← 辛普里丘

亚里士多德《论天》注释

§680.10-682.3

蒂迈欧篇中对上下之分的否定与重轻的相对性

辛普里修引用柏拉图《蒂迈欧篇》,阐明由于宇宙是球形的,因而在本性上并不存在绝对的上与下,并解释重与轻并非依据向中心下沉来定义,而是依据各元素朝向其同族处所的倾向以及对强制分离的反抗程度而相对命名的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2#3

Καλῶς δὲ ἂν ἔχοι καὶ τὴν τοῦ Πλάτωνος παραθέσθαι ῥῆσιν, ἐν ᾗ τὸ ἄνω καὶ τὸ κάτω τοῦ παντὸς ἀποφάσκει· “τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι. τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν; ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος1 ἀλλ’ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτε ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ. τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν; εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντη ὁμοιότητα αὐτῶν· ἀλλ’ εἰ καὶ περὶ αὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὑτοῦ κάτω καὶ ἄνω προσείποι”.2 ταῦτα μὲν οὖν περὶ τοῦ ἄνω καὶ τοῦ κάτω τοῦ Πλάτωνος δόγματα· βάρος δὲ πάντα μὲν τὰ στοιχεῖά φησιν ἔχειν, οὐχ οὕτω δὲ ὡς πάντων πρὸς τὸ κέντρον φερομένων καὶ τῶν μὲν βαρυτέρων ὑφιζανόντων τῶν δὲ ἧττον βαρέων ἐξωθουμένων καὶ ἐπιπολαζόντων ἐκείνοις καὶ διὰ τοῦτο κούφων λεγομένων, ἀλλ’ ὡς πάντων τὴν μὲν ἐπὶ τὸν οἰκεῖον τόπον φορὰν διὰ βαρύτητα ἐχόντων· ἄγει γὰρ ἡ ἔφεσις ἕκαστον πρὸς τὸ συγγενές, ἡ δὲ ἀγωγὴ διὰ βαρύτητος· καὶ ἡ ἐν τῷ οἰκείῳ τόπῳ μονὴ διὰ ταύτης ὑπάρχει τῆς δυνάμεως. διὸ καὶ τὸ πῦρ βαρύ φησιν ὥσπερ καὶ τὴν γῆν, καὶ μένειν ἑκάτερον ἐν τῷ οἰκείῳ τόπῳ διὰ τὴν ἑαυτοῦ βαρύτητα, ἀποσπᾶσθαι δὲ ἐκ τοῦ οἰκείου, καθ’ ὅσον κοῦφόν ἐστι· διὸ τοῖς μὲν ὅλοις βαρύτητα μόνον ὑπάρχειν· οὐ γὰρ ἐξίστανται τῶν οἰκείων τόπων οὐδὲ ἀποσπῶνται· τοῖς δὲ μέρεσι καὶ κουφότητα, καθ’ ἣν καὶ ἐπὶ τοὺς παρὰ φύσιν τόπους μεταπίπτειν πεφύκασιν. ὥσπερ δὲ Ἀριστοτέλης ἀπὸ τοῦ βαρέος καὶ κούφου τὸ ἄνω καὶ τὸ κάτω διώρισε καὶ ἀπὸ τούτων ἐκεῖνα, οὕτω καὶ ὁ Πλάτων διὰ τὴν περὶ τὸ βαρὺ καὶ κοῦφον ψευδοδοξίαν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἐπὶ τοῦ παντὸς ψευδῶς ὑπολαμβάνεσθαί φησιν. γράφει δὲ ἐφεξῆς τοῖς πρότερον ἐκτεθεῖσι τάδε· “τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νῦν δή, σφαιροειδὲς ὂν τόπον τινὰ κάτω τὸν δὲ ἄνω λέγειν οὐκ ἔμφρονος· ὅθεν δὲ ὠνομάσθη ταῦτα καὶ ἐν οἷς ὄντα εἰθίσμεθα δι’ ἐκεῖνα καὶ τὸν οὐρανὸν ὅλον οὕτω διαιρούμενοι λέγειν, ταῦτα διομολογητέον ὑποθεμένοις τάδε ἡμῖν. εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ, καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ἠθροισμένον εἴη πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω. ταὐτὸν δὴ τοῦτο δεῖ φωρᾶσαι δρῶντας ἡμᾶς περὶ τόνδε τὸν τόπον. ἐπὶ γὰρ γῆς βεβῶτες γεώδη γένη διιστάμενοι καὶ γῆν ἐνίοτε αὐτὴν ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν ἀμφότερα τοῦ ξυγγενοῦς ἀντεχόμενα. τὸ δὲ σμικρότερον ῥᾷον τοῦ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον ξυνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δὲ ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω”. εἶτα μετ’ ὀλίγα συμπεραινόμενος τὰ εἰρημένα ἐπάγει· “τόδε γε μὴν ἕν τι διανοητέον περὶ πάντων αὐτῶν, ὡς ἡ μὲν πρὸς τὸ ξυγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω, τὰ δὲ τούτοις ἔχοντα ὡς ἑτέρως θάτερα.”

同样,引证柏拉图否定宇宙具有上与下的论述也是适宜的:“因为天体全体既然是球形的,那么凡是由于与中心等距而成为极限的部分,都应当同样在本性上是极限;而中心与各极限隔着相同的度量,必须被认为处于所有极限的对面。既然宇宙在本性上是如此构成的,那么在上述事物中,无论任何人将何者设定为上或下,难道不都会被正当地认为在使用完全不恰当的名称吗?因为在它之中,中心的处所既非本性上为下,称其为上也是不公道的,而是恰恰处于中间;而周围既非中心,其自身的一部分相对于另一部分而言,在朝向中心或朝向任何相对部分上也不具有任何差异。对于在各个方向上都本性一律的事物,人们赋予它怎样的相反名称,又在何种意义上能够认为自己说得妥当呢?因为即使在宇宙的中心有一个处于均衡状态的坚硬物体,由于各个极限在各方面的完全相同,它也绝不会向任何一个极限运动;反而,即便有人围绕着它沿圆周行走,多次作为对蹠者伫立,他也会把自己的同一[部分]称作下和上。”  这些就是柏拉图关于上与下的主张。而且他说一切元素都具有重量,但并不是说所有元素都朝向中心运动、较重者下沉而较不重者被排挤并漂浮于其上因而被称为轻,而是说一切元素都是由于重量而具有向着其固有处所的运动。因为希求引导每一事物走向其同族,而这种引导乃是借助于重量;居留于固有处所也是由于这种能力而存在的。因此他说火与大地一样也是重的,各自由于自身的重量而留在固有处所,而就其为轻而言则脱离固有处所;因此对于整体而言仅具有重量(因为它们既不脱离固有处所,也不被剥离),而对于部分而言则兼具轻性(部分依此本性上易于跌落到违背本性的处所)。正如亚里士多德从重与轻界定上与下、又从上与下界定它们一样,柏拉图也说,由于关于重与轻的错误见解,人们对宇宙中的上与下也产生了错误的理解。  接着在前面阐述的文字之后,他写道:“因为全体正如刚才所说,既然是球形的,称某一处所为下、另一处所为上便不是明智之举;然而这些名称是从何而来,它们存在于何物之中以致我们习惯于借助它们把整个天穹也如此划分并言说,对这些问题我们在作出如下假设后必须达成共识。如果在宇宙中分配给火的本性最多的处所,即火所运向的最大汇聚之处,有人踏上那里并具有这种能力,分离火的各部分并置于秤盘中称量,提起秤杆,强行将火拖入不相似的空气中,显然他强行支配较少者必定比支配较大者更容易;因为当两者被单一力量同时提起时,较少者跟随暴力必定多一些,而较大者在拉扯反抗中必定跟随得少一些,并且较多的那部分被称为重且向下运动,较少的那部分被称为轻且向上运动。我们必须查明,在我们自己周围的这个处所,我们所做的正是这同一件事。因为我们立于大地之上,区分土类的物质,有时将土本身强行且反乎本性地拖入不相似的空气中,二者都紧抓其同族者不放。但对于将它们强行拽向不相似者的我们而言,较小者比较大者更容易、更早地顺从;因此我们称其为轻,而将我们所强力拽向的处所称为上,与这些相反的被动状态则称为重和下。”  随后在不久之后,他总结上述内容并补充道:“然而关于它们所有这一切,至少必须思考这样一点:即朝向同族者的路径对于各物而言使得运向那里的事物成为重,而将这类事物所运向的处所成为下;而与这些处于不同状态者则是其相反。”

语法注2 条
  1. 4.2λέγεσθαι δίκαιος

    主格补足语 δίκαιος 与不定式 λέγεσθαι 结合的人称结构(δίκαιός εἰμι + 不定式),相当于非人称结构 δίκαιόν ἐστι λέγεσθαι(“被称作……是正当的”)。

  2. 4.2ταὐτὸν αὑτοῦ κάτω καὶ ἄνω προσείποι

    ταὐτόν 是动词 προσείποι 的直接宾语,αὑτοῦ 为部分属格(“他自身的同一部分”)。κάτω 与 ἄνω 作为述语宾格(或副词性称呼)构成双重宾格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:680.10-682.3