- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:679.1-680.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《论天》中界定宇宙中绝对的“上”与“下”并反驳基于无限或球形对称性否定上下的派别(如《蒂迈欧篇》)的论证,进而评析了柏拉图的立场以及亚里士多德立足于日常语言习惯的特点。
Τὸ μὲν οὖν ἑξῆς τοῦ λόγου τοιοῦτόν ἐστιν· εἰπὼν δέ, τί μὲν τὸ ἄνω αὐτὸς οἴεται τί δὲ τὸ κάτω, ἀντιλέγει μεταξὺ πρὸς τοὺς μὴ νομίζοντας εἶναί τι ἐν τῷ κόσμῳ τὸ μὲν ἄνω τὸ δὲ κάτω. ταύτης δὲ γεγόνασιν τῆς δόξης Ἀναξίμανδρος καὶ Δημόκριτος διὰ τὸ ἄπειρον ὑποτίθεσθαι τὸ πᾶν· ἐν γὰρ τῷ ἀπείρῳ οὐδέν ἐστιν ἄνω ἢ κάτω φύσει· ὅροι γὰρ ταῦτα καὶ πέρατα διαστάσεως. ἄλλοι δέ, ὧν καὶ ὁ παρὰ Πλάτωνι Τίμαιος, πρὸς ὃν μάλιστα ἀποτείνεται, οὐκ ἀξιοῦσιν ἐν τῷ κόσμῳ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω διὰ τὴν ὁμοιότητα· τῆς δὲ ὁμοιότητος σημεῖον ἔλεγον τὸ δύνασθαι κατὰ πάντα τὰ μέρη τῆς γῆς ἀντίποδά τινα αὐτὸν ἑαυτῷ γενέσθαι·1 ἔνθα γὰρ ἄν τις ᾖ, οἷόν τε πάλιν πρὸς τοῦτον τὸν τόπον ἀντίποδα γενέσθαι· τί οὖν μᾶλλον τὸ ὑπὸ πόδας ἡμῶν κάτω πᾶν ἐστιν ἄχρι τοῦ οὐρανοῦ καὶ τὸ ὑπὲρ κεφαλῆς ἄνω ἢ τὸ ἐν τοῖς ἀντίποσιν; εἰ δὲ τὸ αὐτὸ ἄνω καὶ κάτω διὰ τὴν ὁμοιότητα, οὐκ ἂν εἴη τὸ μὲν τι ἄνω τὸ δὲ κάτω τῇ αὑτοῦ φύσει ἀφωρισμένως ἐν τῷ κόσμῳ. ἐκεῖνοι μὲν οὖν οὕτως ἀνῄρουν τὸ ἄνω καὶ τὸ κάτω· ἡμεῖς δέ, φησίν, ἐπειδή ἐστι τοῦ κόσμου τὸ μὲν ἔσχατον τὸ δὲ μέσον, τὸ μὲν ἔσχατον ἄνω λέγομεν, ὡς καὶ τῇ θέσει ἄνω· μετέωρον γάρ· καὶ τῇ φύσει πρῶτον· τὸ γὰρ ἄνω τοῦ κάτω2 τῇ φύσει πρότερον ὡς τὸ δεξιὸν τοῦ ἀριστεροῦ. τὸ δὲ μέσον, φησί, κάτω λέγομεν, ὥσπερ καὶ οἱ πολλοὶ λέγουσι, κἂν ἀπολείπωνται τῆς ἀληθείας ἐκεῖνοι μὴ νομίζοντες σφαῖραν εἶναι τὸν οὐρανόν, ἀλλὰ μόνον τὸ ὑπὲρ ἡμᾶς ἡμισφαίριον, ὃ καὶ ὁρῶσιν· ὡς, εἴ γε προσεννοήσουσι καὶ κύκλῳ τοιοῦτον εἶναι καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἔσχατον πᾶν ἄνω φήσουσιν εἶναι τὸ δὲ μέσον κάτω· νῦν γὰρ οὔτε τὸ ἔσχατον ἴσασι τελείως οὔτε τὴν γῆν μέσον νομίζουσι, καίτοι κάτω λέγοντες αὐτήν. εἰ οὖν διὰ τὴν ὁμοιότητα οὐκ ἐνόμιζον ἐν τῷ παντὶ εἶναι τὸ ἄνω καὶ τὸ κάτω, δεδειγμένης διαφορᾶς τοῦ ἐσχάτου πρὸς τὸ μέσον τί κωλύει τὸ μὲν ἄνω εἶναι τὸ δὲ κάτω; Ταῦτα τοῦ Ἀριστοτέλους εἰπόντος, ὅτι μὲν ἀπὸ τῆς τῶν πολλῶν εἴληπται συνηθείας, ἣν οὐ βούλεται ξενίζειν Ἀριστοτέλης, πρόδηλον ἐκ τῶν εἰρημένων· ὁ δὲ Πλάτων τῆς τῶν πολλῶν συνηθείας καταφρονήσας σφαιρικοῦ ὄντος τοῦ κόσμου οὐκ ἀξιοῖ τὸ μὲν ἄνω λέγειν αὐτοῦ τὸ δὲ κάτω, ἀλλὰ τὸ μὲν πέριξ τὸ δὲ μέσον. καὶ γὰρ τὸ μὲν πέριξ συννεύει πρὸς τὸ κέντρον ὡς πρὸς ἀρχὴν καὶ περιχορεύει τὸ μέσον, τὸ δὲ ἄνω τῷ κάτω ἐναντίον ὑπάρχον οὐκ ἂν συννεύοι πρὸς τὸ ἐναντίον οὐδὲ περὶ τὸ ἐναντίον ἀλλ’ ἀπὸ τοῦ ἐναντίου μᾶλλον ἂν κινοῖτο· φεύγει γὰρ αὐτὸ τῇ φύσει κεχωρισμένον. ἔτι δέ, εἰ τὸ ἄνω καὶ τὸ κάτω πλεῖστον ἐν τῷ μήκει διέστηκεν, ἐν δὲ τῇ σφαίρᾳ τὰ πέρατα τῆς διαμέτρου τὴν πλείστην ἔχει διάστασιν, οὐκ ἂν εἴη τὸ μὲν πέριξ ἄνω τὸ δὲ μέσον κάτω. ὅλως δὲ τὸ ἄνω καὶ τὸ κάτω τῆς κατ’ εὐθὺ διαστάσεώς ἐστι πέρατα ἀλλ’ οὐ τῆς σφαιρικῆς, διὸ καὶ ὡς πρὸς ἡμᾶς νοεῖται ὄρθιον ἔχοντας τὸ σχῆμα, καὶ τὸ βαρὺ καὶ κοῦφον ὡς πρὸς ἡμᾶς ἀποδόντες ὠνόμασαν, βαρὺ μὲν λέγοντες τὸ ἐπὶ τὴν βάσιν ἡμῶν ὀροῦον κοῦφον δὲ τὸ ἐπὶ τὴν κορυφὴν ἰόν. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης κατὰ τὴν θέσιν ἄνω τὸ ἔσχατον εἰπὼν πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς ἡμᾶς παραβολῆς οὕτως ὠνόμασεν, ὥσπερ καὶ οἱ πολλοί; καὶ τὸ τῇ φύσει δὲ πρῶτον οὐκ ἀναγκάζει τὸ εἶναι,3 εἰ μή τις τὸ μέσον κάτω δείξειεν ὄν· καὶ γὰρ ἀρκεῖ τῷ πέριξ τὸ τῇ φύσει πρότερον, ὥσπερ κατ’ ἄλλο τι τῷ μέσῳ.
那么,论证的后续脉络如下:在陈述了他自己认为什么是上以及什么是下之后,他在其间反驳了那些不认为宇宙中有某物为上、某物为下的人。阿那克西曼德和德谟克利特持有这种见解,是由于他们假定全体是无限的;因为在无限者中,本性上不存在上或下,因为这些乃是广延的界限与终极。而另一些人,其中包括柏拉图笔下的蒂迈欧——亚里士多德主要针对的正是他——由于均等性(球形的对称性)而不承认宇宙中有上与下;他们提出均等性的标志乃是在大地的各个部分,一个人自己可以成为自己的对蹠者。因为无论一个人在何处,都可以相对于该地点再次成为对蹠者;那么,凭什么我们脚下直至天穹的全部是下,头顶之上的是上,比在对蹠者那里的更是如此呢?如果由于均等性,同一个地方既是上又是下,那么宇宙中就不会有某物依照自身本性确定地为上、某物确定地为下了。 那些人便是如此取消了上与下的。他说:“但我们,由于宇宙有极限,也有中心,所以把极限称为上,正如在位置上也是上一样——因为它是高悬的——并且在本性上也是第一位的;因为上在本性上先于下,正如右先于左一样。而中心,”他说,“我们称之为下,正如大众也是这样说的,即便大众没有认识到天是一个球体,而只认作是我们上方他们所见到的半球因而偏离了真理;因为如果他们进一步理解到周围全圈亦是如此,中心对一切都处在同样的地位,他们就会说整个极限是上,而中心是下;因为现在他们既不完全知道极限,也不认为大地是中心,尽管他们称其为下。因此,如果说他们先前由于均等性而不认为宇宙中有上与下,那么在极限与中心的差异已被表明之后,还有什么妨碍一者为上而另一者为下呢?” 在亚里士多德说了这些之后,显然可以从上述内容看出,这是取自大众的习惯用法,而亚里士多德并不希望违背这种习惯。但柏拉图轻视大众的习惯,既然宇宙是球形的,他便不主张把宇宙的一部分称为上、一部分称为下,而是称一者为周围,另一者为中心。因为周围乃是如同朝向原理一样向着中心倾斜,并围绕着中心环舞,而上作为下的相反者,绝不会向着相反者倾斜,也不会围绕着相反者,反而更会远离相反者运动;因为它在本性上与之分离而躲避它。再者,如果上与下在长度(直线距离)中间隔得最远,而在球体中直径的端点才具有最大的间距,那么周围就不可能是上,中心也不可能是下。一般而言,上与下是直线广延的界限,而不是球形广延的界限,因此它们也是相对于直立身形的我们而被设想的,人们是相对于我们界定了重与轻并予以命名的,将向着我们脚底冲去的称为重,将朝向头顶运动的称为轻。亚里士多德自己说极限在位置上是上,除了像大众一样来自于与我们的对比之外,还能是从何处如此命名的呢?而且本性上的第一位,除非有人表明中心是下,否则并不能必然推出它就是[上];因为对于周围而言,在本性上在先已经足够,正如对于中心而言在另一方面亦是如此。
- 4.2ἀντίποδά τινα αὐτὸν ἑαυτῷ γενέσθαι
在“宾格加不定式”结构中,τινά 作为不定式 γενέσθαι 的逻辑主语,反身代词 αὐτὸν ἑαυτῷ 与介词短语 κατὰ πάντα τὰ μέρη τῆς γῆς 连用,表示一个人在不同地点“成为针对他自身的对蹠者”。这表达了如果一个人站在球形大地的不同位置,相对于原来的位置他自己就会变成自身的反向对立者。
- 4.2ὡς, εἴ γε προσεννοήσουσι καὶ κύκλῳ τοιοῦτον εἶναι καὶ τὸ μέσον ὁμοίως ἔχειν πρὸς ἅπαν, τὸ μὲν ἔσχατον πᾶν ἄνω φήσουσιν εἶναι τὸ δὲ μέσον κάτω
连词 ὡς 表明推论的依据或思考内容(“因为/基于……的考虑”),统摄由 εἴ γε προσεννοήσουσι... 引导的条件从句以及归结句中的动词 φήσουσιν。它清晰勾勒出亚里士多德的论证结构:大众目前虽然仅看到天穹半球而未达真理,但若将思维扩展至完整球体,也必然会称极限为上、中心为下。
- 4.2καὶ τὸ τῇ φύσει δὲ πρῶτον οὐκ ἀναγκάζει τὸ εἶναι
主语是名词化短语 τὸ τῇ φύσει πρῶτον(“本性上的第一位”),动词为 οὐκ ἀναγκάζει,宾语是带冠词不定式 τὸ εἶναι。根据上下文,τὸ εἶναι 之后省略了表语 ἄνω(“为[上]”),整句意为“本性上在先并不能必然推出[极限就是上这一]存在”,除非能够证明中心是下。
