- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:674.2-675.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了《论天》第四卷的主题(即沿直线运动物体的重与轻)在前三卷脉络中的承接关系,驳斥了该卷为伪作的说法,并概述了本卷所探讨的全部九个论题。
Τὸν ὅλον σκοπὸν κατὰ τὴν περὶ οὐρανοῦ πραγματείαν ὁ Ἀριστοτέλης ἐνστησάμενος1 περὶ τῶν ἁπλῶν ἐν τῷ κόσμῳ σωμάτων διδάξαι τὸ μὲν πρῶτον ὅλον βιβλίον κοινῶς περὶ τοῦ κυκλοφορητικοῦ καὶ οὐρανίου σώματος ἐποιήσατο, τὸ δὲ δεύτερον περὶ τῶν τοῦ οὐρανοῦ μερῶν τῶν τε ὁλικωτέρων, φημὶ δὴ τῶν σφαιρῶν, καὶ τῶν μερικωτέρων, τουτέστι τῶν ἐν αὐταῖς ἄστρων, ἐν δὲ τῷ τρίτῳ λοιπὸν περὶ τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων τῶν εὐθυπορουμένων προθέμενος εἰπεῖν, ἅτινα καὶ στοιχεῖα πάντως ἐστί, καὶ δείξας, ὅτι οὔτε ἄπειρα τὸ πλῆθος οὔτε ἕν ἐστι ταῦτα ἀλλὰ πεπερασμένα μὲν τοῦ δὲ ἑνὸς πλείω, καὶ ὅτι οὐκ ἀΐδια ἀλλὰ γενητὰ καὶ φθαρτά, καὶ ὅτι ἡ γένεσις αὐτοῖς οὐκ ἐξ ἀσωμάτου οὔτε ἐξ ἄλλου σώματος ἀλλ’ ἐξ ἀλλήλων, οὐκ ἐκκρίσει οὐδὲ μετασχηματισμῷ οὐδὲ τῇ εἰς τὰ ἐπίπεδα ἀναλύσει, ἀλλὰ κατὰ τὰς ποιότητας τριχῶς θεωρουμένας, ἢ κατὰ τὴν δύναμιν τὴν ἐνεργητικὴν ἢ κατὰ τὴν ἐνέργειαν τὴν κατὰ τὴν δύναμιν ἢ κατὰ τὸ πάθος τὸ κατὰ τὴν δύναμιν διὰ τῆς ἐνεργείας ἐγγινόμενον τῷ πάσχοντι, εἰκότως περὶ δυνάμεως καὶ ἐνεργείας καὶ πάθους τῶν κατὰ τὰς ποιότητας εἶπε χρῆναι ζητεῖν ὡς ἐκ τούτων γνωσομένων ἡμῶν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἐκ δὲ τοῦ τρόπου, πόσα τε καὶ τίνα τὰ στοιχεῖά ἐστιν, εὑρισκόντων.2 ὥσπερ δὲ τὸ πρῶτον τῶν ἁπλῶν σωμάτων ἀπὸ τῆς κυκλοφορητικῆς ηὗρε κινήσεως, οὕτως τὰ λοιπὰ ἀπὸ τῆς κατ’ εὐθεῖαν ἀνιχνεύει· προσήκει γὰρ τῷ φυσικῷ τὸ ἀπὸ τῶν κινήσεων εὑρίσκειν τὰ φυσικὰ πράγματα, διότι ἡ φύσις ἀρχὴ κινήσεώς ἐστιν. ἐπειδὴ οὖν ἡ κατ’ εὐθεῖαν φυσικὴ κίνησις κατὰ τὴν τοῦ βαρέος καὶ κούφου δύναμιν ὑπάρχει τοῖς φυσικοῖς, περὶ βαρέος καὶ κούφου πρῶτον προτίθεται ζητεῖν ὡς κατὰ ταῦτα μάλιστα εἰδοποιουμένων τῶν ὑπὸ σελήνην ἁπλῶν σωμάτων τῶν ἐπ’ εὐθείας κινουμένων καὶ γενητῶν καὶ τὴν γένεσιν ἐξ ἀλλήλων ἐχόντων, κἂν ὦσι πολλαὶ καὶ ἄλλαι δυνάμεις ἐν αὐτοῖς καὶ πάθη καὶ ἐνέργειαι· καὶ γὰρ κατὰ θερμότητα καὶ ξηρότητα καὶ μάνωσιν καὶ τὰ τούτοις ἐναντία καὶ ἄλλα τοιαῦτα. τινὲς δὲ τῇ εἰρημένῃ τῶν λόγων ἀκολουθίᾳ μὴ προσεσχηκότες νοθεύειν τοῦτο τὸ βιβλίον ἐτόλμησαν ὡς οὐ προσῆκον τοῖς περὶ οὐρανοῦ σκέμμασιν, ἀλλ’, εἴπερ ἄρα, τοῖς περὶ γενέσεως καὶ φθορᾶς. εἴρηται δέ, ὅτι τοῖς ὑπὸ σελήνην ἁπλοῖς σώμασιν οἰκειότατα τὸ βαρὺ καὶ κοῦφον, καὶ μέντοι, ὅτι τοῖς οὐρανίοις οὐ προσήκει ταῦτα, ἀκριβέστερον εἰσόμεθα νῦν· διὸ καὶ αὐτὸς κατ’ ἀρχὰς τοῦ πρώτου βιβλίου “δεῖ, φησίν, ὑποθέσθαι, τί λέγομεν τὸ βαρὺ καὶ τὸ κοῦφον, νῦν μὲν ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν χρείαν, ἀκριβέστερον δὲ πάλιν, ὅταν ἐπισκοπῶμεν περὶ τῆς οὐσίας αὐτῶν” εἰς τούτους ὑπερτιθέμενος τοὺς λόγους. διελὼν οὖν ἐν ἀρχῇ τό τε ἁπλῶς βαρὺ καὶ κοῦφον καὶ τὰ πρὸς ἄλλα λεγόμενα καὶ τὴν διαφορὰν αὐτῶν παραδοὺς ἐφεξῆς τὰς περὶ βαρέος καὶ κούφου δόξας τῶν προτέρων ἱστορεῖ καὶ δείκνυσιν, ὅτι οὐδεὶς ἐκείνων περὶ τοῦ ἁπλῶς βαρέος καὶ κούφου τὸν λόγον ἐποιήσατο ἀλλὰ περὶ τῶν πρὸς ἕτερον. καὶ τρίτον αὐτῷ κεφάλαιόν ἐστιν, ἐν ᾧ διορίζει, διὰ τί τὰ μὲν ἄνω φέρεται τὰ δὲ κάτω τῶν σωμάτων ἀεὶ κατὰ φύσιν τὰ δὲ καὶ ἄνω καὶ κάτω. κοινὴν δὲ αἰτίαν ἀποδοὺς ἐν τῷ τετάρτῳ λοιπὸν κεφαλαίῳ τὴν διαφορὰν παραδίδωσι τῶν ἄκρων στοιχείων τοῦ τε πυρὸς καὶ τῆς γῆς πρὸς τὸν ἀέρα καὶ τὸ ὕδωρ. πέμπτον, ὅτι ἁπλῶς μὲν βαρὺ ἡ γῆ, ἁπλῶς δὲ κοῦφον τὸ πῦρ, δείκνυσιν ὑποθέμενος ὡρισμένον εἶναι τὸ μέσον. ἕκτον, ὅτι ἐστὶ τὸ μέσον ὡρισμένον, δείκνυσιν, ἐκ τούτου δέ, ὅτι καὶ τὸ ἔσχατον καὶ διὰ ταῦτα τὰ ἄκρα τῶν στοιχείων τό τε ἁπλῶς κοῦφον καὶ τὸ ἁπλῶς βαρύ, ταὐτὸν δὲ εἰπεῖν πῦρ καὶ γῆ. ἕβδομον, ὅτι ἔστιν καὶ τὰ μεταξὺ ἀὴρ καὶ ὕδωρ, ὧν ἑκάτερον πῇ μὲν κοῦφον πῇ δὲ βαρύ ἐστιν. ὄγδοον, ὅτι τὸ μὲν πῦρ οὐδαμῶς ἔχει βαρύτητα, ἡ δὲ γῆ οὐδαμῶς ἔχει κουφότητα, τὰ δὲ μέσα ἐν μὲν τοῖς οἰκείοις τόποις καὶ τοῖς τῶν ὑποκειμένων3 βαρύτητα μὲν ἔχει, κουφότητα δὲ οὐκ ἔχει. ἔνατον, ὅτι τὰ τέσσαρα στοιχεῖα οἰκείαις διενήνοχε διαφοραῖς ὕλης καὶ οὐ σύγκειται τὰ μέσα ἐκ τῶν ἄκρων.
亚里士多德在《论天》这部论著中确立了讲授宇宙中简单物体的总体目标,他使整整第一卷普遍地探讨作圆周运动的属天物体,使第二卷探讨天的各部分,既包括较整体的部分(我指的是诸天球),也包括较局部的部分(即天球之中的星体),而在第三卷中,既然他接下来打算探讨沿直线运动的月下简单物体(这些完全就是元素),并且已经证明它们既非数量上无限也非唯一,而是有限且多于一,证明它们不是永恒的而是可生成与可毁灭的,证明它们的生成既非来自非物体也非来自另一种物体,而是相互生成,既不是通过析出,也不是通过重塑形状,也不是通过分解为平面,而是按照从三方面被考察的性质,即或者按照能动的能力,或者按照相应于能力的现实活动,或者按照通过现实活动相应于能力在受动者中所产生的情态,那么他理所当然地说应当探究性质之下的能力、现实活动和情态,因为由此我们将认识相互生成的模式,并从这一模式中发现元素有多少以及是哪些。正如他从圆周运动中发现了第一个简单物体一样,他也同样从直线运动中追溯其余的简单物体;因为既然自然是运动的本原,那么从运动出发发现自然事物正合乎自然哲学家的职责。既然沿直线的自然运动按照重与轻的能力属于自然事物,他就打算首先探究关于重与轻的课题,因为沿直线运动、可生成并具有相互生成的月下简单物体最主要正是按照这些被具形化的,即便在它们之中还存在许多其他的各种能力、情态与现实活动;实际上它们也是按照热、干、稀薄以及与这些相反的性质和诸如此类的其他性质[被规定的]。然而,有些人由于未曾注意上述论证的脉络,竟敢断言这一卷是伪作,认为它不属于关于天的探讨,而哪怕属于,也属于关于生成与毁灭的探讨。但正如已经指出的,重与轻对月下简单物体最为本固有,况且我们现在将更精确地认识到这些性质并不属于属天物体;因此他自己在第一卷开头就推迟到这些论述中说道:“必须预设我们所说的重和轻是指什么,眼下仅就当前需要作充分的说明,而当我们考察它们的实体时,将再次更精确地说明。” 因此,他在开头区分了绝对的重与轻以及相对于他物而言的重与轻,并教授了它们的差异之后,紧接着记载了前人关于重与轻的观点,并证明他们没有一个人就绝对的重与轻进行论述,而仅仅是就相对于他物而言的重与轻进行了论述。他的第三个论题是界定在物体之中为何有些总是自然地向上运行,有些向下运行,而有些则既向上又向下运行。在给出了共同的原因之后,他在接下来的第四个论题中讲授了极端元素(即火和土)相对于水和空气的差异。第五,他假设中心是确定的,从而证明土是绝对重的,火是绝对轻的。第六,他证明中心是确定的,并由此证明极限也是确定的,并且由于这些缘故,元素的极端——即绝对轻者与绝对重者,也就是火与土——也是确定的。第七,证明作为中间者的空气与水也是存在的,它们各自在某种程度上是轻的而在某种程度上是重的。第八,证明火决不具有重性,土决不具有轻性,而中间物体在它们固有的场所及居于其下者的场所中具有重性,却不具有轻性。第九,证明四种元素因质料固有的差异而互不相同,中间物体并非由极端物体复合而成。
- 4.0ἐνστησάμενος
与句首主语 ὁ Ἀριστοτέλης 一致的不定过去时分词,开启了一个宏大的复合句结构。其对应的主动词是 ἐποιήσατο(统摄 τὸ μὲν πρῶτον ὅλον βιβλίον),而在随后由 ἐν δὲ τῷ τρίτῳ 引导的分句中,又穿插了分词 προθέμενος 和 δείξας,最终连向 εἶπε χρῆναι ζητεῖν。
- 4.0ὡς ἐκ τούτων γνωσομένων ἡμῶν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἐκ δὲ τοῦ τρόπου, πόσα τε καὶ τίνα τὰ στοιχεῖά ἐστιν, εὑρισκόντων
由表示主观预期理由的连词 ὡς 引导的属格独立结构。属格主语 ἡμῶν 同时统辖与之形式一致的将来时分词 γνωσομένων 和分词 εὑρισκόντων;后者虽在语序上被隔开,在语法上仍是修饰 ἡμῶν 的属格分词。
- 4.0τοῖς τῶν ὑποκειμένων
中性复数与格定冠词 τοῖς 承接前文的 ἐν μὲν τοῖς οἰκείοις τόποις 而省略了名词 τόποις,意为“在居于其下者的[场所]中”。τῶν ὑποκειμένων 是用作实词的属格分词,指代位于下层的物体。
