- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:688.9-689.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐述了亚里士多德对基于立体与虚空的关于重与轻的三种界定(单纯基于立体、单纯基于虚空、以及基于二者比例)依次进行的驳斥。
πρὸς τούτους οὖν τοὺς τρεῖς διορισμοὺς ἀντιλέγων καὶ πρῶτον πρὸς τὸν πρῶτον· εἰ γὰρ τὸ ἁπλῶς βαρὺ διορίζουσι τῷ πλέον στερεὸν ἔχειν, ἔσται πλῆθος γῆς οὕτως ὀλίγον, ἐν ᾧ στερεὸν ἔσται ἔλαττον ἤπερ ἐν πολλῷ πλήθει πυρός· ἔσται οὖν τὸ πῦρ ἐκεῖνο βαρύτερον ἐκείνης τῆς γῆς καὶ ἡ γῆ ἐκείνη τοῦ πυρὸς ἐκείνου κουφοτέρα. προσυπακουστέον δέ, ὅτι, κἂν τὸ ἁπλῶς κοῦφον τῷ ἔλαττον στερεὸν ἔχειν,1 ἔσται τι πλῆθος ὀλίγον γῆς πολλοῦ πυρὸς ἔλαττον στερεὸν ἔχον, ὥστε κουφοτέρα ἡ γῆ ἐκείνη τοῦ πυρὸς ἐκείνου ἔσται καὶ τὸ πῦρ ἐκεῖνο τῆς γῆς ἐκείνης βαρύτερον. ὁμοίως δέ, κἂν τῷ κενῷ διορίσωσιν, ὥστε βαρὺ λέγειν ἁπλῶς τὸ ἔλαττον ἔχον κενόν, κοῦφον δὲ ἁπλῶς τὸ πλέον ἔχον κενόν, ἔσται τι πλῆθος γῆς πλέον ἔχον κενὸν ὀλίγου πυρός, καὶ οὕτω τοῦ ἁπλῶς κούφου καὶ φερομένου ἀεὶ ἄνω τοῦ πυρὸς ἔσται κουφότερον τὸ ἁπλῶς βαρὺ καὶ φερόμενον ἀεὶ κάτω ἡ γῆ· τοῦτο δὲ ἀδύνατον, διότι τὸ ἁπλῶς κοῦφον τοῦ βάρος ὁσονοῦν ἔχοντος κουφότερόν ἐστιν. οὐ μέντοι ἀντιστρέφει ὁ λόγος, ὥστε τὸ κουφότερόν τινος ἤδη καὶ ἁπλῶς κοῦφον εἶναι· καὶ γὰρ ἐν τοῖς βάρος ἔχουσιν ἄλλο ἄλλου κουφότερον λέγεται, ὡς τοῦ ταλαντιαίου τὸ μναϊαῖον. εἶτα λοιπὸν οὐδὲ τὸν τρίτον τοῦ διορισμοῦ τρόπον, ὃν αὐτὸς ὑπέδειξεν αὐτοῖς προσθεὶς ἐπὶ τοῦ κούφου τῷ πλεῖον κενὸν ἔχειν τὸ καὶ ἔλαττον ὀφείλειν στερεὸν ἔχειν, ἱκανόν φησι λῦσαι τὴν νῦν λεγομένην ἀπορίαν· τοῦτο γάρ ἐστιν, ἐν ᾧ τὸ κενὸν ἀνάλογον ἔχει πρὸς τὸ πλῆρες, ὥστε, ὡς ἐπὶ τοῦ ἁπλῶς βαρέος τὸ πλῆρες ἔχει πρὸς τὸ κενὸν πλέον ὑπάρχον, οὕτως ἐπὶ τοῦ ἁπλῶς κούφου τὸ κενὸν ἔχειν πρὸς τὸ πλῆρες. καὶ τοῦτον γάρ, φησί, τὸν τρόπον λέγουσιν αὐτοῖς καίτοι δοκοῦντα λόγον ἔχειν τὸ ἀδύνατον ὡσαύτως συμβήσεται·2 ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ ἐν τῷ ἐλάττονι τὸν αὐτὸν ἕξει λόγον τὸ στερεὸν πρὸς τὸ κενόν, ὥστε ὅσον ἐπὶ τούτῳ ἰσοταχῆ ὀφείλειν εἶναι3 καὶ ὁμοίως κοῦφα· ἀλλ’ οὐκ ἔστι· δηλοῖ δὲ τὸ θᾶττον ἄνω φέρεσθαι τὸ πλέον πῦρ τοῦ ἐλάττονος. ὁμοίως δὲ καὶ ἐν τῷ πλείονι χρυσῷ καὶ τῷ ἐλάττονι ὁ αὐτὸς λόγος ἔσται τοῦ στερεοῦ πρὸς τὸ κενόν, καὶ ὅμως ὁ πλείων χρυσὸς καὶ μόλιβδος τοῦ ἐλάττονος θᾶττον φέρεται κάτω· οὐκ ἔδει δὲ τοῦτο συμβαίνειν, εἴπερ τῇ ἀναλογίᾳ ταύτῃ διώριστο τὸ ἁπλῶς βαρὺ καὶ τὸ ἁπλῶς κοῦφον· ἦν γὰρ ἂν ἰσοταχῆ τὰ τῶν αὐτῶν λόγων.
因此,在反驳这三种界定时,首先针对第一种:因为如果他们通过含有较多的立体来界定绝对重,那么就会有如此少量的土,其中所含的立体少于多量的火中所含的[立体];于是,那团火就会比那团土更重,而那团土则会比那团火更轻。但必须补充理解的是,即便[他们通过]含有较少的立体[来界定]绝对轻,也会有某种少量的土,其所含立体少于多量的火,以致那团土将比那团火更轻,而那团火将比那团土更重。同样,即便他们通过虚空来界定,以致将含有较少虚空者称为绝对重,而将含有较多虚空者称为绝对轻,也会有某种数量的土比少量的火含有更多的虚空,这样,绝对重且始终向下运动的土,就会比绝对轻且始终向上运动的火更轻;但这绝不可能,因为绝对轻之物比具有任何重量之物都要轻。然而,这一命题并不能倒转过来,从而使得比某物较轻者就已经是绝对轻的;因为即使在具有重量的事物中,一物也被称为比另一物更轻,正如一明那之重比一天朗特之重更轻。随后,对于其余的第三种界定方式——即他自己向他们提示的方式,在轻的情形中将不仅应当含有较多虚空、还应当含有较少立体这一项添加进去——他说甚至这种方式也不足以解决现在所说的难题;因为这是指虚空与充实成比例的情况,以致正如在绝对重的情形中充实相对于虚空占优势那样,在绝对轻的情形中虚空相对于充实也[占优势]。他说,因为即便他们以这种方式论述,尽管看起来合乎情理,同样的不可能后果仍将发生;因为在较多的火与较少的火中,立体与虚空的比例将是相同的,以致就此而言它们理应具有相等的运动速度并且同样轻;但事实并非如此;较多的火较之较少的火更快地向上运动显明了这一点。同样,在较多的黄金与较少的黄金中,立体与虚空的比例也是相同的,然而较多的黄金与铅较之较少者更快地向下运动;如果确实绝对重与绝对轻是由这种比例所界定的,这种情况本不该发生;因为具有相同比例者本应具有相同的运动速度。
- 4.6κἂν τὸ ἁπλῶς κοῦφον τῷ ἔλαττον στερεὸν ἔχειν
在由连词 κἄν(καὶ ἐάν)引导的条件从句中,动词(从上文承前省略的 διορίζωσι“他们界定”)被省略,与格短语 τῷ... ἔχειν 表示手段。该句充当下文主句 ἔσται τι πλῆθος... 的前件。
- 4.6καὶ τοῦτον γάρ, φησί, τὸν τρόπον λέγουσιν αὐτοῖς καίτοι δοκοῦντα λόγον ἔχειν τὸ ἀδύνατον ὡσαύτως συμβήσεται
与格分词短语 λέγουσιν αὐτοῖς 作动词 συμβήσεται 的关涉与格,宾格名词短语 τοῦτον... τὸν τρόπον 作 λέγουσιν 的状语性/内含宾格。插入的分词短语 καίτοι δοκοῦντα λόγον ἔχειν(阳性单数宾格)修饰前面的 τὸν τρόπον。
- 4.6ὥστε ὅσον ἐπὶ τούτῳ ἰσοταχῆ ὀφείλειν εἶναι
在由 ὥστε 引导的结果从句中,惯用宾格短语 ὅσον ἐπὶ τούτῳ(“就此而言”)作状语修饰不定式 ὀφείλειν εἶναι。
