← 辛普里丘

亚里士多德《论天》注释

§682.4-683.12

前人对相对重量的说明及其难点

辛普里丘针对亚里士多德(308a34)的文句进行注释,指出先辈哲学家只讨论了相对的重与轻而未能说明绝对的重与轻,并阐述了《蒂迈欧篇》基于几何构成的重量学说及其反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3#1

" Τῶν δὴ πρότερον ἐλθόντων ἐπὶ τὴν περὶ τούτων σκέψιν ἕως τοῦ οἱ μὲν οὖν τοῦτον τὸν τρόπον περὶ βαρέος καὶ κούφου διώρισαν." Εἰπών, τίνα ἐστὶ τά τε ἁπλῶς βαρέα καὶ κοῦφα καὶ τίνα τὰ πρὸς ἕτερον λεγόμενα, νῦν ὡς ἐπὶ δήλοις1 ἐπάγει τοῦτο, ὃ πρότερον εἶπεν, ὅτι περὶ μὲν τῶν ἁπλῶς οὐδὲν εἴρηται παρὰ τοῖς προτέροις, περὶ δὲ τῶν πρὸς ἕτερον μόνον, ἅπερ ἐν τοῖς βάρος ἔχουσι θεωρεῖται, ἀλλὰ μᾶλλόν τε καὶ ἧττον, ὡς τὸ ἧττον βαρὺ κοῦφον καὶ κουφότερον λέγεσθαι. οὕτω δέ, φησί, τὸ πρός τι βαρὺ καὶ πρός τι κοῦφον διελόντες ἀπ’ ἀλλήλων οἴονται καὶ περὶ τῶν ἁπλῶς κούφων καὶ βαρέων διωρικέναι· οὐ μὴν ὁ λόγος ὁ ἐπὶ τῶν πρὸς ἕτερον ὑπ’ αὐτῶν ἀποδεδομένος ἐφαρμόττει τοῖς ἁπλῶς λεγομένοις, ὅπερ ἔσται δῆλον τὰς δόξας αὐτῶν προσελομένοις.2 καὶ προχειρίζεται πρώτην τὴν ἐν τῷ Τιμαίῳ περὶ τούτων δόξαν καὶ σαφῶς αὐτὴν ἐκθέμενος οὕτως ὑπαντᾷ πρὸς αὐτήν· τῶν γὰρ τριῶν στοιχείων, ὕδατος, ἀέρος, πυρός, καὶ τῶν ἀφωρισμένων αὐτοῖς σχημάτων, εἰκοσαέδρου, ὀκταέδρου, πυραμίδος, ἐκ τοῦ αὐτοῦ τριγώνου τοῦ σκαληνοῦ συνεστηκότων3 τὸ ἐκ πλειόνων τῶν αὐτῶν τριγώνων συνεστὼς βαρύτερον εἶναι λέγουσι, τὸ μὲν εἰκοσάεδρον ἤτοι τὸ ὕδωρ τοῦ ὀκταέδρου ἤτοι τοῦ ἀέρος, ταῦτα δὲ τῆς πυραμίδος καὶ τοῦ πυρός· ὥστε ἐν ὑπεροχῇ τῶν ἴσων μορίων βαρύτερον ἕκαστόν ἐστι κατ’ αὐτούς, ὥσπερ μόλιβδος μολίβδου καὶ χαλκὸς χαλκοῦ ὁ πλείων τοῦ ἐλάττονος καὶ ὅλως τὰ ὁμοειδῆ ἀλλήλων. εἰ οὖν μόλιβδος μολίβδου ὁ μείζων τοῦ ἐλάττονος βαρύτερος οὐ τῇ φύσει ἀλλὰ τῷ μεγέθει, οὐκ ἐφαρμόσει οὗτος ὁ λόγος τῷ ἁπλῶς βαρεῖ καὶ τῷ ἁπλῶς κούφῳ διάφορον ἔχουσι τὴν φύσιν. ὡς δὲ ἐπὶ τῶν ὁμοειδῶν, οὕτω καὶ ἐπὶ τῶν ἀνομοειδῶν ἔλεγον ἔχειν τὸ βαρύτερον πρὸς τὸ κουφότερον· καὶ γὰρ ξύλου χαλκὸν βαρύτερον εἶναι λέγουσι τῷ πλείω ἔχειν ἐν αὑτῷ τρίγωνα· ἅπαντα γὰρ ἐκ τῶν αὐτῶν συγκεῖσθαι τὰ σώματα καὶ ἐκ μιᾶς ὕλης τῆς τῶν τριγώνων, κἂν οὐ δοκῇ οὕτως ἐπὶ τῶν ἀνομοειδῶν. οἱ δὲ οὕτω διοριζόμενοι οὐ λέγουσι περὶ τοῦ ἁπλῶς κούφου καὶ βαρέος ἀλλὰ περὶ τοῦ πρὸς ἕτερον· φαίνεται δὲ τὸ πῦρ, κἂν πλεῖον ᾖ κἂν ἔλαττον, ἄνω φερόμενον, καὶ ἡ γῆ, ὁπόση ἂν ᾖ, κάτω καὶ πρὸς τὸ μέσον· ὥστε ἔστι τι ἁπλῶς κοῦφον καὶ ἁπλῶς βαρὺ καὶ οὐ πάντα πρὸς ἕτερον τοιαῦτα, εἴπερ μὴ δι’ ὀλιγότητα τῶν τριγώνων τὸ πῦρ ἄνω φέρεσθαι πέφυκεν. εἰ γὰρ τοῦτο, τὸ πλέον πῦρ ἧττον ἂν ἐφέρετο ἄνω καὶ βαρύτερον ἦν ἐκ πλειόνων ὂν τριγώνων, νῦν δὲ φαίνεται τοὐναντίον· ὅσῳ γὰρ ἄν ᾖ πλεῖον, ἄνω φέρεται θᾶττον καὶ κουφότερόν ἐστι.4

“在先前进入对此类事物的探究的人们当中”直至“于是他们以此种方式界定了关于重与轻”。 在说明了何为单纯的重与轻以及何为相对于他者而言者之后,他现在犹如基于明了之事那样补充了此前所说的内容:即对于单纯的重与轻,先辈们完全没有言及,而仅仅谈论了相对于他者而言者,这些是在具有重量的事物中所见到的,然而乃是就更多与更少而言,以致较不重的被称为轻和较轻。他说,他们就这样彼此区分了相对的重与相对的轻,便以为对于单纯的轻与重也作出了界定;然而,他们就相对于他者而言者所给出的说明并不适用于单纯而言者,这一点对于考察他们意见的人而言将是清楚的。于是他首先提出了《蒂迈欧篇》中关于这些事物的意见,在清晰阐述之后如此予以应对:因为水、空气、火这三种元素以及分配给它们的形状——二十面体、八面体、四面体(角锥)——既然由同一种不等边三角形构成,他们便主张由较多同种三角形构成的物体更重,二十面体即水比八面体即空气更重,而这些又比四面体即火更重;因此按照他们的说法,各物乃是在相等部分的超出上更为沉重,犹如较多的铅比较少的铅、较多的青铜比较少的青铜更重,一般来说同类事物相互之间都是如此。那么,如果较大的铅比较小的铅更重不是由于本性而是由于大小,这一说明便不适用于具有不同本性的单纯的重与单纯的轻。他们主张,正如在同类事物中一样,在不同类的事物中较重者相对于较轻者也是如此;因为他们甚至断言,青铜比木头更重,乃是由于自身含有更多的三角形;因为一切物体都是由相同的东西构成的,即由三角形这一种质料构成的,哪怕在不同类的事物中看起来并不如此。然而如此作出界定的人们所谈论的并非单纯的轻与重,而是相对于他者而言者;但火无论多少都被看到是向上运移的,而大地不论有多大都被看到是向下即朝向中心运移的;因此存在某种单纯的轻和单纯的重,并非一切事物都是相对于他者而如此的,除非火由于三角形的稀少而本性上向上运移。因为如果是这样,更多的火由于由更多的三角形构成,就会较少地向上运移并且会更重,但现在看到的却恰恰相反;因为火越多,它向上运移得越快,并且越轻。

语法注4 条
  1. 4.3ὡς ἐπὶ δήλοις

    介词短语 ἐπὶ δήλοις 表明亚里士多德立论的方式,意为“犹如基于已经明了的事物”或“作为不言自明之事”。

  2. 4.3ὅπερ ἔσται δῆλον τὰς δόξας αὐτῶν προσελομένοις

    与格分词 προσελομένοις 用作关涉与格或判断者与格(“对那些考察并审视其见解的人来说”),具有条件句的含义。

  3. 4.3τῶν γὰρ τριῶν στοιχείων... συνεστηκότων

    从句首至 συνεστηκότων 构成属格绝对结构(genitive absolute),作为主句 τὸ ἐκ πλειόνων τῶν αὐτῶν τριγώνων συνεστὼς βαρύτερον εἶναι λέγουσι(“他们声称由更多同种三角形构成者更重”)的前提与理由。

  4. 4.3ὅσῳ γὰρ ἄν ᾖ πλεῖον, ἄνω φέρεται θᾶττον καὶ κουφότερόν ἐστι

    ὅσῳ(程度与格)与比较级副词 θᾶττον 构成比例相关结构,意为“数量越多,其向上运移的速度就越快”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:682.4-683.12