← 辛普里丘

亚里士多德《论天》注释

§676.1-677.30

探讨重轻的必要性与考察前人学说

辛普里丘探讨亚里士多德《论天》卷四第一章开头的引文(307b28),阐明为何重与轻的探讨对于自然哲学而言不可或缺,并述评亚里士多德从考察前人观点出发的研究方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

" Περὶ δὲ βαρέος καὶ κούφου ἕως τοῦ οὕτω καὶ τὸ φαινόμενον ἡμῖν εἴπωμεν περὶ αὐτῶν." Βαρύτης καὶ κουφότης οἰκειότεραι τῶν ἄλλων ποιοτήτων εἰσὶ τοῖς φυσικοῖς σώμασιν, διότι κατὰ ταύτας αἱ φυσικαὶ γίνονται κινήσεις, καθ’ ἃς εἰδοποιεῖται τὰ φυσικὰ σώματα. ἀναγκαῖος δὲ καὶ ἄλλως ὁ περὶ τούτων λόγος, ὅτι δι’ αὐτῶν ἐν τοῖς φθάσασιν ἔδειξεν ἀδύνατον εἶναι τὸ ἐκ στιγμῶν καὶ γραμμῶν καὶ ἐπιπέδων τὴν γένεσιν τῶν φυσικῶν εἶναι σωμάτων, εἴπερ ἀνάγκη μὲν ἕκαστον τῶν φυσικῶν σωμάτων ἢ βαρὺ ἢ κοῦφον εἶναι, μηδὲν δὲ δύνασθαι ἐξ ἐκείνων τοιοῦτον γενέσθαι· ἔδειξε δὲ καί, ὅτι οὐδὲν οἷόν τε σῶμα κινηθῆναι ἐπ’ εὐθείας μὴ ἔχον κουφότητα ἢ βαρύτητα. ἀλλὰ καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τούτοις ἐχρήσατο καὶ τὸν οὐρανὸν δεικνὺς κουφότητος καὶ βαρύτητος ἐξῃρημένον, καὶ ὅτι μὴ ἔστιν ἄπειρον σῶμα, διὰ τούτων ἐδείκνυτο. πολλαχοῦ οὖν χρησάμενος αὐτοῖς εἰκότως καὶ διὰ τοῦτο τὸν ἀκριβῆ περὶ αὐτῶν ἀποδίδωσι λόγον νῦν εἰς τοῦτον αὐτὸν ὑπερθέμενος τὸν καιρόν. καὶ ἄλλως δὲ ἀναγκαῖος ὁ περὶ αὐτῶν λόγος διὰ τὸ ἀμφιδοξεῖν τοὺς φυσικοὺς περὶ αὐτῶν καὶ μὴ συμφώνους ἀλλήλοις τοὺς περὶ αὐτῶν ἀποδιδόναι λόγους. αὐτὸς δὲ καὶ προσεχεστέραν ἀποδίδωσιν αἰτίαν τῆς τοῦδε τοῦ λόγου χρείας, ὅτι ἡ περὶ αὐτῶν θεωρία οἰκεία ἐστὶ τοῖς περὶ κινήσεως λόγοις, ὡς μὲν ὁ Ἀλέξανδρος λέγει, τοῖς περὶ φύσεως· ἡ γὰρ φύσις κινήσεως ἀρχή, φυσικὴ δὲ ἡ πραγματεία· μήποτε δὲ προσεχέστερον εἰπεῖν τοῖς ἐκ τῶν κινήσεων καὶ τὰ ὑπὸ σελήνην εὑρίσκουσιν ἁπλᾶ σώματα, ὥσπερ καὶ τὸ οὐράνιον.1 Ζητεῖ δέ, τί τέ ἐστιν ἑκάτερον καὶ τίς ἡ φύσις αὐτῶν, τουτέστι κατὰ τὴν φύσιν αὐτῶν ζητεῖν παρακελευόμενος. βαρὺ δὲ καὶ κοῦφον τὰ σώματα λέγει τὰ βαρύτητα καὶ κουφότητα ἔχοντα, ἅπερ δυνάμεις καλεῖ· διὸ καὶ ἐπήγαγεν καὶ διὰ τίνα αἰτίαν τὰ βαρέα καὶ κοῦφα τὰς δυνάμεις ἔχουσι ταύτας. τοῦτο δὲ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἀποδώσει, ὥσπερ καὶ τὰ περὶ τῶν ἄλλων παθῶν καὶ τοῦ τρόπου τῆς ἐξ ἀλλήλων γενέσεως τῶν τεσσάρων στοιχείων ἅμα μὲν συνεχοῦς ἅμα δὲ διακεκριμένης οὔσης τῆς πραγματείας ἐκείνης πρὸς ταύτην. ὅτι δὲ οἰκείως ἔχει πρὸς κίνησιν τὸ βαρὺ καὶ κοῦφον, ἔδειξε διὰ τοῦ βαρὺ καὶ κοῦφον οὐ κατ’ ἄλλο τι λέγεσθαι, ἀλλὰ καθ’ ὅσον τὸ μὲν πρὸς τὸ μέσον κινεῖται τὸ δὲ ἀπὸ τοῦ μέσου. Ἐπέστησε δὲ καλῶς, ὅτι τὰ μὲν μετέχοντα βαρὺ καὶ κοῦφον καλεῖται καὶ αἱ δυνάμεις βαρύτης καὶ κουφότης, ταῖς δὲ ἐνεργείαις οὐ κεῖται ὄνομα, ὡς ἐπὶ τῆς θερμότητος θέρμανσις ἡ ἐνέργεια καὶ τῆς οἰκοδομικῆς ἡ οἰκοδόμησις, πλὴν εἴ τις, φησίν, οἴοιτο τὴν ῥοπὴν κοινῷ ὀνόματι δηλοῦν τήν τε τῆς βαρύτητος καὶ τῆς κουφότητος ἐνέργειαν. ἐπειδὴ δέ, φησίν, ἡ μὲν φυσικὴ πραγματεία περὶ κίνησίν ἐστιν· ἀρχὴ γὰρ κινήσεως ἡ φύσις καὶ ἀρχὴ οὕτως ὡς ἐν τῷ κινεῖσθαι θεωρουμένη· τὸ δὲ βαρὺ καὶ κοῦφον σῶμα, καθ’ ὃ τοιαῦτα, ζωῆς ἔχει τινὰ ἐμπυρεύματα τὴν βαρύτητα καὶ τὴν κουφότητα κινήσεως ἀρχὰς οὔσας· ζωὴ γάρ τίς ἐστι τοῖς φύσει συνεστῶσιν ἡ τῆς κινήσεως ἀρχή, ὡς αὐτὸς ἐν ἄλλοις εἶπε· διὰ τοῦτο οἱ φυσικοὶ πάντες χρῶνται μὲν ταῖς δυνάμεσι τῶν βαρέων καὶ κούφων, τουτέστι τῇ βαρύτητι καὶ τῇ κουφότητι, οὐ μὴν διωρίκασί γε περὶ αὐτῶν πλὴν ὀλίγων, τίνες τέ εἰσιν αἱ δυνάμεις, καὶ διὰ τίνα αἰτίαν τὰς δυνάμεις ταύτας ἔχει τὰ φυσικὰ σώματα. εἰ δὲ ταύτας τὰς δυνάμεις λέγει τὴν κουφότητα καὶ τὴν βαρύτητα καὶ οὐχὶ τὰ σώματα, τὸ ἔχειν ἀντὶ τοῦ εἶναι εἴρηται,2 ὅτι ταῦτα ζώπυρα ἄττα κινήσεώς ἐστιν ἐν τοῖς ἔχουσιν, ὥστε, κἂν περὶ τῶν σωμάτων εἴρηται τὸ ταῦτα κἂν περὶ τῶν δυνάμεων, τὰ ζώπυρα αἱ δυνάμεις εἰσί· δηλοῖ δὲ καὶ τὸ ἐπαχθέν, ὅτι πάντες χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ἡ φυσικὴ πραγματεία περὶ κινήσεως ἀρχήν· περὶ γὰρ φύσιν, ἥτις ἐστὶ κινήσεως ἀρχή· κινήσεως δὲ ἀρχὴ καὶ ζώπυρα βαρύτης καὶ κουφότης· ἡ φυσικὴ ἄρα πραγματεία περὶ βαρύτητα καὶ κουφότητα ἔσται, καὶ οἱ φυσικοὶ περὶ τούτων ἐροῦσιν. εἰ οὖν καὶ ἀναγκαία τοῖς φυσικοῖς ἡ περὶ τούτων θεωρία, καὶ μὴ τελέως διωρίκασι περὶ αὐτῶν, χρήσιμος ἂν εἴη ὁ περὶ αὐτῶν λόγος. ἰδόντες οὖν, φησί, πρῶτον, ὥσπερ ἔθος ἡμῖν, τὰ παρὰ τῶν ἄλλων περὶ αὐτῶν εἰρημένα καὶ ἐκ διαιρέσεως τὰς πρὸς τὸν λόγον ἀπορίας ἐκθέμενοι οὕτω καὶ τὸ φαινόμενον ἡμῖν περὶ αὐτῶν εἴπωμεν.

“关于重与轻”直至“如此我们也来谈谈对于它们显现给我们的观点”。  重性与轻性相比于其他性质更本固属于自然物体,因为自然运动是按照它们产生的,自然物体也是按照这些运动而被具形化的。此外,关于这些的论述在其他方面也是必要的,因为在前面的讨论中他通过它们证明了,如果每一个自然物体必然要么重要么轻,而从那些[几何元素]中绝不可能产生出这样的东西,那么自然物体的生成就不可能来自点、线和平面;而且他还证明了,任何物体若不具备轻性或重性,都不可能沿直线运动。不仅如此,他在第一卷中也使用了它们,证明了天免于轻性与重性,并且通过它们证明了不存在无限的物体。因此,既然他在许多地方使用了它们,那么他也因此在此刻给出关于它们的精确论述也是理所当然的,他此前正是将其推迟到了这恰当的时机。而在另一方面,关于它们的论述也是必要的,因为自然哲学家们关于它们存在意见分歧,并且给出了关于它们彼此不一致的解释。而他自己也为需要这篇论述给出了一个更切近的原因,即对它们的考察本固于关于运动的论述——正如亚历山大所说,属于关于自然的论述;因为自然是运动的本原,而这部论著是关于自然学的;但或许更切近的说法是,[本固于]那些从运动出发发现月下简单物体(正如发现属天物体一样)的论述。  他探究二者各自是什么以及它们的自然本性是什么,也就是说,嘱咐人们按照它们的自然本性进行探究。他所说的重者和轻者,是指具有重性与轻性的物体,他将这些〔重性与轻性〕称为能力;因此他也接着说,“并且出于何种原因重者与轻者具有这些能力”。这将在《论生成与毁灭》中给出,正如关于其他情态以及四种元素相互生成的模式的探讨一样,那部论著与本论著既相连续又相互区别。而关于重与轻与运动具有本固的关联,他通过重与轻并不是按照别的什么而言,而仅仅是在于一者向着中心运动而另一者背离中心运动这一点作了证明。  他还很好地指出,分有者被称为重者和轻者,而能力被称为重性与轻性,但对于现实活动却没有确立名称,不像就热而言加热是其现实活动,就建筑术而言建造是其现实活动一样;除非,他说,有人认为“倾向”用一个共同的名称表明了重性与轻性二者的现实活动。他说,既然自然学的论述是关于运动的——因为自然是运动的本原,而且是如此这般在处于被运动中被考察的本原——而重与轻的物体在其作为此类物体的限度内,拥有某种生命的余烬,即作为运动本原的重性与轻性;因为对于因自然而构成的事物而言,运动的本原乃是一种生命,正如他自己在别处所说的;正因如此,所有的自然哲学家虽然都在使用重者与轻者的能力(即重性与轻性),然而除少数人外,他们根本没有对它们作出界定,说明这些能力究竟是什么,以及出于何种原因自然物体具有这些能力。如果他说“这些能力”是指轻性与重性而非物体,那么“具有”就是代替“是”而被说的,因为这些是具有者之中运动的某种引火之物,因此无论“这些”是就物体而言还是就能力而言,引火之物都是能力;而紧接着补充的“所有人都在使用它们的能力”这一内容也表明了〔这一点〕,以至于论证是这样的:自然学的论述是关于运动本原的;因为它是关于自然的,而自然是运动的本原;而运动的本原和引火之物是重性与轻性;因此自然学的论述将是关于重性与轻性的,自然哲学家们也将讨论这些。因此,如果对这些的考察对自然哲学家而言也是必要的,而他们又未曾对它们作出完全的界定,那么关于它们的论述将是有益的。他说,因此正如我们的惯例,首先考察其他人关于它们所说的话,并通过区分陈述涉及该论述的诸多疑难,如此我们也来谈谈对于它们显现给我们的观点。

语法注2 条
  1. 4.1μήποτε δὲ προσεχέστερον εἰπεῖν τοῖς ἐκ τῶν κινήσεων καὶ τὰ ὑπὸ σελήνην εὑρίσκουσιν ἁπλᾶ σώματα, ὥσπερ καὶ τὸ οὐράνιον

    μήποτε 引导一种委婉或谨慎的提议(“或许说……更为贴切”),不定词 εἰπεῖν 与前面的主句 ἡ περὶ αὐτῶν θεωρία οἰκεία ἐστί 相应,承接与格分词短语 τοῖς ... εὑρίσκουσιν。亚历山大将其归于关于自然的论述(τοῖς περὶ φύσεως),而辛普里丘则指出,若将其视为属于“从运动中发现月下简单物体的[论述/研究者]”,在关联上更为直接。

  2. 4.1εἰ δὲ ταύτας τὰς δυνάμεις λέγει τὴν κουφότητα καὶ τὴν βαρύτητα καὶ οὐχὶ τὰ σώματα, τὸ ἔχειν ἀντὶ τοῦ εἶναι εἴρηται

    解释亚里士多德原文文本的条件句。在“如果他说‘这些能力’是指轻性与重性而非物体”(εἰ δὲ ταύτας τὰς δυνάμεις λέγει...)的前提下,主句表明“‘具有’是代替‘是’而被说的”(τὸ ἔχειν ἀντὶ τοῦ εἶναι εἴρηται)。若讨论的主体并非拥有能力的物体,而是能力本身,则动词 ἔχειν 在此被分析为替代了系词 εἶναι 的表同等或本质的功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:676.1-677.30