← 辛普里丘

亚里士多德《论天》注释

§694.1-695.13

向固有位置的运动与向相的完满化

亚里士多德在结束对前人关于轻重理论的反驳后,转而探讨物体自然升降运动的原因这一疑难。针对亚历山大所引述的关于固有位置的诸难题,提出了将向自身位置的运动视为向固有的相和完满性之运动的解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10#1

" Τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα ἕως τοῦ τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι." Συμπερανάμενος τὰ εἰρημένα ὡς τὰς περὶ βαρέος καὶ κούφου δόξας τῶν προτέρων μετὰ τῆς προσηκούσης ἀντιλογίας ἐκθέμενος1 καιρὸν εἶχε λοιπὸν ἐπὶ τὰ ἑαυτῷ δοκοῦντα μεταβαίνειν. ἀλλὰ χρὴ πρῶτον, φησί, διορισθῆναι, περὶ οὗ μάλιστα ἀποροῦσί τινες, διὰ τί τῶν σωμάτων τὰ μὲν ἀεὶ κάτω φέρεται κατὰ φύσιν τὴν αὑτῶν κινούμενα τὰ δὲ ἀεὶ ἄνω τὰ δὲ κάτω καὶ ἄνω, εἶτα οὕτω περὶ βαρέος καὶ κούφου καὶ τῶν συμβαινόντων παθῶν αὐτοῖς, διὰ τίνα αἰτίαν αὐτά τε γίνεται καὶ τὰ συμβαίνοντα αὐτοῖς. ἔστι δέ, φησὶν ὁ Ἀλέξανδρος, τὰ ἀπορούμενα περὶ τῆς τῶν σωμάτων εἰς τοὺς οἰκείους τόπους φορᾶς τοιαῦτα· πρῶτον μέν, φασίν, εἰ τὸ τοῦ περιέχοντος πέρας ἐστὶν ὁ ἑκάστου τόπος, δῆλον, ὅτι τὸ μήπω τι περιέχον οὐδέ ἐστι τόπος. πῶς οὖν φέροιτο ἂν ἐπὶ τοὺς οἰκείους τόπους τὰ σώματα τοὺς μηδὲ τὴν ἀρχὴν ὄντας ὅλως τῶν σωμάτων μήπω ὄντων;2 καὶ γὰρ οὐδὲ πρότερόν ποτε ἐν αὐτοῖς ἐγένοντο, ἵνα κατὰ τοῦτο λέγηται ἐπὶ τοὺς οἰκείους φέρεσθαι τόπους τούς ποτε γενομένους· εὐθὺς γὰρ τῷ γενέσθαι καὶ σχεδὸν ἔτι γινόμενα φέρεται τὰ σώματα. εἰ οὖν τὰ φερόμενα σώματα πρὸς τὰ ὅμοια φέρεται, τὸ μὲν πῦρ πρὸς τὸ πῦρ, ὁ δὲ ἀὴρ πρὸς τὸν ἀέρα, ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ, γενόμενα δὲ ἐν ἐκείνοις συνεχῆ τοῖς ὅλοις γίνεται καὶ μέρη αὐτῶν, τὰ δὲ συνεχῆ μέρη οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, οὐκ ἐπὶ τοὺς οἰκείους ἂν τόπους φέροιτο τὰ κατὰ φύσιν κινούμενα οὐδὲ εἰς τόπους ὅλως, ἀλλ’ ἐπὶ τὸ καταλείποντα τὸν τόπον, ὃν εἶχε, μηκέτι ἔχειν τόπον μηδὲ εἶναι ἐν τόπῳ.3 ἀλλ’ οὐδέ, εἰ λέγοι τις τὸ εἰς τὸν οἰκεῖον τόπον φέρεσθαι εἶναι τὸ πρὸς τὸ οἰκεῖον καὶ ὅμοιον σῶμα φέρεσθαι, ὑγιῶς ἐρεῖ· ἂν γὰρ καθ’ ὑπόθεσιν μετενεχθῇ ἡ γῆ εἰς τὸν τοῦ πυρὸς τόπον κἀκεῖ κρατῆται, μετατεθῇ δὲ τὸ πῦρ κάτω, ἔπειτα γῆ τις ἀφεθῇ, ἐπὶ τί κινηθήσεται κινουμένη κατὰ φύσιν; πότερον ἄνω πρὸς τὴν ὅλην γῆν, ὅτι ἐστὶν ὁμοία αὐτῇ, ἢ κάτω πρὸς τὸ πῦρ; εἰ μὲν γὰρ πρὸς τὴν ὅλην γῆν, οὐκ ἔσται τοῖς βάρος ἔχουσιν οἰκεῖος ὁ κάτω τόπος οὐδὲ ἐπὶ τοῦτον ἔσται κινούμενα, εἰ δὲ κάτω φέροιτο ὡς ἐπ’ οἰκεῖον τοῦτον τὸν τόπον, οὐκέτι ἂν εἴη ἴσον τῷ εἰς τὸν αὑτῶν τόπον φέρεσθαι τοῖς σώμασι κατὰ φύσιν τὸ πρὸς τὸ οἰκεῖον φέρεσθαι, οὐδὲ ὁ αὐτὸς τοῦ ὅλου καὶ τοῦ μέρους τόπος. Τὰ μὲν οὖν ἀπορούμενα τοιαῦτα. εἴποι δὲ ἄν τις, ὅτι, ἐὰν ὁ θεὸς καὶ ἡ φύσις μεταθῶσι τὴν γῆν, ὅπου νῦν ἐστιν ἡ σελήνη, ὡς δέον οὕτως, οἰσθήσεται καὶ ἡ βῶλος ἐκεῖ· λήψεται γὰρ καὶ τὰ μέρη παρὰ τῆς δημιουργίας ταύτην τὴν δύναμιν, ἣν τὸ ὅλον. αὐτὸς δὲ ταῦτα λύσει διὰ τοῦ δεῖξαι, ὅτι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι τοῖς σώμασίν ἐστιν ἴσον τῷ ἐπὶ τὸ οἰκεῖον εἶδος φέρεσθαι καὶ τὴν οἰκείαν τελειότητα. δείξει δὲ αὐτὸ διὰ τοῦ παντὸς μὲν τοῦ δυνάμει τι ὄντος τελειότητα εἶναι τὸ ἐν ἐκείνῳ γενέσθαι· τοῦ γὰρ δυνάμει γραμματικοῦ τελειότης καὶ εἶδος τὸ γραμματικὸν γενέσθαι, ὁμοίως καὶ τοῦ μουσικοῦ τὸ μουσικὸν καὶ τοῦ θερμοῦ τὸ θερμόν. εἰ δὲ τὸ ἐν οἷς δύναται κατὰ φύσιν γενέσθαι τελειότης τῶν δυναμένων,4 καὶ ἡ ἐπ’ ἐκεῖνα μεταβολὴ ὁδὸς ἂν αὐτοῖς εἴη ἐπὶ τὴν τελειότητα.

“‘因此,其他人所说的话’……直到‘就是向自身的相运动’。” 在总结了先前所说的话之后,鉴于已经陈述了前人关于重与轻的见解并伴有恰当的辩驳,他终于有机会转向他自己所持的观点了。但他说,首先应当界定某些人特别感到困惑的问题,即为什么各种物体中,有些依其自身的本性运动而始终向下运动,有些始终向上运动,另一些则既向下又向上运动;然后依此界定关于重与轻以及属于它们的受动,它们自身以及属于它们的东西是因何种原因而生成的。亚历山大说,关于物体向固有位置的运动所产生的疑难如下。首先,他们说,如果包围者的界限是每个事物的空间位置,那么显然,尚未包围任何事物者甚至都不是位置。那么,在物体尚不存在因而其固有位置根本从一开始就完全不存在的情况下,物体又怎能向其固有位置运动呢? 因为物体从前也未曾一度处于它们之中,以至于据此可以说它是向曾经存在过的固有位置运动;因为物体在一生成、几乎还在生成之中时就运动了。因此,如果运动的物体是向同类者运动——火向火,气向气,水和土同样也是如此——,而一旦进入那些同类者中,它们就与整体成为连续的并成为它们的部分,然而连续的部分在自身上并不处于位置之中,那么依本性运动的事物就既不是向其固有的位置运动,也根本不是向位置运动,而是走向舍弃它曾具有的位置,从而不再具有位置也不再处于位置之中。 然而,如果有人说向固有的位置运动就是向固有且相似的物体运动,他的话也不会是稳妥的。因为若按假设,土被移到火的位置并在那里被留置,而火被移到下方,然后放开某块土,它依照本性运动时将向何处运动呢?是因为土整体与它相似而向上朝向土整体运动呢,还是向下朝向火运动呢?因为若是朝向土整体运动,下方的空间位置对于具有重量者就将不是固有的,它们也不会是向此位置运动;但若向下运动,把这个空间位置当作固有位置,那么对物体而言依本性向自身的位置运动,就将不再等同于向固有的事物运动,整体与部分的位置也不会是同一的。所产生的疑难就是这些。 不过有人可能会说,如果神与自然按照应然把土移到月亮如今所在的地方,土块也将运动到那里;因为部分也将从创生之中获得整体所具有的这种能力。但他[亚里士多德]自己将通过指明这一点来化解这些疑难:对物体而言向自身的位置运动,等同于向固有的相亦即固有的完满性运动。他将通过以下论断来说明这一点:对于一切潜在地是某物的事物而言,生成处于那之中就是完满性;因为对于潜在的文法家而言,生成为文法家就是完满性和相,同样对于潜在的音乐家而言生成为音乐家也是如此,对于潜在的热者而言生成为热者也是如此。如果生成处于它们依本性能达到的状态之中是具潜能者的完满性,那么向那些状态的变化对它们而言就会是一条通往完满性的道路。

语法注4 条
  1. 4.10ὡς τὰς περὶ βαρέος καὶ κούφου δόξας τῶν προτέρων μετὰ τῆς προσηκούσης ἀντιλογίας ἐκθέμενος

    连词 ὡς 与分词 ἐκθέμενος 连用,表示前面分词短语 Συμπερανάμενος τὰ εἰρημένα 的依据或主观理由(“鉴于已经陈述了前人的见解”)。

  2. 4.10τοὺς μηδὲ τὴν ἀρχὴν ὄντας ὅλως τῶν σωμάτων μήπω ὄντων

    τοὺς μηδὲ τὴν ἀρχὴν ὄντας ὅλως 是修饰前文 τοὺς οἰκείους τόπους 的定语分词短语,其中 τὴν ἀρχήν 作副词用,意为“从一开始、根本”。其后的 τῶν σωμάτων μήπω ὄντων 则是表示原因的独立属格结构。

  3. 4.10ἀλλ’ ἐπὶ τὸ καταλείποντα τὸν τόπον, ὃν εἶχε, μηκέτι ἔχειν τόπον μηδὲ εἶναι ἐν τόπῳ

    介词 ἐπί 的宾语是带冠词的不定式短语 τὸ ... μηκέτι ἔχειν τόπον μηδὲ εἶναι ἐν τόπῳ,而宾格分词 καταλείποντα 与不定式的逻辑主语(即“舍弃了位置,从而不再具有……”)保持一致。

  4. 4.10εἰ δὲ τὸ ἐν οἷς δύναται κατὰ φύσιν γενέσθαι τελειότης τῶν δυναμένων

    条件从句中省略了系动词 ἐστί。主语是带冠词的不定式短语 τὸ ... γενέσθαι(“处于……之中”),τελειότης 作表语名词,τῶν δυναμένων 为属格(“具备潜能者的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:694.1-695.13