← 辛普里丘

亚里士多德《论天》注释

§686.9-688.9

对否定虚空者的批评与原子论比例之难

辛普利丘总结了亚里士多德对否定虚空的哲学家(如柏拉图)的批评要点,随后注疏了针对将虚空视为轻之原因的原子论者的论证,指出他们若不根据虚空与立体的比例而仅凭数量来界定绝对的重与轻,同样会陷入相似的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5

" Ἔνιοι μὲν οὖν τῶν μὴ φασκόντων εἶναι κενὸν ἕως τοῦ ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται λέγειν αὐτοῖς." Ταῦτα τῶν προειρημένων ἀνάληψιν ἔχει μετά τινος τῶν ἐγκλημάτων συναιρέσεως καὶ ἐπιδιαρθρώσεως. λέγει δέ, ὅτι τῶν μὴ λεγόντων εἶναι κενὸν οἱ μὲν οὐδὲν διώρισαν περὶ κούφου καὶ βαρέος, ὥσπερ Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οἱ δὲ διώρισαν μέν, ὥσπερ ὁ Πλάτων, οὐ μὴν τὴν αἰτίαν ἀποδεδώκασιν, διὰ τί τὰ μὲν ἁπλῶς κοῦφα τὰ δὲ ἁπλῶς βαρέα τῶν σωμάτων ἐστί, καὶ διὰ τί φέρεται τὰ μὲν ἀεὶ ἄνω τὰ δὲ ἀεὶ κάτω, ἀλλ’ οὐδὲ περὶ τοῦ ἔνια μείζω τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι σωμάτων οὐδὲν ἐπεμνήσθησαν, οὐδὲ δῆλον, πῶς ἐκ τῶν εἰρημένων ὑπ’ αὐτῶν ὁμολογούμενα τοῖς φαινομένοις συμβήσεται λέγειν αὐτούς. τούτων δὴ τῶν τριῶν ἐγκλημάτων περὶ μὲν τοῖν δυοῖν εἴρηται πρότερον, περὶ μὲν τοῦ ἄνω καὶ κάτω, ὅτι οὐ νομίζει ταῦτα κατὰ φύσιν ὁ Πλάτων εἶναι ἐν σφαιροειδεῖ ὄντι τῷ κόσμῳ, περὶ δὲ τοῦ ἁπλῶς βαρέος καὶ κούφου, ὅτι οἶδε μὲν αὐτά, οὔτε δὲ κατὰ τὴν ἐπὶ τὸ κάτω καὶ ἄνω κίνησιν αὐτὰ ἀφορίζει, ἀλλὰ τὸ μὲν βαρὺ κατὰ τὴν ἐπὶ τὸ οἰκεῖον, τὸ δὲ κοῦφον κατὰ τὴν ἐπὶ τὸ ἀλλότριον, ὡς ἡ παρατεθεῖσα ῥῆσις ἐδήλωσεν, οὔτε ἀφωρισμένως τὸ μὲν ἁπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον τῶν τεσσάρων στοιχείων φησίν, ἀλλὰ πάντα καὶ βαρέα καὶ κοῦφα, διότι πάντα καὶ πρὸς τὸ συγγενὲς πέφυκε φέρεσθαι καὶ πρὸς τὸ ἐναντίον. τοῦ δὲ ἔνια μείζονα τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι1 τὸ μεγάλα ἐντὸς αὑτῶν διαλείμματα ἔχειν ᾐτιάσατο, ὡς ἐπὶ τοῦ χαλκοῦ δῆλον πεποίηκε λέγων “τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς ξυσταθεὶς γέγονεν.”

“因此,在那些否认存在虚空的人中,有些人……直到:他们所说的将会与现象相一致。” 这些话包含对前述内容的重述,并对各项指责作了某种概括与进一步梳理。并且他说,在那些不主张存在虚空的人中,有些人对于轻与重未作任何界定,正如阿那克萨哥拉与恩培多克勒;而另一些人虽然作了界定,如柏拉图,却未曾说明其原因:为何有些物体是绝对轻的,而有些则是绝对重的,以及为何前者总是向上运动而后者总是向下运动;而且他们甚至完全未曾提及,为何有些体积较大的物体会比微小的物体更轻;根据他们所说的话,他们如何能得出与现象相一致的说法,也并不清楚。在这三项指责中,关于其中两项在前面已经讨论过:关于上与下,柏拉图并不认为在球形的世界中这些是出于本性的;关于绝对重与绝对轻,他虽然知晓它们,却既不根据向下和向上的运动来限定它们,而是根据向亲缘之物的运动限定重、向相异之物的运动限定轻(正如引用的言辞所表明的),也并未在四元素中明确指出某一个是绝对重的而另一个是绝对轻的,而是说所有的元素既是重的也是轻的,因为一切元素本性上既能被带向同类也能被带向相反者。至于有些体积较大的物体比微小的物体更轻,他则将原因归咎于它们内部含有较大的间隙,正如他在谈及青铜时所阐明的那样,他说:“由于自身内部含有较大的间隙,青铜这一类明亮且凝结的水凝构而成,变得更为轻巧。”

§4.6#1

" Ἀναγκαῖον δὲ καὶ τοῖς περὶ τῆς τοῦ πυρὸς κουφότητος ἕως τοῦ εἴπερ τούτῳ διώρισται τὸ βαρὺ καὶ κοῦφον." Εἰπὼν πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα ὡς οὔτε περὶ τῶν ἁπλῶς βαρέων καὶ κούφων εἰρηκότας οὔτε τὴν αἰτίαν ἀποδεδωκότας τοῦ μείζονα τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι σωμάτων λέγει, ὅτι καὶ τοῖς τὸ κενὸν τῆς κουφότητος αἰτιωμένοις ἀναγκαῖόν ἐστι ταῖς αὐταῖς σχεδὸν δυσχερείαις ἐνέχεσθαι· ἐκείνοις τε γὰρ τὴν ὀλιγότητα τῶν στοιχείων αἰτιωμένοις ἠκολούθει πολλοῦ πυρὸς ὕδωρ ὀλίγον κουφότερον εἶναι λέγειν, καὶ τούτοις τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον, εἴ γε κουφότερόν ἐστι κατ’ αὐτοὺς τὸ ἔλαττον ἔχον στερεὸν κενὸν δὲ πλέον· ἀλλὰ μὴν δύναται πῦρ πολὺ ληφθὲν ὀλίγου ἀέρος ἢ ὕδατος ἢ γῆς καὶ στερεὸν πλέον ἔχειν καὶ κενόν, ὥστε οὐκ ἂν αὐτοῦ κουφότερον εἴη· τὸ γὰρ κουφότερον οὐ μόνον χρὴ πλέον τὸ κενὸν ἔχειν ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον. εἶτα ἔνστασιν ὡς ἀπ’ ἐκείνων ἐπάγει διὰ τοῦ ἐὰν δὲ φῶσι καὶ τὸ κενόν,2 τουτέστιν εἰ λέγοιεν, ὅτι ἡ ὀλίγη γῆ τοῦ πλείονος πυρὸς οὐ μόνον στερεὸν ἔλαττον ἔχει ἀλλὰ καὶ κενόν, καὶ διὰ τοῦτο οὐκ ἔστι κουφοτέρα· κουφότερον γὰρ ἦν οὐ μόνον τὸ στερεὸν ἔλαττον ἔχον ἀλλὰ καὶ τὸ κενὸν πλέον· ἐὰν οὖν τοῦτο, φησίν, ὑπενέγκωσιν, λεγέτωσαν σαφῶς, πῶς διοριοῦσι τὸ ἁπλῶς βαρὺ καὶ δηλονότι καὶ τὸ ἁπλῶς κοῦφον· ἀνάγκη γὰρ τὸ ἁπλῶς βαρὺ διορίζειν ἢ τῷ πλέον στερεὸν ἔχειν ἢ τῷ ἔλαττον κενόν, τὸ δὲ ἁπλῶς κοῦφον ἀντικειμένως ἢ τῷ πλέον κενὸν ἔχειν ἢ τῷ ἔλαττον στερεόν. ἢ οὖν οὕτως ἤ, ὅπερ μᾶλλον, οὐ κατὰ τὸ ἕτερον μόνον ἀλλὰ κατὰ τὴν ἀμφοῖν πρὸς ἄλληλα ἀναλογίαν διοριοῦσιν, ὥστε, ὡς ἐπὶ τοῦ ἁπλῶς βαρέος τὸ πλῆρες ἔχει πρὸς τὸ κενὸν πλέον ὑπάρχον, οὕτως ἐπὶ τοῦ ἁπλῶς κούφου τὸ κενὸν ἔχειν πρὸς τὸ πλῆρες πλέον ὑπάρχον αὐτοῦ. τὸ δὲ ἁπλῶς προσέθηκεν ἐν τῷ ἁπλῶς βαρὺ καὶ πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ πρὸς ἄλλο, ἐπεὶ δύνανται κουφότερον λέγειν τὸ ἐν τῷ ἴσῳ ὄγκῳ 〈ἔλαττον μὲν στερεὸν ἔχον πλέον δὲ κενὸν τοῦ ἐν τῷ ἴσῳ ὄγκῳ〉 πλέον μὲν στερεὸν ἔχοντος ἔλαττον δὲ κενόν, ἀλλὰ τοῦτο οὐκ ἔστιν ἁπλῶς κοῦφον, ὁμοίως δὲ οὐδὲ βαρὺ τὸ οὕτως ἀποδιδόμενον· δεῖ γὰρ τὸ ἁπλῶς μὴ διὰ τὸ μέγεθος εἶναι τοιοῦτον ἀλλὰ τῇ οἰκείᾳ φύσει.

“对于那些论及火的轻性的人来说,这也是必然的……直到:如果确实轻与重是由此界定的。” 在反驳了那些由平面生成物体的人,指出他们既未论及绝对重与绝对轻,也未解释有些物体体积较大却比微小者更轻的原因之后,他说,那些将轻的原因归咎于虚空的人,也必然陷入几乎相同的困境。因为正如对前者而言,将元素之少数作为原因会导致主张少量的水比大量的火更轻,对后者而言同样的不合理之处也会随之而来,如果按照他们的看法,较轻者乃是含有较少立体而含有较多虚空之物;然而,取大量的火,完全可以比少量的气、水或土既含有更多的立体也含有更多的虚空,从而它不会比它更轻;因为较轻者不仅应当含有较多的虚空,还应当含有较少的立体。接着,他通过“但若他们声称虚空亦如此”这句话,引出仿佛出自他们的一项反驳——也就是说,如果他们声称,少量的土比多量的火不仅含有较少的立体,而且也含有较少的虚空,因此它并非更轻;因为较轻者不仅是含有较少立体者,而且是含有较多虚空者。因此他说,如果他们提出这层辩护,就让他们清楚地说明,他们将如何界定绝对重,以及显而易见的绝对轻;因为界定绝对重,必然要么是通过含有较多的立体,要么是通过含有较少的虚空;而绝对轻则相反,要么是通过含有较多的虚空,要么是通过含有较少的立体。因此,要么以这种方式,要么更可能是,他们不单纯依据其中一项,而是依据二者相互的比例来界定,以致正如在绝对重的情形中充实作为较多者处于对虚空的关系中那样,在绝对轻的情形中虚空也作为多于充实者处于对它的关系中。他在“绝对重”中补充了“绝对”,或许也是为了区别于相对于他物而言者;因为他们固然可以将相等体积中〈含有较少立体而含有较多虚空者,相对于相等体积中〉含有较多立体而较少虚空者称为更轻,但这并非绝对轻,同样以此方式给出的也非绝对重;因为绝对之物不应是由于大小而成为如此,而应是由其本己的自然所决定的。

语法注2 条
  1. 4.5τοῦ δὲ ἔνια μείζονα τὸν ὄγκον ὄντα κουφότερα τῶν ἐλαττόνων εἶναι

    由中性定冠词属格 τοῦ 引导的带宾格不定式短语(ἔνια ... εἶναι)作为后面动词 ᾐτιάσατο 的支配对象,表示原因或涉及的对象(“关于某些物体……的事实,他归因于……”)。

  2. 4.6διὰ τοῦ ἐὰν δὲ φῶσι καὶ τὸ κενόν

    介词 διά 后面的中性单数属格定冠词 τοῦ 将直接引用自亚里士多德原文的条件从句(ἐὰν δὲ φῶσι καὶ τὸ κενόν)实质化,意为“通过‘但若他们声称虚空亦如此’这一表述”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:686.9-688.9