独立属格结构,最终引出主句动词 ὁρῶμεν。

  2. 4.10Αἴτιον δέ φησιν ὁ Ἀλέξανδρος τοῦ τὴν μεταβολὴν εἰς τὸ ἐναντίον τῷ μεταβάλλοντι ὀφείλειν γίνεσθαι τὸ δεῖν

    句子的基本骨干为 Αἴτιόν [ἐστι] ... τὸ δεῖν ...(“……必然……乃是原因”)。带冠词不定式短语 τοῦ ... ὀφείλειν γίνεσθαι 作为说明性/宾格性属格依附于 Αἴτιον(指明是什么的原因),而带冠词不定式 τὸ δεῖν 则是语法主语,统领补足不定式 ἐξίστασθαι(其宾格主语为 τὸ μεταβάλλον)。

  3. 4.10ὑπὸ τοῦ τὴν ἐναντίαν κίνησιν κινοῦντος

    分词 κινοῦντος 为 κινέω(促动)的主动态现在时分词,支配内宾格(同源宾语)τὴν ἐναντίαν κίνησιν(对立的运动),表示运动的种类与方向。介词短语 ὑπὸ τοῦ ... κινοῦντος 表示施动者(“被引起对立运动者[促动]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:695.13-697.1