- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:678.1-678.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏了亚里士多德《论天》第四卷第一章(308a7),阐明了“无条件的重与轻”与“相对/比较而言的重与轻”之间的区分,指出早期自然哲学家仅探讨了后者,并解释了在体积相等条件下依据天然运动方向与速度所作出的严格定义。
" Λέγεται δὴ τὸ μὲν ἁπλῶς βαρὺ καὶ κοῦφον ἕως τοῦ κάτω φέρεται θάτερον φύσει θᾶττον." Διαιρεῖ πρῶτον τὸ βαρὺ καὶ κοῦφον εἴς τε τὰ ἁπλῶς λεγόμενα τοιαῦτα καὶ εἰς τὰ πρὸς ἕτερον, ἅπερ κατὰ σύγκρισιν λέγεται, ὡς ὅταν ἀμφοῖν ἐχόντων βάρος καὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου τὸ μὲν βαρύτερον λέγωμεν τὸν χαλκὸν τὸ δὲ κουφότερον τὸ ξύλον, πρὸς σύγκρισιν αὐτὸ τοῦ βαρυτέρου κουφότερον λέγοντες καίτοι καθ’ αὑτὸ βάρος ἔχον. διελὼν δὲ οὕτω περὶ μὲν τῶν ἁπλῶς βαρέων καὶ κούφων οὐδὲν εἰρῆσθαι παρὰ τῶν προτέρων φησίν, ἀλλὰ περὶ μόνων τῶν πρὸς ἕτερον. οὐ γάρ, τί ἔστι τὸ βαρὺ καὶ τί τὸ κοῦφον, λέγουσιν· οὕτω γὰρ ἂν τὸ ἁπλῶς ἀπεδίδοσαν· ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον, ἀμφότερα ἐν τοῖς βάρος ἔχουσι θεωροῦντες. καὶ τοῦτο ἑαυτοῖς ἀκολούθως, ἐπειδὴ πᾶν σῶμα βάρος ἔχειν ἐνόμιζον, ἄλλο δὲ ἄλλου βαρύτερον ὡς μᾶλλον ὑφιζάνον, καὶ τό γε ἧττον βαρὺ καὶ κουφότερον ἐκάλουν ἀραιότερον ὑπάρχον καὶ ἐπιπολάζον καὶ τὸ μάλιστα ἀραιὸν, κοῦφον. βουλόμενος δὲ δεῖξαι, καὶ ὅτι ἄλλα μὲν τὰ ἁπλῶς βαρέα καὶ κοῦφα, ἄλλα δὲ τὰ κατὰ σύγκρισιν, καὶ τίνα ἑκάτερα, καὶ ὅτι περὶ μὲν τῶν ἁπλῶς οὐδὲν εἰρήκασιν οἱ πρότεροι περὶ μόνων δὲ τῶν πρὸς ἕτερον, ἐκ τῆς ἐναργείας λαμβάνει, ὅτι τὰ μὲν τῶν σωμάτων ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι τὰ δὲ ἀεὶ πρὸς τὸ μέσον.1 καὶ τοῦτο μὲν ἐναργὲς καὶ κοινὸν ὁμολόγημα, τὰ δὲ ἐφεξῆς λοιπὸν ὡς αὑτῷ δοκοῦντα νῦν μὲν ἀποφαίνεται, ὕστερον δὲ ἀποδεικνύναι πειράσεται. τούτων γάρ, φησί, τῶν εἰρημένων τὰ μὲν ἀπὸ τοῦ μέσου φερόμενα ἄνω λέγομεν ἡμεῖς φέρεσθαι, κάτω δὲ τὰ πρὸς τὸ μέσον, καὶ ἁπλῶς μὲν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ πρὸς τὸ ἔσχατον βαρὺ δὲ ἁπλῶς τὸ ἁπλῶς κάτω καὶ πρὸς τὸ μέσον. πρὸς ἄλλο δέ, φησί, κοῦφον, ὃ καὶ κουφότερον καλεῖται, τοῦτό ἐστιν, ὃ δυοῖν ἐχόντων βάρος ἢ μᾶλλον κουφότητα καὶ τῶν ὄγκων ἴσων ὄντων τὸ ἕτερον θᾶττον τοῦ ἑτέρου ἄνω φέρεται κατὰ φύσιν,2 βαρύτερον δέ, ὅταν βάρος ἀμφοῖν ἐχόντων καὶ ὄγκον ἴσον τὸ ἕτερον θᾶττον φέρηται 〈κάτω〉 κατὰ φύσιν. αὐτὸς δὲ τὸ κουφότερον ὡς πρὸς τὸ βαρύτερον λεγόμενον ἀποδέδωκεν ὡς τὸ μεῖζον πρὸς τὸ ἔλαττον. εἰκότως δὲ προσέθηκε τὸ καὶ τὸν ὄγκον ἴσον· εἰ γὰρ ἀνίσους ὄγκους ἔχει, δύναται τὸ βαρύτερόν τινος τῇ αὑτοῦ φύσει μὴ θᾶττον ἀλλὰ βραδύτερον καταφέρεσθαι διὰ τὸ ἔλαττον εἶναι, καὶ οὕτως οὐδὲ τὸ τῇ αὑτοῦ φύσει κουφότερον ἔτι κουφότερον ἔσται.
“所谓无条件重与轻”直至“另一者本性上更快地向下运动”。 他首先将重与轻区分为那些无条件如此被称呼的,以及相对于另一者而言的(即通过比较而被称呼的),正如在青铜和木头二者都具有重量时,我们称青铜更重而称木头更轻,虽然后者自身具有重量,我们却是通过与更重者相比较而称其更轻。在作出如此区分之后,他说先前的思想家们关于无条件的重与轻未曾谈及任何东西,而仅仅谈及了相对于另一者而言的。因为他们并没有说重是什么以及轻是什么——否则他们就会给出无条件的东西了——而是说了更重者和更轻者是什么,将二者都置于具有重量的事物中来考察。而这是与他们自己一贯的主张相符的,因为他们认为一切物体都具有重量,但一者比另一者更重乃在于其更多地下沉,而至少是较不重的,由于较稀薄且浮于表面,他们也称之为更轻的,并将最稀薄的称为轻。 而为了表明无条件的重与轻是一回事,通过比较而成的则是另一回事,以及二者各自是什么,并且表明先前的思想家们关于无条件的未曾谈及任何东西而仅仅谈及了相对于另一者而言的,他从显明的事实出发设定:诸物体中有些本性上总是背离中心运动,有些则总是向着中心运动。虽然这是显明的事实和公认的共识,但接下来的部分他现在则是作为自己的见解予以陈述,稍后他将尝试对其作出论证。他说,在这些所述的事物中,背离中心运动的我们称之为向上运动,向着中心运动的称之为向下运动;我们把向上、即向着极限运动的称为无条件的轻,把无条件向下、即向着中心运动的称为无条件的重。而他说,相对于另一者而言的轻(也被称为更轻者)乃是这样的:当二者具有重量(或更确切地说是具有轻性)且体积相等时,一者在本性上比另一者更快地向上运动;而更重者则是指,当二者皆具有重量且体积相等时,一者在本性上更快地〈向下〉运动。而他自己将更轻者作为相对于更重者而言的予以界定,正如较大者相对于较小者而言一样。他合理地补充了“且体积相等”;因为如果它们具有不等的体积,那么在本性上比某物更重者,可能由于其较小而并非更快地下沉,反而更慢地下沉,这样一来,甚至本性上更轻者也将不再是更轻的了。
- 4.2βουλόμενος δὲ δεῖξαι, καὶ ὅτι ἄλλα μὲν τὰ ἁπλῶς βαρέα καὶ κοῦφα, ἄλλα δὲ τὰ κατὰ σύγκρισιν, καὶ τίνα ἑκάτερα, καὶ ὅτι περὶ μὲν τῶν ἁπλῶς οὐδὲν εἰρήκασιν οἱ πρότεροι περὶ μόνων δὲ τῶν πρὸς ἕτερον, ἐκ τῆς ἐναργείας λαμβάνει, ὅτι τὰ μὲν τῶν σωμάτων ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι τὰ δὲ ἀεὶ πρὸς τὸ μέσον.
该长句的骨干为分词短语 βουλόμενος δὲ δεῖξαι 修饰主动词 λαμβάνει(其后带宾语从句 ὅτι τὰ μὲν...)。在 δεῖξαι 之下并列了三个从属从句或短语(καὶ ὅτι... ἄλλα δὲ..., καὶ τίνα..., καὶ ὅτι...),随后接出主句动词及其宾语从句。
- 4.2ὃ δυοῖν ἐχόντων βάρος ἢ μᾶλλον κουφότητα καὶ τῶν ὄγκων ἴσων ὄντων τὸ ἕτερον θᾶττον τοῦ ἑτέρου ἄνω φέρεται κατὰ φύσιν
在由关系代名词 ὃ 引导的关系从句内部,先置入两个属格独立结构(δυοῖν ἐχόντων... 与 καὶ τῶν ὄγκων ἴσων ὄντων)表示前提条件,随后从句的主语由 τὸ ἕτερον(“另一者/其中之一”)承担。ὃ 概括性地引出定义从句,或在句法上出现了因主语变换而产生的破格结构(anacoluthon)。
