← 辛普里丘

亚里士多德《论天》注释

§684.17-686.8

虚空与充实性解释重量说及对原子论者的批判

辛普里丘探讨了留基伯与德谟克利特的学说——他们将重与轻归因于原子的充实性与虚空的掺入——指出他们在解释体积与重量不符的现象上优于柏拉图学派,但阐释了亚里士多德对他们的批评(Bekker 308b30),即他们只考虑虚空的多少而未能把立体物质的比例计算在内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4

" Τοῖς δὲ οὐχ ἱκανὸν ἔδοξεν οὕτω διελεῖν ἕως τοῦ ὥστε τοῦτο λεκτέον." Μετὰ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὸ βαρὺ καὶ τὸ κοῦφον διορίζοντας μέτεισιν ἐπὶ τοὺς περὶ Λεύκιππον καὶ Δημόκριτον τοῦ μὲν βάρους τὴν τῶν ἀτόμων αἰτιωμένους ναστότητα τῆς δὲ κουφότητος τὴν τοῦ κενοῦ παρεμπλοκήν, καὶ λέγει τούτους καίτοι ταῖς ἡλικίαις ἀρχαιοτέρους ὄντας καινοτέρως νοῆσαι περὶ τῶν προκειμένων ἤπερ τοὺς πλήθει καὶ ὀλιγότητι τῶν ἐπιπέδων τὴν τοῦ βαρέος καὶ κούφου διαφορὰν ἀποδιδόντας· καινοτέρως δὲ ἀντὶ τοῦ περινενοημένως μᾶλλον καὶ ἐπιβλητικώτερον.1 καὶ τὴν αἰτίαν ἀποδίδωσι τῆς τούτων προτιμήσεως λέγων, ὅτι φαίνεται ἔνια τῶν σωμάτων τὸν μὲν ὄγκον ἐλάττω βαρύτερα δέ, ὡς χαλκὸς ἐρίου. τοῦτο δὲ τοῖς μὲν πλήθει καὶ ὀλιγότητι τῶν συντιθέντων τὴν διαφορὰν ἀποδιδοῦσιν ἐναντιοῦται· τὰ γὰρ ἐξ ἴσων τῷ πλήθει καὶ τῷ μεγέθει κατ’ αὐτοὺς ἴσα ὄντα τὸν ὄγκον ἀνάγκη καὶ ἰσοβαρῆ εἶναι πάντως· εἰ γὰρ τὰ μὲν ἐκ πλειόνων βαρύτερα τὰ δὲ ἐξ ἐλαττόνων κουφότερα, δῆλον, ὅτι τὰ ἐξ ἴσων καὶ ἰσόρροπα ἂν εἴη. ἔστι δὲ καὶ ἰσόογκα· τί γὰρ ἂν εἴη τὸ ποιοῦν τὴν διαφορὰν τοῦ μεγέθους; εἰ οὖν τὰ ἰσόογκα ἰσοβαρῆ κατ’ αὐτοὺς ἀνάγκη εἶναι, πῶς συνᾴσουσι τοῖς φαινομένοις, ἐν οἷς ἔνια τῶν σωμάτων ἐλάττω τὸν ὄγκον ὄντα βαρύτερά ἐστιν; ὅλως δὲ τοῖς μὲν ἐπίπεδα λέγουσι τὰ πρῶτα καὶ ἄτομα, τουτέστι τὰ στοιχεῖα τὰ μὴ διαιρούμενα εἰς ἕτερα τῷ εἴδει, ἐξ ὧν συνέστηκε τὰ βάρος ἔχοντα τῶν σωμάτων, ἄτοπον τὸ φάναι τὸ μεῖζον πάντως βαρύτερον εἶναι· ἐξ ἀβαρῶν γὰρ τῶν ἐπιπέδων οὐκ ἂν γένοιτο βάρος ἔχοντα, ὡς ἔλεγεν ἐν τῷ τρίτῳ βιβλίῳ. τοῖς δὲ στερεὰ λέγουσι τὰ πρῶτα, ὡς τοῖς περὶ Δημόκριτον, ἐνδέχεται λέγειν τὸ μεῖζον βαρύτερον εἶναι· σώματα γὰρ ὄντα καὶ αὐτὰ τὰ ἐξ ὧν ἐστιν ἀλλ’ οὐκ ἐπίπεδα ῥοπὴν ἔχει καὶ αὐτά τινα. οὕτω μὲν οὖν τοῦ τὰ μείζονα βαρύτερα εἶναι τὴν αἰτίαν οὗτοι μὲν ἀκολούθως ἑαυτοῖς ἀποδώσουσιν, ἐκεῖνοι δὲ οὔ. ἐπειδὴ δὲ οὐ φαίνεται τῶν συνθέτων ἕκαστον τοῦτον ἔχειν τὸν τρόπον, ὡς τὸ μεῖζον πάντως βαρύτερον εἶναι, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄντα, καθάπερ ἐρίου χαλκόν, οὐκέτι τὰς ἀτόμους αἰτιᾶσθαι δύνανται· δι’ ἐκείνας γὰρ τὸ μεῖζον βαρύτερον ἀνάγκη εἶναι· ἀλλ’ ἕτερον αἴτιον λέγουσι· τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον τὰ σώματα κουφίζειν φασὶ καὶ ποιεῖν ἔστιν ὅτε τὰ μείζονα κουφότερα διὰ τὸ πλέον ἔχοντα κενὸν μείζονα τὸν ὄγκον εἶναι, καίτοι πολλάκις ἐξ ἴσων στερεῶν ἢ καὶ ἐξ ἐλαττόνων συγκείμενα, καὶ καθόλου δὲ καὶ παντὸς τοῦ κουφοτέρου αἴτιον εἶναι νομίζουσι τὸ πλέον ἐνυπάρχειν αὐτῷ κενόν. οὕτως οὖν οὗτοι παρὰ τοὺς ἐξ ἐπιπέδων λέγοντας εὐποροῦσι μᾶλλον καὶ τοῦ τὰ μείζονα τῶν ἐλαττόνων καὶ τοῦ τὰ ἐλάττονα πολλάκις τῶν μειζόνων βαρύτερα εἶναι τὰς αἰτίας ἀποδιδόναι. ἐπισκήπτει δὲ καὶ τοῖς οὕτω διορίζουσιν ὡς ὀφείλουσι προσθεῖναι μὴ μόνον τὸ κενὸν ἔχειν πλέον, ἂν ᾖ κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον, καὶ λέγειν κοῦφον καὶ κουφότερον μὴ ἁπλῶς τὸ ἔχον ἐν ἑαυτῷ κενὸν πλέον, ἀλλὰ πρὸς τούτῳ καὶ στερεὸν ἔλαττον· εἰ γὰρ ὑπερέχοι τῆς τοιαύτης ἀναλογίας, τουτέστιν εἰ μὴ ἔλαττον ἔχοι τὸ στερεὸν ἀλλὰ πλέον, ὥσπερ καὶ τὸ κενόν, οὐκέτι ἔσται τὸ τοιοῦτον κουφότερον. οὗτοι δὲ παραλιμπάνοντες τὴν κατὰ τὸ στερεὸν ἀναλογίαν καὶ μόνην τὴν τοῦ κενοῦ ὑπεροχὴν λογιζόμενοι διαμαρτάνουσιν· εἰ γὰρ διὰ τοῦτο τὸ πῦρ φασιν εἶναι κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν, συμβήσεται μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν κουφότερον εἶναι ὅσον ἐπὶ τῷ κενῷ,2 εἰ μὴ καὶ τὸ στερεὸν πολλαπλάσιον εἶχεν· ὥστε χρὴ προσκεῖσθαι τὸ δεῖν τὸ κουφότερον πρὸς τῷ τὸ κενὸν πλέον ἔχειν καὶ τὸ στερεὸν ἔχειν ἔλαττον. τὰ μὲν οὖν πολλὰ τῶν ἀντιγράφων οὕτως ἔχοντα εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον3 τοιαύτην ἔννοιαν ἀποδίδωσιν· ὁ δὲ Ἀλέξανδρος ὡς τῆς γραφῆς ἐχούσης “εἰ καὶ τὸ στερεὸν ἕξει πολλαπλάσιον” οὕτως ἐξηγεῖται λέγων· “ὥστε κατὰ τοῦτο εἴη ἂν ὁ πολὺς χρυσὸς τοῦ ὀλίγου πυρὸς κουφότερος, νῦν δὲ οὐκ ἔστιν, εἰ καὶ τὸ στερεὸν ἔχει πολλαπλάσιον τοῦ ἐν τῷ πυρί.” νῦν μὲν οὖν ὡς μὴ προσλογιζομένους τὴν ἀναλογίαν ταύτην αἰτιᾶται, μετ’ ὀλίγον δὲ καὶ προσλογιζομένους ὑποθέμενος καὶ οὕτως εὐθύνει.

“然而在某些人看来,这样区分是不够的……直到:因此必须说明这一点。” 在以平面的多数与少数界定重与轻的人之后,他转向了留基伯和德谟克利特一派,他们将重的原因归咎于原子的充实致密,将轻的原因归咎于虚空的掺入;并且他说,这些人尽管在年代上更为古老,但对于眼前所讨论的问题,比起那些将重与轻的差异归因于平面的多数与少数的人,思考得更加新颖——“更加新颖”是用来代替“更加深思熟虑且更具洞察力”。他给出了偏好这些人的原因,说有些物体在体积上较小却更重,正如青铜相对于羊毛那样。然而,这对于那些把差异归因于构成成分的多数与少数的人来说是相悖的;因为按照他们的看法,由数量和大小均等的部分构成的物体,其体积既相等,也必然全然重量相等;因为如果由较多部分构成的更重,由较少部分构成的更轻,那么显然由均等部分构成的也会重量均等。而且它们在体积上也相等;因为究竟会有什么东西制造出大小的差异呢?因此,如果按照他们,体积相等之物必然重量相等,他们又怎能与现象相协调呢——在现象中,有些物体体积较小却更重?总的来说,对于那些主张最初之物和不可分之物是平面的人来说——即那些不被分割为在形式上互异的其他成分的元素,具有重量的物体正是由它们构成的——主张较大的必定全然更重是荒谬的;因为正如他在第三卷中所说,由无重量的平面不可能产生出具有重量的事物。但对于那些主张最初之物是立体的人,如德谟克利特一派,则允许主张较大的更重;因为构成它们的那些东西本身也是物体而非平面,它们自身也具有某种重力。因此,在较大的较重这一原因上,后者能够自圆其说地给出解释,而前者则不能。然而,既然复合物体中的每一个并不表现为较大的必定全然更重这种状态,反而我们看到许多体积较小却更重的事物,正如青铜相对于羊毛,他们就不能再将原因归咎于原子了;因为由于原子,较大的必然更重;于是他们提出了另一个原因:因为他们声称,包容在内部的虚空使物体变轻,并有时使较大的物体更轻,因为含有较多的虚空使其体积更大,尽管它们往往由均等的甚至更少的立体构成;并且普遍而言,他们认为一切较轻之物的原因乃是其内部存在较多的虚空。因此,这些人比起那些主张由平面构成的人,更能从容地给出较大之物比较小之物更重、以及较小之物往往比更大之物更重的原因。然而,他对这样界定的人也提出了指责,认为他们理应补充说,如果更轻,不仅要有较多的虚空,还要有较少的立体,并且界定轻与较轻,不应单纯说是自身具有较多虚空之物,而应在此之外还具有较少的立体;因为如果超出了这种比例——换言之,如果不具有较少的立体而是如同虚空一样也具有较多——此类事物就绝不再更轻了。但这些人忽视了根据立体的比例,仅计算虚空的超出,因而犯了错误;因为如果他们以此为由说火是最轻的,乃是因为它具有最多的虚空,那么就会得出这样的结果:大量的金由于比少量的火具有更多的虚空,仅就虚空而言就会更轻,除非它也具有多倍的立体;因此必须补充说明,较轻之物除了具有较多虚空之外,还必须具有较少的立体。多数抄本具有“除非它也将具有多倍的立体”这样的异文,给出了这样的意义;但亚历山大则认为字面是“即使它将具有多倍的立体”,并这样解释道:“因此依此而言,大量的金就会比少量的火更轻,但实际上并非如此,即使它具有比火中多数倍的立体。”现在,他指责他们是没有将这种比例考虑在内,但稍后他假定他们将其考虑在内,并在那种情况下同样驳斥了他们。

语法注3 条
  1. 4.4καινοτέρως δὲ ἀντὶ τοῦ περινενοημένως μᾶλλον καὶ ἐπιβλητικώτερον

    此处通过 ἀντὶ τοῦ(“代替……”)对副词 καινοτέρως(“更新颖地”)进行释义。辛普里丘阐明它在此并非指时代上的较晚,而是指“更加深思熟虑地”(περινενοημένως)和“更具洞察力/敏锐地”(ἐπιβλητικώτερον)。

  2. 4.4ὅσον ἐπὶ τῷ κενῷ

    短语 ὅσον ἐπί 接与格是一个表示限制的习惯表达,意为“就……而言”或“在……的限度内”。此处意指“仅就虚空而言”。

  3. 4.4εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον

    此处讨论了文本异读:多数抄本读作 εἰ μὴ...(“除非它也将具有多倍的立体”),而亚历山大所见文本为让步性的 εἰ καί...(“即使它将具有多倍的立体”)。前者作为否定条件从句,表达若无足够立体抵消则荒谬结果成立;后者则作为归谬法,强调若仅以虚空为根据,即便立体多数倍金也仍会比火更轻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:684.17-686.8