- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:691.18-692.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐述了假定两个对立基底(虚空与充实)的学说无法说明中间物体的轻重这一困难,并比较了亚历山大的解释(将中间物视为虚空与充实的复合物)与另一种观点(将中间物视为气和水)。
ἐναντίας δὲ οὔσης τῆς ὕλης καὶ τοῦ ὑποκειμένου, καθάπερ οἱ τὸ κενὸν καὶ πλῆρες λέγοντες, περὶ μὲν τοῦ ἁπλῶς βαρέος καὶ ἁπλῶς κούφου λέγειν δόξουσι τὸ μὲν κενὸν ἁπλῶς κοῦφον τὸ δὲ πλῆρες ἁπλῶς βαρὺ λέγοντες, τὰ δὲ μεταξὺ σώματα πυρός, ἀέρος καὶ τῶν λοιπῶν — μεταξὺ δὲ ὡς ἐξ ἀμφοῖν συγκειμένων τοῖν ἄκροιν τοῦ τε πλήρους καὶ τοῦ κενοῦ — οὐκέτι ἔσται· οὐ γὰρ ἔχουσι διορίζειν, κατὰ τί βαρύτερα καὶ κουφότερά ἐστιν ἀλλήλων τε καὶ τῶν στοιχείων τοῦ τε κούφου τοῦ κενοῦ καὶ τοῦ βαρέος τοῦ στερεοῦ· μὴ εἰδότες γάρ, διὰ τί τὸ μὲν κενὸν κοῦφόν ἐστι τὸ δὲ στερεὸν βαρύ, οὐδὲ περὶ τῶν μετεχόντων ἀπολογήσασθαι δύνανται. τῶν μέντοι ἁπλῶς διὰ τί τὰ σύνθετα βαρύτερα καὶ κουφότερα, τὴν αἰτίαν ἂν λέγοιεν·1 τοῦ μὲν γὰρ κενοῦ βαρύτερα ἂν λέγοιεν αὐτὰ εἶναι τῷ ἔχειν καὶ στερεὸν ἐν αὑτοῖς, τοῦ δὲ στερεοῦ κουφότερα τῷ ἔχειν ἐν αὑτοῖς κενόν· ἢ ὅτι οἱ μὴ ἔχοντες εἰπεῖν τὴν αἰτίαν,2 δι’ ἣν τῶν συνθέτων τὸ μὲν βαρύ ἐστι τὸ δὲ κοῦφον, οὐδ’ ἄν τοῦ βαρύτερά τινος ὅλως αὐτὰ εἶναι ἢ κουφότερα ἔχοιεν τὴν αἰτίαν εἰπεῖν. μήποτε δὲ τὰ μεταξὺ βαρύτερα καὶ κουφότερα ἀλλήλων δύνανται λέγειν, κουφότερα τῷ ἐν τῷ ἴσῳ ὄγκῳ πλέον κενὸν ἔχειν ἔλαττον δὲ στερεόν, ἔμπαλιν δὲ βαρύτερα. ἀλλὰ πῶς τὰ μὴ ἰσόογκα συγκρίνουσιν, οὐχ ἕξουσιν εἰπεῖν· ἐὰν γὰρ μικρὸν γῆς μέρος καὶ πολὺ πυρὸς συγκρίνηται, τίνι κριθήσεται τὸ πῦρ κουφότερον εἶναι τὸ πολλαπλάσιον τῆς γῆς; οὐ γὰρ δυνατὸν ἐπὶ τούτων εἰπεῖν, ὅτι, οὗ τὸ ἴσον μέρος λαμβανόμενον κουφότερόν ἐστι, τοῦτο καὶ ἁπλῶς κουφότερόν ἐστιν· εἰ γὰρ τὸ ἴσον τοῦ ἴσου ἦν κουφότερον, διότι ἐλάττω μὲν εἶχε στερεὰ πλεῖον δὲ κενόν, ἐν οἷς τοῦτο μὴ σώζεται, οὐδ’ ἂν ἡ αἰτία μένοι τοῦ κουφοτέρου καὶ βαρυτέρου. Οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὰ μεταξὺ τῶν ἁπλῶς βαρέων καὶ κούφων τὰ σύνθετα ἐκ τοῦ κενοῦ καὶ πλήρους ἀκούων ἐξηγεῖται. μήποτε δὲ ἁπλῶς βαρὺ καὶ κοῦφον γῆν καὶ πῦρ λέγει μεταξὺ δὲ ἀέρα καὶ ὕδωρ, καὶ ὅτι οὐκ ἔσται ταῦτα· οὐ γὰρ ἔχουσιν εἰπεῖν, διὰ τίνα αἰτίαν βαρύτερα ταῦτα καὶ κουφότερά ἐστιν ἀλλήλων τε καὶ τῶν ἁπλῶς. Καὶ νῦν μὲν τοσοῦτον εἶπε μόνον, πρὸς δὲ τῷ τέλει τοῦ βιβλίου τὸ αὐτὸ ἐπιχείρημα θεὶς σαφέστερον λέγει τὰ ἑπόμενα ἄτοπα καὶ τοῖς ἓν τὸ ὑποκείμενον λέγουσι καὶ τοῖς τὰ ἐναντία καὶ ἐκεῖ σαφῶς τὰ μεταξὺ τὸν ἀέρα λέγει καὶ τὸ ὕδωρ. Ἰστέον δέ, ὅτι ὁ μὲν Ἀλέξανδρος ἀλλήλων τε καὶ τῶν ἁπλῶν γράφει, ηὗρε δὲ ἔν τισι τῶν ἁπλῶς γεγραμμένον.
另一方面,当质料与基底是对立的时,正如那些主张虚空与充实者的人那样,他们似乎会谈论绝对的重与绝对的轻,称虚空为绝对的轻,充实者为绝对的重,但中间的物体——火、气及其他物体的[中间物体](中间是在由充实者与虚空这两个极端双方复合而成的意义上)——将不再存在。因为他们无法规定,凭借什么它们比彼此以及比各元素——轻的元素即虚空,与重的元素即坚实物——更重和更轻。因为他们既然不知道为什么虚空是轻的而坚实物是重的,也就无法对分有它们的事物做出说明。然而,关于为什么复合物比绝对之物更重和更轻,他们或许能说出原因;因为他们可以说,复合物比虚空更重,是由于自身中也含有坚实物,而比坚实物更轻,是由于自身中含有虚空。或者[难道是因为]那些无法说出复合物中为何一者重而另一者轻之原因的人,也根本说不出它们比任何东西更重或更轻的原因?但是,也许他们能够说中间之物彼此之间更重和更轻,即在相等的体积中因含有较多虚空和较少坚实物而更轻,反之则更重。然而他们将如何比较体积不相等的事物,他们将无法说出;因为如果拿少量的土和大量的火相比较,将根据什么判定多倍于土的火是更轻的呢?因为在这些事物上不可能说:取其相等部分而较轻者,此物绝对而言也是较轻的。因为如果相等者比相等者更轻,是因为它含有较少的坚实物和较多的虚空,那么在这一点得不到维持的事物中,较轻与较重的因由也就不复存在了。 因此,亚历山大便是这样把介于绝对的重与轻之间者理解为由虚空与充实复合而成之物来解释的。但也许[亚里士多德]所说的绝对的重与轻是指土和火,中间物是指气和水,并且是说这些将不存在;因为他们无法说出,由于什么原因这些比彼此以及比绝对之物更重和更轻。虽然现在他只说了这么多,但在本书的末尾,他提出了相同的论证,更清晰地陈述了假定基底为单一者和假定为对立者双方所伴随的荒谬结果,并在那里明确地称中间物为气和水。应当知道的是,亚历山大所写的是“比彼此以及比单纯之物”,但他发现某些本子里写的是“比绝对之物”。
- 4.8τῶν μέντοι ἁπλῶς διὰ τί τὰ σύνθετα βαρύτερα καὶ κουφότερα, τὴν αἰτίαν ἂν λέγοιεν
倒装构式(hyperbaton)。置于句首的比较属格 τῶν ἁπλῶς(“比绝对之物”)依存于间接疑问句内的比较级 βαρύτερα καὶ κουφότερα。主句的主干为 τὴν αἰτίαν ἂν λέγοιεν(“他们或许能说出原因”),而 διὰ τί 从句则具体化了该原因的内容。
- 4.8ἢ ὅτι οἱ μὴ ἔχοντες εἰπεῖν τὴν αἰτίαν
省略主句的 ἢ ὅτι 构式,用于对前述假设提出反驳或替代性疑虑。主句动词被省略,仅留下由 ὅτι 引导的原因从句(“或者[难道是因为]那些无法说出……的人……”),以此来质疑前文“他们或许能说出原因”的假设。
