- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:689.9-690.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘按顺序阐释了亚里士多德针对那些把虚空与充实者当作轻重之因的人提出的四条反驳:虚空自身的运动、二者不分离的原因、为虚空设定位置之荒谬以及缺乏共同的运动原因。
" Ἀλλὰ μήν, εἴ γε τὸ μὲν κενὸν ἕως τοῦ οὐ γὰρ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν." Καὶ ἄλλας ἐνστάσεις ἐφεξῆς ἐπάγει τοῖς τὸ μὲν κενὸν τῆς κουφότητος τὸ δὲ πλῆρες τῆς βαρύτητος αἰτιωμένοις, ὧν πρώτη μέν, ὅτι ἄτοπον τὰ μὲν σώματα ἄνω φέρεσθαι διὰ τὴν τοῦ κενοῦ παρεμπλοκήν, αὐτὸ δὲ τὸ κενὸν μὴ φέρεσθαι ἄνω· εἰ γὰρ τοῖς ἄλλοις αἴτιον αὐτὸ γίνεται τῆς εἰς τὸ ἄνω φορᾶς οὐκ ἂν ἄλλως ἐνεχθεῖσιν ἄνω,1 πῶς οὐχὶ καὶ αὐτὸ τῇ ἑαυτοῦ φύσει ἐπὶ ταὐτὸ φέρεται; οὕτως οὖν ὑποδείξας, ὅτι τοῖς λέγουσι τῆς μὲν ἄνω φορᾶς αἴτιον εἶναι τὸ κενὸν τῆς δὲ κάτω τὸ πλῆρες ἕπεται τὸ λέγειν κατὰ φύσιν ἄνω μὲν φέρεσθαι τὸ κενὸν κάτω δὲ τὸ πλῆρες, λοιπὸν τὰ ἑπόμενα τούτῳ ἄτοπα συνάγει· πρῶτον μέν, ὅτι, εἰ τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι τὸ δὲ πλῆρες κάτω, καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τὸ μὲν τῆς ἄνω τὸ δὲ τῆς κάτω φορᾶς ἐστιν, οὐκ ἔδει λοιπὸν περὶ τῶν συνθέτων σκοπεῖν, διὰ τί τὰ μὲν τῶν σωμάτων κοῦφα τὰ δὲ βαρέα ἐστίν· τοῦτο γὰρ δῆλον ἤδη λοιπὸν ἦν τοῖς οὕτως ὑποθεμένοις· ἀλλὰ περὶ τούτων αὐτῶν τοῦ κενοῦ καὶ τοῦ πλήρους ζητεῖν,2 διὰ τί τὸ μὲν κοῦφόν ἐστιν, τὸ δὲ ἔχει βάρος, ταὐτὸν δὲ εἰπεῖν, διὰ τί τὸ μὲν κενὸν ἄνω φέρεται τὸ δὲ πλῆρες κάτω. ἄτοπον γὰρ εὐθὺς ἂν ἔδοξεν εἶναι τὸ κουφότητα καὶ ῥοπὴν καὶ δύναμιν ὅλως τινὰ τῷ κενῷ διδόναι· οὐ γὰρ σώζει τοῦτο τὴν περὶ τοῦ κενοῦ ἔννοιαν· πλὴν οὕτως ἂν ζητοῦντες περὶ τοῦ ἁπλῶς βαρέος καὶ κούφου τὴν ζήτησιν ἐποιοῦντο, ἀλλ’ οὐχ ὡς νῦν περὶ τῶν κατὰ σύγκρισιν μόνην. δεύτερον δέ, φησίν, εἰ τὸ μὲν κενὸν ἄνω φέρεται φύσει τὸ δὲ πλῆρες κάτω, τί τὸ αἴτιον τοῦ μὴ διαστῆναι ταῦτα ἀπ’ ἀλλήλων, ἀλλὰ μεμίχθαι πρὸς ἄλληλα καὶ συμμένειν; τάχα δὲ ἂν εἴη πρὸς τοῦτο ῥᾴδιον εἰπεῖν τὸ αὐτὸ αἴτιον εἶναι, ὅπερ τοῦ τὸ πῦρ καὶ τὴν γῆν μεμίχθαι, τὸ μὲν ἄνω φερόμενον, τὸ δὲ κάτω, εἰ μὴ ἄρα ταῦτα μὲν καὶ χωρίζεται, τὸ δὲ κενὸν καὶ τὸ πλῆρες οὐ λέγουσι χωρίζεσθαι. τρίτον δὲ ἐπάγει τὸ ἄλογον εἶναι τὸ χώραν τῷ κενῷ ποιεῖν λέγοντας ἄνω φέρεσθαι αὐτὸ κατὰ φύσιν· αὐτὸ γὰρ τὸ κενὸν χώρα καὶ τόπος ἐστερημένος σώματός ἐστι κατ’ αὐτούς, τοῦ δὲ τόπου τόπον ποιεῖν τῶν ἀτοπωτάτων ἐστίν. ἔτι δὲ ἄπειρον αὐτοῖς τὴν χώραν ὑποτιθεμένοις οὔτε τὸ ἄνω οὔτε τὸ κάτω λέγειν ἔξεστιν οὔτε τὸ ἐξ οὗ οὔτε τὸ εἰς ὅ· πᾶν δὲ τὸ κατὰ τόπον κινούμενον ἀπὸ τόπου εἰς τόπον μεταβάλλει. τέταρτον δὲ πρὸς τούτοις, φησί, τί τὸ αἴτιον τῆς κινήσεως τὸ κοινὸν τῆς τε ἐπὶ τὸ ἄνω καὶ τῆς ἐπὶ τὸ κάτω; ἡμεῖς μὲν γὰρ τὴν φύσιν αἰτιώμεθα ἀρχὴν οὖσαν ῥοπῆς καὶ κινήσεως ἐν τοῖς σώμασιν, οὗτοι δὲ οὐκ ἂν τὸ κενὸν τῆς κινήσεως αἴτιον λέγοιεν, διότι οὐκ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν.
“然而,如果虚空”至“因为不仅是它自身在运动,而且固体也在运动。” 他接着对那些将轻归咎于虚空、将重归咎于充实者的人提出了其他的反驳,其中第一条是:物体由于虚空的掺入而向上运动,而虚空自身却不向上运动,这是荒谬的;因为如果它自身成为其他那些若非如此便不会向上运动之物向上运动的原因,它自身又怎能不依据自身的本性向同一个方向运动呢?因此,在指出对于那些主张虚空是向上运动的原因、充实者是向下运动的原因的人来说,必然会得出虚空在自然本性上向上运动而充实者向下运动的结论之后,他接着推导出了伴随于此的荒谬结果:第一,如果虚空自然向上运动而充实者向下运动,并且由于这个缘故,它们对其他事物而言分别成为向上和向下运动的原因,那么就不应当再考察关于复合物的问题,即为什么有的物体轻而有的物体重——因为对于做出如此假定的人来说,这一点此后已经是清楚的了——,而是应当探讨虚空和充实者自身,为什么一者是轻的而另一者具有重量,或者换句话说,为什么虚空向上运动而充实者向下运动。因为将轻、倾向以及一般的某种能力赋予虚空,立刻就会显得是荒谬的;因为这无法保留关于虚空的概念。不过,若是这样探讨,他们就会是对绝对的重和轻进行探究,而不会像现在这样仅仅是对依比较而论的事物进行探究。第二,他说,如果虚空自然向上运动而充实者向下运动,那么它们不彼此分开、而是相互混杂并保持在一起的原因是什么?对此或许容易回答说,这与火和土混杂在一起的原因相同——一者向上运动而另一者向下运动——,若非这些〔火和土〕其实也会分离,而他们却说虚空和充实者并不分离。第三,他指出,那些主张虚空自然向上运动的人给虚空设定了位置,这是不合情理的;因为按照他们的看法,虚空本身就是剥夺了物体的空间和位置,而为位置设定位置是最荒谬的事情之一。再者,对于假定空间是无限的他们来说,既不能谈论上也不能谈论下,既不能谈论所从出也不能谈论所向往;然而一切依位置而运动的事物都是从一处转移到另一处。第四,在这些之外,他说,向上运动和向下运动共同的运动原因是什么?因为我们是将本性视为物体中倾向和运动的始基而将其作为原因,但他们却不能说虚空是运动的原因,因为不仅是它自身在运动,而且固体也在运动。
- 4.7οὐκ ἂν ἄλλως ἐνεχθεῖσιν ἄνω
与格分词 ἐνεχθεῖσιν 与 ἄν 连用,修饰前面的 τοῖς ἄλλοις。此处分词与暗含条件的 ἄλλως 配合,用作相当于归结分句的关系从句结构,表达与事实相反的假设含义(“对于其他那些若非如此便绝不会向上运动之物而言”)。
- 4.7οὐκ ἔδει λοιπὸν περὶ τῶν συνθέτων σκοπεῖν ... ἀλλὰ περὶ τούτων αὐτῶν τοῦ κενοῦ καὶ τοῦ πλήρους ζητεῖν
无人称动词 ἔδει(未完成过去式直说语气,用于表示本应如此却未如此的义务/当然情况)支配两个形成对比并列的不定词 σκοπεῖν 与 ζητεῖν。其句法骨架为:“不应当再考察复合物(οὐκ ἔδει σκοπεῖν),而应当探讨虚空与充实者自身(ἀλλὰ [ἔδει] ζητεῖν)”。
