← 辛普里丘

亚里士多德《论天》注释

§671.21-673.17

元素性质的界定与第三卷总结

辛普利丘注解了亚里士多德关于元素差异与相互转化并非由形状而是由以能力、现实活动和情态这三种方式考察的性质所界定的论述(307b19),梳理了亚历山大的各种诠释,并对《论天》第三卷的整体论证结构进行了总结回顾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.72

" Ἐπεὶ δὲ κυριώταται διαφοραὶ τῶν σωμάτων ἕως τοῦ τέλους." Συμπερανάμενος τὸ προσεχῶς προτεθέν, ὅτι οὐ τοῖς σχήμασι διαφέρει τὰ στοιχεῖα, ἐφεξῆς, τίσι διαφέρει, δηλοῖ, ὅτι κατὰ τὰ πάθη καὶ τὰ ἔργα καὶ τὰς δυνάμεις. διορίζει δὲ ταῦτα Ἀλέξανδρος πολλαχῶς ποτὲ μὲν πάθη λέγων κουφότητας, βαρύτητας, σκληρότητας, μαλακότητας, μανότητας, πυκνότητας, δυνάμεις δὲ θερμότητας, ψυχρότητας, ποτὲ δὲ πάθη μὲν τὰς παθητικὰς ποιότητας, δυνάμεις δὲ τὰς κατὰ τὰς ῥοπάς, ἔργα δὲ τὰς ἐνεργείας, καὶ πάλιν δυνάμεις μὲν τὰς ποιητικὰς αὐτῶν ποιότητας, θερμότητας, ξηρότητας, κουφότητας· αὗται γὰρ αἱ δυνάμεις ποιητικαί· πάθη δὲ τὰς ἀντικειμένας αὐταῖς, ψυχρότητας, ὑγρότητας, βαρύτητας, ὡς παθητικὰς καὶ ὑλικωτέρας· καὶ γὰρ καὶ ἐν τοῖς Περὶ γενέσεως ἐκείνας μὲν μᾶλλον ποιητικάς, ταύτας δὲ μᾶλλον παθητικὰς εἶναί φησι καὶ δὴ καὶ στερήσεις ταύτας ἐκείνων καλεῖ. “κατ’ ἄλλην δὲ ἐπιβολὴν ταὐτό, φησί, δύναμις καὶ πάθος ἐστίν, ἀπὸ μὲν τοῦ πάθος ἐμποιεῖν ἢ πασχούσης τῆς ὕλης γίνεσθαι πάθος, δύναμις δὲ ἀπὸ τοῦ δύνασθαι.”1 καὶ τάχα οὕτω μᾶλλον ἐκδεκτέον. βούλεται μὲν γὰρ μὴ κατὰ τὰ σχήματα τὰς τῶν στοιχείων ἀφορίζεσθαι διαφοράς, ὅτι μηδὲ ἔστιν ἐν τούτοις ἐναντίωσις κυρίως, ἀλλὰ κατὰ τὰς παθητικὰς καλουμένας ποιότητας, θερμότητας, ξηρότητας, μαλακότητας, κουφότητας, καὶ τὰς ἀντικειμένας αὐταῖς καὶ ὅσαι τοιαῦται· ἐν γὰρ ταύταις ἔστιν ἐναντίωσις, καθ’ ἣν ἡ εἰς ἄλληλα τῶν στοιχείων γίνεται μεταβολή, ὅπερ ἐστὶ νῦν προβεβλημένον. τῶν δὲ ποιοτήτων τούτων ἑκάστη τριχῶς θεωρεῖται· ἢ γὰρ ὡς δύναμις· αὕτη γάρ ἐστιν ἡ τῆς οὐσίας πρὸς ἐνέργειαν παρασκευή, καθ’ ἣν τὸ πῦρ δύναμιν θερμαντικὴν ἔχειν λέγομεν· ἢ ὡς ἡ κατὰ τὴν δύναμιν ταύτην ἐνέργεια, ὡς τὸ θερμαίνειν· ἢ ὡς τὸ ἀπὸ τῆς δυνάμεως διὰ τῆς ἐνεργείας ἐγγινόμενον τῷ πάσχοντι πάθος, ὡς τὸ θερμαίνεσθαι. ἀπὸ δὲ τούτων τῆς τε δυνάμεως καὶ τῆς ἐνεργείας καὶ τοῦ πάθους καὶ αἱ οὐσίαι γνωρίζονται καὶ ἡ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ καταλαμβάνεται. τούτων δὲ μίαν ἐν τῷ ἐφεξῆς βιβλίῳ προχειρισάμενος ὡς μᾶλλον πρὸς τὴν φυσικὴν κίνησιν οἰκείαν περὶ τῶν ἄλλων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς διδάξει,2 καὶ ὅτι κατὰ ταύτας τὰς ποιότητας οὐσιωμένα τὰ στοιχεῖα καὶ οὐ κατὰ τὰ σχήματα κατὰ ταύτας καὶ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν, ἀποδείξει. Τοῦτο μὲν οὖν τὸ πέρας ἐστὶ τοῦ τρίτου τῆς Περὶ οὐρανοῦ πραγματείας βιβλίου, ἔφοδος δὲ αὐτοῦ σύντομος ἔστω τοιαύτη. προθέμενος περὶ τῶν ἁπλῶν ἐν τῷ παντὶ σωμάτων εἰπεῖν κατὰ τὰ δύο πρῶτα βιβλία τῆς πραγματείας περὶ τοῦ κυκλοφορητικοῦ καὶ ἀϊδίου σώματος ἀποδοὺς ἐν τούτῳ περὶ τῶν εὐθυπορουμένων καὶ γενητῶν διδάσκων ζητεῖ πρῶτον,3 εἰ ἔστι γένεσις ἢ οὔ, ἐπειδὴ οἱ μὲν τελέως ἀνῄρουν γένεσιν ἀγένητον τὸ ὂν λέγοντες, ὥσπερ Παρμενίδης καὶ Μέλισσος, οἱ δὲ πάντων ἁπλῶς ἔλεγον γένεσιν, ὡς Ἡσίοδος, οἱ δὲ τῶν σωμάτων πάντων, ὡς οἱ ἐξ ἐπιπέδων τὰ σώματα συνιστῶντες. πρὸς τούτους οὖν ἀντειπὼν ἐφεξῆς λέγει, τίνων ἔστι γένεσις, ὅτι τῶν ποιότητας παθητικὰς ἐναντίας ἐχόντων καὶ ἐπ’ εὐθείας κινουμένων. εἰ δὲ μέλλοι τις τὴν τῶν γενητῶν σωμάτων οὐσίαν γινώσκειν, τὰ στοιχεῖα αὐτῶν πρῶτον γνωστέον· ἄλλων δὲ ἄλλα στοιχεῖα λεγόντων ὁρισάμενος πρῶτον τὸ στοιχεῖον, πότερον ἄπειρα τῷ ἀριθμῷ ἢ πεπερασμένα ἐστί, ζητεῖ καὶ ἐλέγξας τοὺς ἄπειρα λέγοντας τοὺς περὶ Ἀναξαγόραν καὶ Δημόκριτον μέτεισιν ἐπὶ τοὺς ἓν τὸ στοιχεῖον ὑποτιθεμένους καὶ ἀντειπὼν καὶ πρὸς τούτους συνεπεράνατο, ὅτι ἀνάγκη πλείονα εἶναι καὶ πεπερασμένα. καὶ τότε δείξας, ὅτι οὐκ ἔστιν ἀίδια ἀλλὰ γενητὰ καὶ φθαρτά, ἐκ διαιρέσεως ζητεῖ, πότερον ἐξ ἀσωμάτου ἢ ἐκ σώματος γίνεται, καί, εἰ ἐκ σώματος, πότερον ἐξ ἄλλου ἢ ἐξ ἀλλήλων, καὶ διελέγξας τὰ ἄλλα τῆς διαιρέσεως τμήματα κατέλιπε τὸ ἐξ ἀλλήλων καὶ ζητεῖ λοιπὸν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως καὶ δείξας, ὅτι οὔτε κατὰ ἔκκρισιν πάντων ἐκκρινομένων οὔτε κατὰ σύγκρισιν καὶ διάκρισιν, ὡς Ἐμπεδοκλῆς καὶ Δημόκριτος, οὔτε κατὰ μετασχηματισμὸν οὔτε κατὰ τὴν εἰς τὰ ἐπίπεδα διάλυσιν, ὡς ὁ Τίμαιος, ἐπὶ τέλει λοιπὸν συνάγει, ὅτι ἡ εἰς ἄλληλα μεταβολὴ τῶν στοιχείων κατὰ τὰς εἰδοποιοὺς αὐτῶν ἐναντίας διαφορὰς εἰδοποιεῖται, κυριώταται δὲ διαφοραὶ αὐτῶν αἱ κατὰ τὰς ποιότητας, αἵτινες θεωροῦνται τριχῶς, ἢ ὡς δυνάμεις ἢ ὡς πάθη ἢ ὡς ἐνέργειαι.

“既然物体的最根本的差异……”至结束。 在对刚才提出的论题得出结论(即元素并非因形状而有区别)之后,他[亚里士多德]紧接着表明它们因何而有区别:即按照情态、功用和能力。亚历山大以多种方式界定这些概念,有时将情态称为轻、重、硬、软、稀薄、致密,将能力称为热、冷;有时将情态称为受动性质,将能力称为按倾斜倾向的性质,将功用称为现实活动;又有时将能力称为它们的施动性质,即热、干、轻——因为这些能力是施动的——而将情态称为与它们对立的性质,即冷、湿、重,因为它们是受动的且更具质料性的;实际上他在《论生成》中也说前者更具施动性,而后者更具受动性,甚至还称后者为前者的缺乏。“但根据另一种看法,”他[亚历山大]说,“能力与情态是同一个东西:从产生情态或随着质料受动而生成来看是情态,而从具有潜能来看则是能力。”或许更应当这样来理解。因为他[亚里士多德]希望元素的差异不按形状来划分,因为在形状中严格来说并不存在对立,而是按所谓受动性质来划分,即热、干、软、轻以及与它们对立的性质和所有此类性质;因为在这些性质中存在着对立,元素相互之间的转化正是按照这种对立发生的,而这正是眼下提出的论题。这些性质中的每一种都可以从三个方面来考察:或者作为能力——因为这是实体走向现实活动的准备,据此我们说火具有加热的能力;或者作为依据这种能力的现实活动,如加热;或者作为通过现实活动由能力在受动者中所产生的情态,如被加热。从这些——即能力、现实活动和情态——出发,实体得以被认识,元素相互之间的转化也得以被把握。他在接下来的那一卷中着手处理其中一种(因为这与自然运动更为切近),而在《论生成与毁灭》中将讲解其余的,并且将证明:元素是按照这些性质而不是按照形状获得实体规定的,也正是按照这些性质进行相互之间的转化。 这便是《论天》第三卷的结语,对其简明概括如下。他打算探讨全宇宙中的简单物体,在该论著的前两卷中论述了作圆周运动的永恒物体,而在本卷中讲解沿直线运动的生成物体,他首先探讨是否存在生成;因为有些人彻底否定生成,称存在是不生的,如巴门尼德和梅利索斯,而另一些人则断言一切事物都绝对具有生成,如赫西俄德,还有一些人则断言所有物体都具有生成,如那些由平面构成物体的人。在反驳了这些人之后,他接下来阐述哪些事物存在生成,即具有相反受动性质且沿直线运动的事物。但是,若要认识生成物体的实体,必须首先认识它们的元素;在不同的学者主张不同的元素的情况下,他首先定义了元素,接着探讨它们在数量上是无限的还是有限的,在驳难了主张无限的阿那克萨哥拉与德谟克利特派学者之后,他转向假设元素为一的人,并在对这些人进行反驳之后得出结论:元素必定多于一个且是有限的。然后他表明元素不是永恒的而是可生成与可毁灭的,并通过划分法探讨它们是从非物体生成还是从物体生成,如果是从物体生成,是从另一种物体生成还是相互生成;在驳倒了划分法中的其他分支之后,他留下了相互生成这一项,并进一步探讨相互生成的模式;在表明它既不是按照一切都被分离出来的析出,也不是按照结合与分离(如恩培多克勒和德谟克利特所言),既不是按照重塑形状,也不是按照分解为平面(如《蒂迈欧篇》所言)之后,他最终得出结论:元素相互之间的转化是按照它们赋形的相反差异而具形化的,而它们最根本的差异是按照性质的差异,这些性质可从三个方面被考察:或者作为能力,或者作为情态,或者作为现实活动。

语法注3 条
  1. 3.72ἀπὸ μὲν τοῦ πάθος ἐμποιεῖν ἢ πασχούσης τῆς ὕλης γίνεσθαι πάθος, δύναμις δὲ ἀπὸ τοῦ δύνασθαι

    介词 ἀπό 搭配带冠词不定式(τοῦ ἐμποιεῖν、τοῦ γίνεσθαι、τοῦ δύνασθαι),用以说明同一实体为何一方面被称为“情态”(πάθος),另一方面被称为“能力”(δύναμις)的命名依据。前半句的述语名词 πάθος 与后半句的 δύναμις 呈交错排列,两句均承前省略了系动词 ἐστίν。

  2. 3.72τούτων δὲ μίαν ἐν τῷ ἐφεξῆς βιβλίῳ προχειρισάμενος ὡς μᾶλλον πρὸς τὴν φυσικὴν κίνησιν οἰκείαν περὶ τῶν ἄλλων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς διδάξει

    主格分词 προχειρισάμενος 的逻辑主语是亚里士多德,它与主要动词 διδάξει 以及由 καὶ 连接的 ἀποδείξει 相呼应。属格 τούτων 指前文讨论的诸性质,表示亚里士多德将在《论天》第四卷中专门处理其中之一(轻重),而将其余性质留待《论生成与毁灭》中讲解。

  3. 3.72προθέμενος περὶ τῶν ἁπλῶν ἐν τῷ παντὶ σωμάτων εἰπεῖν κατὰ τὰ δύο πρῶτα βιβλία τῆς πραγματείας περὶ τοῦ κυκλοφορητικοῦ καὶ ἀϊδίου σώματος ἀποδοὺς ἐν τούτῳ περὶ τῶν εὐθυπορουμένων καὶ γενητῶν διδάσκων ζητεῖ πρῶτον

    开启第三卷总结(ἔφοδος)的长句骨架:主语为亚里士多德,主要动词为 ζητεῖ πρῶτον,前面串联了多个分词(προθέμενος、ἀποδούς、διδάσκων)以概述前两卷与本卷的脉络。κατὰ τὰ δύο πρῶτα βιβλία 修饰过去时分词 ἀποδούς(完成阐述),而 ἐν τούτῳ 则修饰现在时分词 διδάσκων(正在讲授)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:671.21-673.17