← 辛普里丘

亚里士多德《论天》注释

§683.12-684.16

按三角形数量定义重量及对柏拉图学说的评注

辛普里丘阐释了亚里士多德如何基于火的强迫运动以及空气相对于水的轻性,来反驳依三角形数量解释重量的学说。此外,他还说明了亚里士多德与柏拉图在重轻定义上的差异(宇宙本性上的上下运动与朝向同族之物的运动)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#2

καὶ μέντοι, εἰ τὸ πλεῖον βαρύτερόν ἐστιν, ἔδει καὶ ἄνωθεν κατασπώμενον τὸ πλεῖον πῦρ θᾶττον καταφέρεσθαι, εἴπερ βαρύτερον· νῦν δὲ οὐχ οὕτω γίνεται, ἀλλὰ τὸ ὀλίγον θᾶττον οἰσθήσεται κάτω, διότι τὸ ὀλίγον ῥᾷον βιάζεται, τὸ δὲ πολὺ δυσκολώτερον. Δείξας οὖν οὕτως ἐπὶ τοῦ πυρὸς καὶ ἀπὸ τῆς κατὰ φύσιν καὶ ἀπὸ τῆς παρὰ φύσιν φαινομένης τῶν ἁπλῶν σωμάτων κινήσεως, ὅτι οὐ χρὴ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν συντιθέντων τὸ βαρὺ καὶ τὸ κοῦφον ὁρίζοντας διὰ τοῦτο τὰ πρὸς ἕτερον βαρὺ καὶ κοῦφον μόνα τίθεσθαι τῶν ἁπλῶς ὀλιγωροῦντας,1 τὸ αὐτὸ δείκνυσι καὶ ἀπὸ τοῦ ἀέρος. εἰ γὰρ τὸ ἐκ πλειόνων τριγώνων βαρύτερον, ἔσται τι πλῆθος ἀέρος, ὅπερ ὀλίγου τινὸς ὕδατος βαρύτερον ἔσται· δέκα γὰρ ὀκτάεδρα δυεῖν εἰκοσαέδρων διπλάσιον ἔχει πλῆθος τριγώνων. συμβαίνει δὲ νῦν πᾶν τοὐναντίον, ὡς καὶ ἐπὶ τοῦ πυρός· ὁ γὰρ πλείων ἀὴρ οὐ μόνον βαρύτερος οὐκ ἔστιν ὀλίγου ὕδατος ἀλλὰ καὶ μᾶλλον κουφότερος ἤπερ ὁ ἐλάττων. τοῦτο δὲ δῆλον ἐκ τοῦ τὸν πλείονα ἀέρα ἄνω φέρεσθαι μᾶλλον, τὸ δὲ ἄνω φερόμενον κοῦφον. εἰπὼν δέ, ὅτι ὁ πλείων ἀὴρ ἄνω φέρεται μᾶλλον, ἐπήγαγεν· καὶ ὅλως ὁτιοῦν μέρος ἀέρος ἄνω φέρεται ἐκ τοῦ ὕδατος· εἰ γὰρ ὁτιοῦν μέρος ἀέρος κἂν μεῖζον κἂν ἔλαττον ἐπὶ τὸ ἄνω τοῦ ὕδατος φέρεται, δῆλον, ὅτι φύσει κοῦφός ἐστιν ὁ ἀὴρ καὶ οὐ διὰ τὴν ὀλιγότητα τῶν τριγώνων τοῦ ὕδατος κουφότερος. Ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ πῦρ καὶ τὸν ἀέρα ἁπλῶς κοῦφα, τὸ δὲ ὕδωρ βαρύ, ταῖς ἑαυτοῦ ὑποθέσεσιν ἑπόμενος συνήγαγεν ὁ Ἀριστοτέλης· τὸ γὰρ ἄνω καὶ τὸ κάτω κατὰ φύσιν διορίσας ἐν τῷ παντὶ τῇ ἐπὶ ταῦτα κινήσει τὸ κοῦφον τοῦ βαρέος διέστησεν. ὁ δὲ Πλάτων οὐ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν ἐπιπέδων·2 οὕτω γὰρ τὸ ὕδωρ βαρύτερον ἦν τῆς γῆς, εἴπερ τὸ μὲν εἰκοσάεδρον ἐξ ἰσοπλεύρων τριγώνων εἴκοσι συνέστηκεν, ὧν ἕκαστον τέσσαρα συνέστησεν ἡμιτρίγωνα †· ἀλλ’ “ἡ μὲν πρὸς τὸ ξυγγενές, φησίν, ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα,”3 τουτέστι τὰ μὴ πρὸς τὸ συγγενὲς φερόμενα μηδὲ πρὸς ἐκεῖνο, οὗ ἐφίεται καὶ πρὸς ὃ ῥέπει, ἀλλὰ πρὸς τοὐναντίον, ταῦτα κοῦφα, καὶ ὁ τόπος, πρὸς ὃν φέρεται, ἄνω· ὥστε, εἴ τις βούλοιτο καὶ παρὰ Πλάτωνι τὸ ἁπλῶς κοῦφον καὶ τὸ ἁπλῶς βαρὺ διωρισμένον εὑρεῖν, ἐν τοῖς νῦν παρατεθεῖσιν εὑρήσει οὐ τῇ ἄνω καὶ τῇ κάτω φορᾷ ἁπλῶς διοριζόμενα ἀλλὰ τῇ πρὸς τὸ οἰκεῖον καὶ τῇ πρὸς τὸ ἀλλότριον. Κατὰ δὲ τὴν λέξιν τοῦ Ἀριστοτέλους, ὅταν λέγῃ ἐπεὶ τὸ μὲν ἐλάττω ἔχον τὰ ὁμογενῆ κουφότερον εἶναί φασιν, † ἐπεὶ μὴ πάντα ἐξ ὁμοειδῶν τριγώνων σύγκειται, ἀλλὰ τὰ τρία μόνον, πῦρ, ἀήρ, ὕδωρ, διὸ καὶ ἐν τούτοις μάλιστα τὴν σύγκρισιν ἐποιήσατο.

再者,如果较多的东西更重,那么较多的火从上方被拉下来时,既然它更重,也理应更快地向下运移;但实际上并不是这样发生的,反而是少量的火会更快地向下运移,因为少量的东西更容易被强迫,而大量的则困难得多。他在火的情形中,并从简单物体所呈现的顺乎本性与逆乎本性的运动中,由此表明了:以构成成分的众多与稀少来界定重与轻的人,不应因此忽视单纯的重与轻而仅设定相对于他者而言的重与轻;在此之后,他又从空气出发表明了同一结论。因为,如果由较多三角形构成的更重,就会有某种数量的空气比某种少量的水更重;因为十个八面体所具有的三角形数量是两个二十面体的两倍。但现在发生的事情完全相反,正如在火的情形中一样;因为较多的空气不仅不比少量的水更重,反而比较少的空气更加轻。这一点从较多的空气更多地向上运移即可明了,而向上运移的乃是轻的。在说了“较多的空气更多地向上运移”之后,他补充道:“而且一般而言,空气的任何部分都会从水中向上运移”;因为如果空气的任何部分,不论较大还是较小,都运移到水之上方,这就表明空气在本性上是轻的,而不是由于三角形的稀少而比水更轻。 然而应当注意到,亚里士多德乃是依照他自己的假定,得出火与空气为单纯的轻、水为重的结论;因为他在全宇宙中规定了本性上的上与下,通过朝向这些地方的运动将轻与重分离开来。但柏拉图并不是以平面的多数与少数[来界定重轻的];因为如果这样的话,水就会比土更重了,既然二十面体是由二十个等边三角形构成的,其中每一个又由四个半三角形构成。然而他说:“对于各物而言,通往同族的道路使运移之物成为重,使此类事物运移所至之处成为下,而具有与这些相反状态的则是另一方[轻与上]”;换言之,不朝向同族运移、也不朝向其所渴望并倾注之物运移,而是朝向相反者运移的事物,这些乃是轻的,而它们运移所至之处乃是上;因此,如果有人也希望在柏拉图那里找到被界定的单纯的轻与单纯的重,在刚才引证的话中就会发现,它们并非单纯通过向上和向下的运移来界定,而是通过朝向本己之物的运移与朝向异己之物的运移来界定的。 至于亚里士多德的措辞,当他说“因为他们主张具有较少同类部分之物更轻”时,[之所以说同类,乃是]因为并非一切物体都由同种三角形构成,而只有三种——火、空气、水,因此他也主要在这些之间进行了比较。

语法注3 条
  1. 4.3ὅτι οὐ χρὴ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν συντιθέντων τὸ βαρὺ καὶ τὸ κοῦφον ὁρίζοντας διὰ τοῦτο τὰ πρὸς ἕτερον βαρὺ καὶ κοῦφον μόνα τίθεσθαι τῶν ἁπλῶς ὀλιγωροῦντας

    在非人称动词 χρὴ 所统辖的动词不定式结构中,ὁρίζοντας 与 ὀλιγωροῦντας 是与不定式 τίθεσθαι 的逻辑主语(泛指的理论家)相一致的宾格分词。句子骨架为:“规定重轻者(ὁρίζοντας)不应(οὐ χρὴ)由此忽视单纯者(ὀλιγωροῦντας)而仅设定(τίθεσθαι)相对的重轻”。

  2. 4.3ὁ δὲ Πλάτων οὐ τῷ πλήθει καὶ τῇ ὀλιγότητι τῶν ἐπιπέδων

    在 ὁ δὲ Πλάτων 之后承前省略了述谓动词(如 ὥρισεν “界定”或承接前文的 διέστησεν / διορίσας)。与前句的亚里士多德相对照,整句构架为:“而柏拉图则不是以平面的多数与少数[来界定重轻的]”。

  3. 4.3τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα

    引自《蒂迈欧篇》63e。ἔχοντα ὡς ἑτέρως 是带副词 ὡς ἑτέρως(“相反地、不同地”)的分词短语,意为“处于与这些(通往同族的道路及其场所)相反状态的事物”;θάτερα(τὰ ἕτερα 的缩合形式,“另一方、相反者”,即轻与上)作承前省略的动词 ποιεῖ 的补足语/宾格谓语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:683.12-684.16