← 辛普里丘

亚里士多德《论天》注释

§670.1-671.20

将冷热归结于大小的批判与普罗克洛的辩护

亚里士多德驳斥了依据形状或粗细部分来解释冷热的观点,指出这会将质的对立归结为单纯的大小之别(307b10)。对此,辛普利丘探讨了普罗克洛关于平面数量与三角形大小的辩护,指出了其中的疑难并协调了其与柏拉图文本的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.71

" Ἔνιοι δὲ περὶ τῆς δυνάμεως αὐτοῦ ἕως τοῦ ἀλλὰ τοῦ ἐναντίου." Πεντεκαιδέκατον τοῦτο ἐφ’ ἅπασι τοῖς εἰρημένοις προστίθησι πρὸς τὸ μέγεθος ὑπαντῶν καὶ δεικνύς, ὅτι, ὅσοι τὴν τοῦ ψυχροῦ δύναμιν αἰτιολογοῦντες τὸ μεγαλομερὲς ᾐτιάσαντο διὰ τὸ συνθλίβειν καὶ μὴ διιέναι διὰ τῶν πόρων, ὥσπερ ἡ προσεχῶς ὑπ’ ἐμοῦ τοῦ Πλάτωνος ἐκτεθεῖσα ῥῆσις, οὗτοι καὶ τὸ θερμὸν ἂν διιέναι λέγοιεν. τοιοῦτον δὲ ἂν εἴη τὸ λεπτομερές. καὶ τὸ παχυμερὲς δὲ καὶ τὸ λεπτομερὲς μεγέθει διαφέρειν ἐλέγετο πρότερον· εἰ δὴ τῷ μεγαλομερεῖ καὶ λεπτομερεῖ διορίζουσι, συμβαίνει καὶ μικρότητι καὶ μεγέθει διαφέρειν τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ οὐ τοῖς σχήμασιν. ὅλως δέ, εἰ τὸ μεῖζον ψυχρόν, ἐπειδὴ καὶ ἐν ταῖς πυραμίσιν αἱ μὲν μεγάλαι λέγονται αἱ δὲ μικραί, αἱ μεγάλαι ἂν εἶεν οὐ πῦρ ἀλλά τι τῶν ψυχόντων, καὶ ἐν ταύταις τὸ σχῆμα οὐ τοῦ καίειν ἀλλὰ τοῦ ψύχειν ἔσται αἴτιον διὰ τὸ μέγεθος, ὥστε συμβαίνει τὰ ἐναντία λέγειν αὐτοῖς, ὅπερ προεῖπε. Τὰ δὲ τοῦ Πρόκλου καὶ ἐν τούτοις, ὅτι1 οὐ μεγέθει μόνῳ τὰ στοιχεῖα τῶν ἁπλῶν σωμάτων διορίζομεν, ἀλλὰ καὶ λεπτότητι καὶ παχύτητι καὶ ὀξύτητι καὶ ἀμβλύτητι καὶ εὐκινησίᾳ καὶ δυσκινησίᾳ, ἅπερ ἐξαλλάσσει τὰ εἴδη καὶ οὐ ποιεῖ τὰ αὐτὸ εἶδος ἔχοντα κατὰ μέγεθος μόνον διαφέρειν. “τὸ μὲν γὰρ πλῆθος, φησί, τῶν ἐπιπέδων ποιεῖ τὸ μεγαλομερὲς ἢ σμικρομερὲς ἐν τοῖς σώμασιν· μέρη γὰρ αὐτῶν τὰ στοιχεῖα λέγεται, οἷον αἱ πυραμίδες τοῦ πυρός, ἐξ ὧν τὸ πῦρ, καὶ τὰ ὀκτάεδρα τοῦ ἀέρος· μεῖζον γὰρ τὸ ὀκτάεδρον τῆς πυραμίδος ἐκ τοῦ ἴσου τριγώνου γεγονότοιν ἀμφοῖν. ἡ δὲ σύνθεσις μετὰ τοῦ τοσοῦδε πλήθους τὸ ὀξὺ ποιεῖ καὶ ἀμβλύ· πλειόνων γὰρ ἢ ἐλασσόνων τριγώνων συννευσάντων ἡ γωνία ἢ ὀξεῖα ἢ ἀμβλεῖα γίνεται, ὀξεῖα μὲν ἡ τῶν ἐλασσόνων, ἀμβλεῖα δὲ ἡ τῶν πλειόνων. ἡ δὲ τῶν ἐπιπέδων ἰδιότης ποιεῖ τὸ εὐκίνητον ἢ δυσκίνητον ἑδραίων ὄντων δι’ ὁμοιότητα ἢ πρὸς ῥοπὴν ἑτοίμων δι’ ἀνομοιότητα· οὐκ ἄρα αἱ μεγάλαι πυραμίδες οὐ πῦρ, ἀλλὰ μεγαλομερέστερον πῦρ, ὥσπερ τὰ μεγάλα ὀκτάεδρα μεγαλομερέστερος ἀὴρ καὶ τὰ μεγάλα εἰκοσάεδρα μεγαλομερέστερον ὕδωρ. παρὰ ποίαν γάρ, φησίν, αἰτίαν καὶ ὕδατά ἐστι λεπτὰ καὶ παχέα καὶ ἀὴρ λεπτός, ὁ δέ τις παχύς; ὅτι μὲν γὰρ ποσῷ ταῦτα διώρισται, δῆλον.” Ἐν δὴ τούτοις πρῶτον μὲν ἐφιστάνω, πῶς τὸ πλῆθος τῶν ἐπιπέδων ποιεῖν φησι τὸ μεγαλομερὲς καὶ σμικρομερὲς καὶ ἐξ ἴσων τριγώνων εἶναι τὰ σχήματα τοῦ Πλάτωνος σαφῶς εἰπόντος2 “μὴ μόνον ἓν ἑκάτερον μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατ’ ἀρχάς, ἀλλ’ ἐλάττω τε καὶ μείζω”; πῶς δὲ πυραμίδες μείζονες καὶ ἐλάττονες γένοιντο ἂν ἐκ τεσσάρων οὖσαι πᾶσαι τριγώνων; ἔοικεν οὖν καὶ αὐτὸς τοῦτο λέγειν, ὅτι ὕδωρ μὲν ἀέρος καὶ ἀὴρ πυρὸς μεγαλομερέστερα, κἂν ἐξ ἴσων ᾖ τῷ μεγέθει τριγώνων, διότι τὸ εἰκοσάεδρον τοῦ ὀκταέδρου καὶ τὸ ὀκτάεδρον τῆς πυραμίδος ἐκ πλειόνων ἐστὶ τριγώνων, πυραμὶς δὲ πυραμίδος μείζων οὐ διὰ τὴν τοῦ πλήθους ἀλλὰ διὰ τὴν τοῦ μεγέθους τῶν τριγώνων διαφοράν. πῶς δὲ ἡ τῶν ἐπιπέδων ἰδιότης ποιεῖ τὸ εὐκίνητον ἢ δυσκίνητον; τετράγωνον μὲν γὰρ τριγώνου δυσκινητότερόν ἐστι καὶ διὰ τοῦτο τῶν ἄλλων στοιχείων ἡ γῆ, τὰ μέντοι τρία τὰ ἐκ τοῦ αὐτοῦ τριγώνου τοῦ σκαληνοῦ συνεστῶτα τὸ εὐκινητότερον ἔχει τῇ ὀλιγότητι καὶ βραχύτητι τῶν τριγώνων.

“有些人关于它的能力……”至“反而是相反者的[原因]”。 在上述所有论据之上,他补充了这第十五条论据,针对大小展开驳难,并指出:凡是在解释冷的能力的原因时,因挤压且无法通过孔道而归因于粗大部分的人——正如我方才引述的柏拉图言辞那样——也会说热能够穿过孔道。而这样的东西必定是微细部分的。前面已经说过,粗大部分与微细部分在大小上有区别;因此,如果他们用粗大部分和微细部分来界定,结果就是热与冷是因小与大而有区别,而不是因形状。总的来说,如果较大的东西是冷的,既然在金字塔形中也有一些被称为大的而另一些被称为小的,那么大的金字塔就不是火,而是某种致冷之物,而在这些事物中,形状由于大小的缘故将不是燃烧的原因,反而是致冷的原因,以致正如他前面所说,他们陷入了自相矛盾的说辞。 普罗克洛在这些问题上的观点也是:我们限定简单物体的元素不仅通过大小,而且还通过微细与厚重、尖锐与迟钝、易动与难动,这些差异改变了物种,而并不是使具有相同物种的事物仅仅在大小上有所不同。“因为,”他说,“平面的多寡在物体中产生了粗大部分或微细部分;因为物体的元素被称为它们的部分,比如火的金字塔形(火由此构成)和空气的八面体;因为当两者由相等的三角形生成时,八面体大于金字塔形。而结合伴随着如此数量的多寡则产生了尖锐与迟钝;因为当更多或更少的三角形会聚时,角就变尖或变钝,由较少者会聚的角是尖的,由较多者会聚的角是钝的。平面的固有特质则产生了易动或难动,或者由于相似性作为基底而稳定,或者由于不相似性而易于倾覆。因此,大金字塔形并不是非火,而是较粗大部分的火,正如大八面体是较粗大部分的空气,大二十面体是较粗大部分的水一样。因为,”他说,“究竟由于何种原因水有微细的和浓厚的,空气有微细的而有些则是浓厚的?因为显而易见,这些是由数量界定的。” 在这些论述中,首先我提请注意这一点:柏拉图明确说过“在最初构造三角形时,并非每种只具有单一的大小,而是既有较小的也有较大的”,普罗克洛怎么能说平面的多寡产生了粗大部分与微细部分,且形状是由相等的三角形构成的呢?而且,既然所有金字塔形都是由四个三角形构成的,金字塔形又怎么会有较大和较小的呢?因此看来他自己也是在说:即使由大小相等的三角形构成,水也比空气粗大,空气比火粗大,这是因为二十面体比八面体、八面体比金字塔形由更多的三角形构成;但金字塔形大于金字塔形,则不是由于数量的差异,而是由于三角形大小的差异。而平面的固有特质又怎么会产生易动或难动呢?因为正方形比三角形更难运动,因此土比其他元素更是如此,然而由同一种不等边三角形构成的这三者,由于三角形数量少且短小而具有更强的易动性。

语法注2 条
  1. 3.71Τὰ δὲ τοῦ Πρόκλου καὶ ἐν τούτοις, ὅτι

    名词短语 Τὰ τοῦ Πρόκλου(“普罗克洛的观点/言论”)之后省略了表示说话或存在的谓语动词(如 ἐστί 或 λέγεται),随后的 ὅτι 从句以间接引语的形式展开其具体内容,这是注疏文献中引述前人学说时常见的省略句式。

  2. 3.71πῶς τὸ πλῆθος τῶν ἐπιπέδων ποιεῖν φησι τὸ μεγαλομερὲς καὶ σμικρομερὲς καὶ ἐξ ἴσων τριγώνων εἶναι τὰ σχήματα τοῦ Πλάτωνος σαφῶς εἰπόντος

    主动词 φησι(指普罗克洛)统摄两个并列的不定词 ποιεῖν 和 εἶναι。紧随其后的属格绝对结构 τοῦ Πλάτωνος σαφῶς εἰπόντος 引入了与普罗克洛主张相对立的事实(“尽管柏拉图明确说过……”),从而构成了反问与疑难的骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:670.1-671.20