← 辛普里丘

亚里士多德《论天》注释

§692.18-693.32

对依据微粒大小解释元素轻重说的驳斥

亚里士多德考察了将元素的轻重差异归因于大小(细粒与粗粒)的观点,驳斥其同样陷入单一质料说的困境(缺乏绝对的轻以及向上运动沦为受迫运动),并指明其会导致多量的火比少量的土更重的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9

" Τὸ δὲ μεγέθει καὶ σμικρότητι διορίζειν ἕως τοῦ τοῦτο δέ ἐστιν ἀδύνατον." Εἰπών, τίνα μὲν ἄτοπα ἀκολουθεῖ περὶ βαρύτητα καὶ κουφότητα τοῖς μίαν ὕλην καὶ ἓν τὸ ὑποκείμενον λέγουσι, τίνα δὲ τοῖς τὰ ἐναντία, ἐκείνοις μὲν τὸ περὶ τοῦ ἁπλῶς κούφου καὶ βαρέος μηδὲν λέγειν, τούτοις δὲ τὸ περὶ τῶν μεταξύ, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν φυσικῶν σωμάτων ἢ τῶν δύο μέσων στοιχείων, μὴ διορίζειν τὴν αἰτίαν, δι’ ἣν τὰ μέν ἐστιν αὐτῶν βαρύτερα τὰ δὲ κουφότερα, μέτεισιν ἐπὶ τοὺς μεγέθει καὶ σμικρότητι τὴν διαφορὰν τῶν στοιχείων ἀποδιδόντας· οὗτοι δὲ ἂν εἶεν οἱ παχυμερείᾳ καὶ λεπτομερείᾳ, ταὐτὸν δὲ εἰπεῖν πυκνώσει καὶ μανώσει, διορίζοντες καὶ μίαν ὕλην ταῖς διαφοραῖς ταύταις καὶ αὐτοὶ ὑποτιθέντες. καὶ λέγει περὶ αὐτῶν, ὅτι ὁ μὲν λόγος ὁ λεγόμενος ὑπ’ αὐτῶν πλασματίας μᾶλλόν ἐστι τοῦ τὸ κενὸν καὶ τὸ πλῆρες ὑποθεμένου,1 πρὸς δὲ τὰς ἀπορίας τὰς πρὸς τοῦτον ὑπενεχθείσας ἀσφαλέστερός ἐστιν ὁ νῦν προτεθείς. ἕκαστον γὰρ τῶν τεσσάρων σωμάτων τῇ τῆς λεπτότητος καὶ παχύτητος μεθέξει καὶ τῇ κατὰ ταύτην ἀναλογίᾳ τὴν τοῦ βάρους καὶ τῆς κουφότητος ἕξει ῥοπήν, ὅπερ οὐκ εἶχον λέγειν οὔτε οἱ ἐκ τῶν ἐπιπέδων συντιθέντες· τὰ γὰρ καθ’ αὑτὰ ῥοπὴν μὴ ἔχοντα οὔτε ἐλάττονα οὔτε πλείονα συντεθέντα ἕξει ῥοπήν· ἀλλ’ οὐδὲ οἱ τὸ κενὸν καὶ πλῆρες αἰτιώμενοι τῆς κατὰ κουφότητα καὶ βαρύτητα διαφορᾶς τῶν στοιχείων τὴν αἰτίαν εἶχον ἀπολογίζεσθαι· οἱ γὰρ μὴ ἔχοντες εἰπεῖν, διὰ τί τὸ μὲν κενὸν κοῦφόν ἐστι τὸ δὲ στερεὸν βαρύ, οὐδὲ τῶν ἐκ τούτων συγκειμένων τῆς διαφορᾶς τὴν αἰτίαν ἔχουσι λέγειν. Αἰτιᾶται δὲ καὶ τοὺς μεγέθει καὶ σμικρότητι διορίζοντας ὡς τῷ ἓν ὑποκείμενον καὶ μίαν φύσιν ποιεῖν τῶν τῷ μεγέθει διαφερόντων τοῖς αὐτοῖς ἐνεχομένους,2 οἷς καὶ οἱ μίαν ὕλην ποιοῦντες ἐνείχοντο· ταῦτα δὲ ἦν τὸ μὴ εἶναι τὸ μὲν ἁπλῶς κοῦφον καὶ φερόμενον ἄνω κατ’ αὐτούς, τὸ δὲ ἁπλῶς βαρὺ καὶ φερόμενον κάτω· πάντα γὰρ μίαν ἕξει φυσικὴν ῥοπὴν κατ’ αὐτούς, ἢ πλείω δὲ ἢ ἐλάσσω ταύτην, οὐ μὴν διάφορον κατ’ εἶδος, εἴπερ ἓν τὸ ὑποκείμενον. εἰ δὲ μὴ ἔστι τὸ φερόμενον ἄνω φύσει, δῆλον, ὅτι τὰ νῦν ἄνω φέρεσθαι δοκοῦντα ἢ ὑστερίζοντα καὶ προλαμβανόμενα ὑπὸ τῶν βαρυτέρων ἐν τῇ ἐπὶ τὸ κάτω φορᾷ ἄνω δοκεῖ εἶναι ἢ ἐκθλιβόμενα ὑπὸ τῶν βαρυτέρων ἐπὶ τὸ ἄνω φέρεται βίᾳ, ἀλλ’ οὐ κατὰ φύσιν. ἀκολουθεῖ δέ, φησί, τούτοις τὸ πολλὰ μικρά, τουτέστι πολλὰ λεπτομερῆ, ὀλίγων μεγαλομερῶν βαρύτερα εἶναι· τῷ γὰρ ἐκ τοῦ αὐτοῦ ὑποκειμένου εἶναι τοῖς μεγαλομερέσι τὰ μικρομερῆ καὶ τὴν αὐτὴν φυσικὴν ῥοπὴν ἔχειν, ἂν ἀθροισθῇ πλείω μικρομερῆ, βαρύτερα ἔσται τῶν ὀλίγων μεγαλομερῶν. εἰ δὲ τοῦτο, συμβήσεται πολὺν ἀέρα καὶ πολὺ πῦρ ὕδατος ὀλίγου βαρύτερα εἶναι καὶ γῆς ὀλίγης· τοῦτο δέ ἐστιν ἀδύνατον. Τοῦτο δέ, φησὶν Ἀλέξανδρος, δύναται καὶ πρὸς τοὺς περὶ Δημόκριτον λέγεσθαι, οἳ ἐκ τῶν μικρῶν σφαιρικῶν ἀτόμων ἔλεγον συντίθεσθαι τὸ πῦρ. εἰ γὰρ πᾶσαι αἱ ἄτομοι τῆς αὐτῆς οὖσαι φύσεως βάρος ἔχουσι καί εἰσιν αἱ μείζους βαρύτεραι τῷ μείζους εἶναι, διὰ τοῦτο δὲ καὶ τὰ σώματα τὰ ἐκ τῶν μειζόνων ἀτόμων συγκείμενα βαρύτερα, ἐὰν πολλαὶ ἄτομοι μικραί, ὀλίγων μεγάλων ἔσονται βαρύτεραι· εἰ δὲ τοῦτο, πολὺ πῦρ ἔσται βαρύτερον ὀλίγης γῆς. ἢ τοῦτο ἄν, φησί, πρὸς αὐτοὺς λέγοιτο, εἰ μὴ τὸ κενὸν ᾐτιῶντο.3

“以大小来规定……直到而这是不可能的。” 在陈述了对主张单一质料和单一基底的人而言关于轻重伴随着何种荒谬,对主张对立者的人而言又伴随着何种荒谬之后——对前者而言是什么也不谈论绝对的轻与重,对后者而言则是关于中间之物,也就是说关于自然物体或两种居中的元素,未能规定其中一些更重而另一些更轻的原因——,他转向了那些把元素之间的差异归因于大小的人。这些人当是通过粗粒和细粒,也就是说通过浓聚和稀疏来规定[元素]的人,他们自己也在这些差异之下设定了单一质料。他谈到他们说,他们所说的论调比起假定虚空与充实者的论调来更为生造作伪,但相对于针对后者所提出的各疑难而言,如今提出的这一论调则更为稳妥。因为四个物体中的每一者都将因分有细与粗以及根据此比例而具有轻重的倾向,这既不是那些由平面构成[物体]的人所能说明的——因为自身不具有倾向的事物,无论组合得较少还是较多,都不会具有倾向——,也不是那些把虚空与充实者当作原因的人所能说明元素依据轻重的差异之原因的;因为那些无法说出为什么虚空是轻的而坚实物是重的人,甚至也无法说出由它们复合而成的事物之所以存在差异的原因。 他也斥责那些以大小来规定的人,指责他们由于对大小相异者设定单一基底和单一本性,便陷入了与设定单一质料者所陷入的相同境地。这些就是:照他们看来,既不存在绝对轻且向上运动的东西,也不存在绝对重且向下运动的东西;因为照他们看来,如果基底确实是单一的,一切事物都将具有一种自然倾向,这种倾向或多或少,但绝不在形式上有所不同。但如果不存在本性上向上运动的东西,显然,如今看似向上运动的事物,要么是在向下运动中落在较重者之后并被其赶超而显得在上,要么是被较重者挤出而受强力向上运动,而非出于自然本性。他说,对这些人而言随之而来的是:许多微小之物,即许多细粒之物,比少数大粒之物更重;因为小粒之物与大粒之物出自同一基底并具有相同的自然倾向,若聚集起较多的小粒之物,便会比少数大粒之物更重。若如此,多量的气和多量的火就会比少量的水和少量的土更重;但这是不可能的。 亚历山大说,这一点也可以针对德谟克利特一派的人来说,因为他们曾说火是由微小的球形原子构成的。因为如果所有的原子出于同一本性都具有重量,且较大者因其较大而更重,且由于这个原因由较大原子复合而成的物体也更重,那么如果有许多微小的原子,它们就会比少数巨大的原子更重;若如此,多量的火就会比少量的土更重。或者,他说,如果他们不曾把虚空归为原因,这番话原本是会对他们说的。

语法注3 条
  1. 4.9ὁ μὲν λόγος ὁ λεγόμενος ὑπ’ αὐτῶν πλασματίας μᾶλλόν ἐστι τοῦ τὸ κενὸν καὶ τὸ πλῆρες ὑποθεμένου

    比较属格 τοῦ ... ὑποθεμένου 为带冠词阳性分词(“假定……者”),在此需补充前面的名词 λόγος,理解为“比起假定虚空与充实者的人的[论调]”。这是一种简略比较(comparatio compendiaria),通过指称倡导者来代表其学说。

  2. 4.9ὡς τῷ ἓν ὑποκείμενον καὶ μίαν φύσιν ποιεῖν τῶν τῷ μεγέθει διαφερόντων τοῖς αὐτοῖς ἐνεχομένους

    宾格分词 ἐνεχομένους 与主动词 αἰτιᾶται 的宾语(τοὺς ... διορίζοντας)保持一致,连词 ὡς 引导该分词,表示亚里士多德提出谴责的主观理由。而 τῷ ... ποιεῖν 则是表示原因或手段的带冠词与格不定式短语。

  3. 4.9ἢ τοῦτο ἄν, φησί, πρὸς αὐτοὺς λέγοιτο, εἰ μὴ τὸ κενὸν ᾐτιῶντο

    归结句中的 ἄν + 祈愿语气(λέγοιτο)与从句中的未完成过去直陈语气(ᾐτιῶντο)相结合。条件从句表达与事实相反的假设(“如果他们不曾把虚空归为原因”),主句则以带有潜在意味的祈愿语气表达本可能产生的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:692.18-693.32