← 辛普里丘

亚里士多德《论天》注释

§690.15-691.18

对单一基底轻重学说的普遍反驳

辛普里丘阐述亚里士多德在Bekker 309b29及之后对将重与轻归因于单一基底(通过稠密与稀疏,或德谟克利特式的原子大小)或对立原理的各派学说进行的普遍反驳,并论证了在主张单一基底的人那里无法成立绝对的重与轻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#1

" Ὡσαύτως δὲ συμβαίνει, κἄν τις ἄλλως διορίζῃ ἕως τοῦ κουφότερα ἀλλήλων καὶ τῶν ἁπλῶν ἐστι." Ταῦτα λοιπὸν κοινῶς ἐπάγει πᾶσι τοῖς περὶ βαρέος καὶ κούφου λέγουσι προσπαραλαμβάνων ἐν τοῖς νῦν λεγομένοις καὶ ἐκείνας τὰς δόξας, πρὸς ἃς ἀντείρηκε προσεχῶς, τήν τε πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων καὶ τὴν τῷ κενῷ καὶ πλήρει τὸ βαρὺ καὶ κοῦφον διορίζουσαν, καὶ λέγει, ὅτι ὡσαύτως συμβαίνει ἢ περὶ τοῦ ἁπλῶς βαρέος καὶ κούφου μηδὲν λέγειν αὐτοὺς ἢ περὶ τῶν μεταξὺ τῶν ἁπλῶς βαρέων καὶ κούφων. λέγει οὖν, ὅτι, κἂν ἄλλως τις μεγέθει καὶ σμικρότητι διορίζῃ τὰ βαρύτερα καὶ κουφότερα καὶ μὴ ὡς ὁ Πλάτων, ἀλλ’ ἢ ὡς οἱ περὶ Δημόκριτον·1 οὗτοι γὰρ ἐκ μὲν μικρῶν σφαιρῶν ἔλεγον τὸ πῦρ γίνεσθαι, διὸ λεπτομερέστατον εἶναι, ἐκ μειζόνων δὲ ἀτόμων τὴν γῆν, ἐκ δὲ τῶν μέσων τὰ μεταξύ· ἢ ὡς οἱ τὸ στοιχεῖον ἓν ὑποτιθέμενοι καὶ τῇ τούτου πυκνότητι καὶ μανότητι τὰ ἄλλα γεννῶντες· καὶ οὗτοι γὰρ τῆς μανότητος τὸ κενὸν ᾐτιάσαντο· καὶ πρὸς τούτους γὰρ καὶ μάλιστα πρὸς τούτους ἁρμόττει τὸ κἂν ἄλλον ὁντιναοῦν τρόπον κατασκευάζων, τουτέστι κἂν μὴ μέγεθος καὶ σμικρότητα ὀνομάζῃ, ἀλλὰ πυκνότητα καὶ μανότητα, μόνον δὲ τὴν αὐτὴν ὕλην ἅπασιν ἀποδιδούς, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ. ὕλην δὲ λέγει τὸ ὑποκείμενον· τὴν αὐτὴν δὲ ὕλην καὶ ὁ Ἀριστοτέλης ἅπασιν ἀποδίδωσιν, ἀλλ’ ἡ διαφορά, ὅτι οὗτοι ἐνεργείᾳ τι ὂν ἤδη ὑποκεῖσθαι λέγουσιν, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ. τὸ δὲ ἢ πλείους μὲν ἐναντίας δὲ μόνον δύναται περιλαμβάνειν2 καὶ τοὺς τὸ κενὸν καὶ πλῆρες λέγοντας καὶ τοὺς γῆν καὶ πῦρ, ὡς Παρμενίδης, καὶ τοὺς πυκνὸν καὶ μανὸν καὶ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὴν γένεσιν ἀποδιδόντας. οὕτως οὖν διχῇ διαστήσας πάντας εἴς τε τοὺς μίαν ὕλην ὑποτιθέντας καὶ εἰς τοὺς πλείους μὲν μιᾶς ἐναντίας δὲ τὰ ἑκατέροις ἑπόμενα ἄτοπα ἐπάγει, καὶ πρῶτον, ὅτι μιᾶς τῆς ὕλης οὔσης, ὥσπερ καὶ τοῖς ἐκ τῶν τριγώνων συνιστᾶσιν· ἐξ ἑνὸς γὰρ τοῦ σκαληνοῦ ἡμιτριγώνου τὰ τρία παρ’ αὐτοῖς γέγονε στοιχεῖα, πῦρ, ἀήρ, ὕδωρ· τούτοις οὖν τοῖς ἐξ ἑνὸς τοῦ αὐτοῦ ὑποκειμένου γεννῶσιν οὐκ ἔσται τὸ ἁπλῶς βαρὺ καὶ ἁπλῶς κοῦφον· ἡ γὰρ αὐτὴ φύσις ἐν πᾶσιν αὐτοῖς ἔστιν, ἥτις εἰ μὲν βαρεῖα εἴη, τὸ ἁπλῶς κοῦφον οἴχεται, εἰ δὲ κούφη, τὸ βαρὺ οὐκ ἔσται τὸ ἁπλῶς, ἀλλὰ τὰ πρὸς ἄλληλα μόνον, εἴτε πλήθει καὶ ὀλιγότητι εἴτε μεγέθει καὶ σμικρότητι τοῦ ὑποκειμένου τὸ μὲν βαρύτερον τὸ δὲ κουφότερον γίνεσθαί φασιν, αὐτοῦ τοῦ στοιχείου μηδεμίαν ἔχοντος ῥοπήν.3

“同样的事情发生,即使有人以另一种方式规定”至“比彼此以及比单纯之物更轻。” 他如今把这些论点共同指向所有谈论重与轻的人,并在现在所说的内容中,也一并采纳了他刚才反驳过的那些观点——即由平面的多数与少数来规定,以及由虚空与充实者来规定重与轻的观点——并且他说,同样的事情会发生,即他们要么对绝对的重与轻只字未提,要么对介于绝对的重与轻之间者[只字未提]。因此他说,即使有人以大小来规定较重者与较轻者,以另一种方式,不是像柏拉图那样,而是像德谟克利特一派那样[来规定,也是如此]。因为他们说火是由小球体生成的,因而由最微细的部分组成,而土由较大的原子生成,中间之物则由中间的[原子]生成。或者像那些假定只有一种元素并通过它的稠密与稀疏来生成其他事物的人那样[来规定,也是如此];因为这些人也将稀疏归咎于虚空。因为对这些人,特别是对这些人,“即使他以任何其他方式构建”这句话是适用的,也就是说,即使他不称其为大小,而是称其为稠密与稀疏,只要他将相同的质料赋予万物——例如水或气或中间物。他把基底称为质料;亚里士多德也把相同的质料赋予万物,但区别在于,这些人主张某种已经是现实存在之物在作基底,例如水或气或中间物。而“或者虽然不止一个,但仅是对立的”这句话,既能涵盖谈论虚空与充实者的人,也能涵盖像巴门尼德那样谈论土与火的人,谈论稠密与稀疏的人,以及将生成归于平面的多数与少数的人。因此,在这样把所有人划分为假定一种质料的人和假定不止一种且为对立质料的人这两类之后,他便提出了对双方而言各自伴随的荒谬结果;首先,在质料为单一的情况下,正如对那些由三角形构成[元素]的人来说也是如此——因为在他们那里,由单一的不等边半三角形生成了三种元素,即火、气、水——因此对于这些由同一单一基底生成事物的人来说,将不存在绝对的重与绝对的轻。因为在所有这些事物中存在着同一种自然本性,如果这一本性是重的,绝对的轻就消失了;如果它是轻的,绝对的重将不存在,而只有相对于彼此而言的[较重或较轻],无论他们是说由基底的多数与少数,还是由大小,一者变得较重而另一者变得较轻,而元素本身并不具有任何倾向。

语法注3 条
  1. 4.8κἂν ἄλλως τις μεγέθει καὶ σμικρότητι διορίζῃ τὰ βαρύτερα καὶ κουφότερα καὶ μὴ ὡς ὁ Πλάτων, ἀλλ’ ἢ ὡς οἱ περὶ Δημόκριτον·

    这是由 κἄν(καὶ ἐάν)引导的让步条件从句,其中在 ἀλλ’ ἤ 之后并列了比较短语 ὡς οἱ περὶ Δημόκριτον 与 ὡς οἱ τὸ στοιχεῖον ἓν ὑποτιθέμενοι。主句动词(ὡσαύτως συμβαίνει)从前文承接并省略,全句呈紧凑的省略结构。

  2. 4.8τὸ δὲ ἢ πλείους μὲν ἐναντίας δὲ μόνον δύναται περιλαμβάνειν

    中性单数定冠词 τό 将引自亚里士多德原文(309b34)的短语“ἢ πλείους μὲν ἐναντίας δὲ μόνον”整体名词化,作为全句的主语。谓语动词是 δύναται,支配不定词 περιλαμβάνειν。

  3. 4.8αὐτοῦ τοῦ στοιχείου μηδεμίαν ἔχοντος ῥοπήν

    句末的独立属格结构(genitive absolute),针对前述对方所主张的“凭借基底的多少或大小而使一者较重另一者较轻”,起到让步或指出反常情况的作用,即“元素本身并不具有任何倾向”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:690.15-691.18