← 辛普里丘

亚里士多德《论天》注释

§668.6-669.28

关于冷热相反性与由形状限定的驳论

亚里士多德论证热与冷因具有相反性而无法由缺乏相反者的形状来限定,并指出对方遗漏了冷的形状。辛普利丘探讨了普罗克洛认为相反性在于能力而非形状本身的辩解,提出了自己的界定,并引用柏拉图《蒂迈欧篇》关于冷的论述作为补充。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.70

" Πρὸς τούτοις δέ, ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἕως τοῦ καίτοι προσῆκεν ἢ πάντα ἀφορίσαι σχήμασιν ἢ μηδέν." Τεσσαρεσκαιδέκατον καὶ τοῦτο σαφὲς ἐπιχείρημα δεικνύον, ὅτι ἀδύνατον τὸ θερμὸν καὶ τὸ ψυχρὸν σχήμασιν ἀφορίζειν. ὁ δὲ λόγος τοιοῦτος· τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ ὅλως τὰ κατὰ τὰς παθητικὰς ποιότητας ἐναντία ἐστὶ ταῖς δυνάμεσιν· τὰ σχήμασιν ἀφωρισμένα οὐκ ἐναντία, διότι σχῆμα σχήματι οὐδέν ἐστιν ἐναντίον· τὸ θερμὸν ἄρα καὶ τὸ ψυχρὸν ἀδύνατον σχήμασιν ἀφορισθῆναι· ἡ συναγωγὴ ἐν δευτέρῳ σχήματι. δυνατὸν δὲ καὶ ὑποθετικῶς συναγαγεῖν οὕτως· εἰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία ὄντα σχήμασιν ἀφορίζεται, εἴη ἂν τὰ σχήματα αὐτῶν ἐναντία· ἀλλὰ μὴν σχῆμα σχήματι οὐκ ἔστιν ἐναντίον· οὐκ ἄρα τὸ θερμὸν καὶ τὸ ψυχρὸν σχήμασιν ἀφορίζεται. δηλοῖ δέ, φησί, καὶ τὸ πάντας ἀπολείπειν τὸ τῷ ψυχρῷ προσῆκον σχῆμα τοὺς τὸ θερμὸν σχήματι ἀφορίζοντας· καίτοι ἔδει ἢ πάντα τὰ κατὰ τὰς ποιότητας ἐναντία ἀφορίσαι σχήμασιν ἢ μηδέν. Καὶ ταύτην διαλύων τὴν ἔνστασιν ὁ Πρόκλος λέγει καλῶς ἀπαιτεῖν τὸν λόγον τῷ ψύχοντι τὸ προσῆκον ἀποδοῦναι σχῆμα, δεῖν δὲ προσαναμνησθῆναι περὶ τῆς θερμότητος, ὡς οὐ τὴν πυραμίδα ἐλέγομεν εἶναι θερμότητα, ἀλλὰ δύναμιν τμητικὴν διὰ τῆς κατὰ τὰς γωνίας ὀξύτητος καὶ τῆς κατὰ τὰς πλευρὰς λεπτότητος. ὅτι οὖν ἡ ψυχρότης οὐδὲ αὐτὴ σχῆμά ἐστιν, ὥσπερ οὐδὲ ἡ θερμότης, ἀλλὰ δύναμίς τινος σχήματος, καὶ ὡς ἐκείνη τμητική, οὕτως αὕτη συγκριτικὴ δι’ ὤσεως, καὶ ὡς ἐκείνη κατὰ τὴν ὀξύτητα τῶν γωνιῶν καὶ τὴν λεπτότητα τῶν πλευρῶν, οὕτως ἀπ’ ἐναντίας αὕτη κατὰ τὴν ἀμβλύτητα τῶν γωνιῶν καὶ τὴν παχύτητα τῶν πλευρῶν· ἐναντία ἄρα ἡ δύναμις αὕτη πρὸς ἐκείνην οὐ τῶν σχημάτων ὄντων ἐναντίων, ἀλλὰ τῶν ἐν τοῖς σχήμασι δυνάμεων· ἀπῄτει δὲ ὁ λόγος σχῆμα ἐναντίον οὐ δέον, ἀλλὰ δύναμιν ἐναντίαν. ὅσα τοίνυν ἀμβλείας ἔχει τὰς γωνίας καὶ παχείας τὰς πλευράς, ταῦτα τὰς ἐναντίας ἔχει τῇ πυραμίδι δυνάμεις καί ἐστι συγκριτικὰ τῶν σωμάτων· τοιαῦτα δὲ τὰ στοιχεῖα τῶν τριῶν σωμάτων, διὸ πάντα ἐκεῖνα συγκριτικὰ δι’ ὤσεως συγκρίνοντα, μόνον δὲ τὸ πῦρ, ὡς εἴρηται, διακριτικόν. Ταῦτα τοῦ Πρόκλου λέγοντος ἀπορήσοι ἄν τις, πῶς τῶν ἐν τοῖς σχήμασι δυνάμεων, ὥς φησιν, ἐναντίων οὐσῶν τὰ σχήματα οὐκ ἂν εἴη ἐναντία· αἱ γὰρ δυνάμεις οἰκεῖαι τοῖς δυναμένοις εἰσίν. μήποτε οὖν σχήματα τὰ τέσσαρα λέγει,1 πυραμίδα καὶ τὰ λοιπά, ὧν μὴ ὄντων ἐναντίων αἱ δυνάμεις ἐναντίαι εἰσίν, ἐπεὶ μὴ κατὰ τὰ σχήματα αὐτῶν εἰσιν αἱ δυνάμεις· οὔτε γὰρ τὸ παχὺ καὶ λεπτὸν οὔτε τὸ μεγαλομερὲς καὶ σμικρομερὲς οὔτε τὸ δυσκίνητον καὶ εὐκίνητον σχήματός εἰσι διαφοραί, τάχα δὲ οὐδὲ τὸ ὀξὺ καὶ ἀμβλὺ τῶν γωνιῶν ἁπλῶς σχήματός εἰσι διαφοραί, εἴπερ μηδὲ ἡ γωνία σχῆμα ἁπλῶς. εἰ οὖν κατὰ ταύτας τὰς ἐναντιώσεις καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ διαθέσεις ἀποτελοῦνται ἐναντίαι οὖσαι, οὐδὲν ἄτοπον συμβαίνει, ἀλλ’ ἡ πρότασις ἡ λέγουσα, ὅτι τὰ σχήμασιν ἀφωρισμένα οὐκ ἔστιν ἐναντία, διορισμοῦ δεῖταί τινος· οὐ γάρ ἐστιν ἐναντία κατὰ τὰ σχήματα, ἔχειν μέντοι ἐναντία οὐ κωλύεται. εἰ δὲ καὶ βιάζοιτό τις κατὰ τὰ σχήματα τὰς ἐναντιώσεις εἶναι, ὑπομνησθῆναι χρὴ τοῦ Ἀριστοτέλους ἐν ταύτῃ τῇ πραγματείᾳ εἰπόντος, ὅτι ἔστι πως καὶ ἐν τοῖς σχήμασιν ἐναντίωσις. Ἐπειδὴ δὲ τὴν περὶ τοῦ θερμοῦ ῥῆσιν παρεθέμην τοῦ Πλάτωνος, καλὸν ἂν εἴη καὶ τὴν περὶ τοῦ ψυχροῦ μετ’ ἐκείνην εὐθὺς ἐπαχθεῖσαν ἐνταῦθα προσθεῖναι· “τὸ δὲ ἐναντίον τούτῳ κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου· τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰσιόντα τὰ σμικρομερέστερα ἐξωθοῦντα εἰς τὰς ἐκείνων μὴ δυνάμενα ἕδρας ἐνδῦναι ξυνωθοῦντα ἡμῶν τὸ νοτερὸν ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον δι’ ὁμαλότητα καὶ τὴν ξύνωσιν ἀπεργαζόμενα πήγνυσι·2 τὸ δὲ παρὰ φύσιν ξυναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθοῦν. τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα.”

“除这些之外,既然热与冷……”至“然而理应要么把一切事物都用形状限定,要么全不限定”。 第十四,这也是一个清晰的论证,表明不可能用形状来限定热与冷。其论证如下:热与冷,以及一般而言依受动性质而论的相反者,在能力上是相反的;用形状所限定的事物则不是相反的,因为没有任何形状与形状相反;因此热与冷不可能被形状限定。该推导是在第二格中进行的。同样也可以用假言方式推导如下:如果热与冷作为相反者是用形状限定的,那么它们的形状也就会是相反的;但形状与形状绝不是相反的;因此热与冷不是用形状限定的。他说,凡用形状限定热的人都遗漏了适合于冷的形状,这也表明了这一点;然而理应要么把性质上的所有相反者都用形状限定,要么全不限定。 普罗克洛在化解这一异议时说,论证要求为致冷者赋予适当的形状是合理的,但必须同时回想一下关于热的说法,即我们过去所说的热并不是金字塔形本身,而是由于角上的尖锐和边上的微细而具有的切割能力。因此,既然冷性本身也不是形状,正如同热性不是形状一样,而是某种形状的能力,并且正如前者是切割性的,后者同样是通过挤压而结合性的,正如前者是根据角的尖锐和边的微细,相反地后者则是根据角的迟钝和边的厚重;所以,这一能力与那一能力相反,并不是因为形状是相反的,而是因为形状之中的能力是相反的;而论证却要求了不应当要求的相反形状,而非相反的能力。因此,凡具有钝角和厚边的东西,都具有与金字塔相反的能力,并且是能够结合物体的;而其他三种物体的构成要素就是这类的,因此所有那些都是通过挤压进行结合而具有结合性的,唯独火如前所述是具有分离性的。 在普罗克洛谈到这些时,有人或许会产生疑问:既然如他所说形状之中的能力是相反的,形状怎么可能不是相反的呢?因为能力乃是具有能力者所固有的。也许他是指四种形状——金字塔形及其他——虽然它们不是相反的,但其能力却是相反的,因为这些能力并不是按照它们的形状而存在的。因为厚与薄、部分粗大与部分微细、难动与易动都不是形状的差异,甚至角之尖锐与迟钝大概也并不单纯是形状的差异,因为角本身也并不单纯是形状。因此,如果根据这些相反性,热与冷的状态也被构成为相反者,那么并没有发生任何荒谬之事,而是那条声称“用形状限定的事物不是相反的”前提需要某种界定;因为它们按照形状固然不是相反的,但拥有相反者却并不受阻碍。然而,即便有人强辩说相反性是依形状而存在的,也应当想起亚里士多德在本书中说过,在形状之中在某种意义上也存在相反性。 既然我曾引述柏拉图关于热的言辞,那么在此把紧接其后引出的关于冷的言辞也补充进来便是恰当的:“与此相反者虽是显而易见的,但仍不应让它缺乏说明。因为身体周围流体中那些较粗大的部分进入时,排挤出较微细的部分,因无法钻入后者的位置,便把我们的湿润成分挤压在一起,因均一性和挤压使其由不规则与运动状态变为不动状态,并将其凝结;而反乎自然被聚拢起来的东西则依自然进行抗争,将自身推向相反方向。对这一抗争与震颤赋予了颤抖和寒战之名,而这整个受动状态及其产生者则获得了冷之名。”

语法注2 条
  1. 3.70μήποτε οὖν σχήματα τὰ τέσσαρα λέγει

    μήποτε 连用直陈式现在时 λέγει,构成一种委婉而审慎的推测或提说用法,意为“也许他是指……”或“难道他不是在说……”。

  2. 3.70τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰσιόντα τὰ σμικρομερέστερα ἐξωθοῦντα εἰς τὰς ἐκείνων μὴ δυνάμενα ἕδρας ἐνδῦναι ξυνωθοῦντα ἡμῶν τὸ νοτερὸν ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον δι’ ὁμαλότητα καὶ τὴν ξύνωσιν ἀπεργαζόμενα πήγνυσι

    该句的句法骨架为主语 τὰ ... μεγαλομερέστερα 和主动词 πήγνυσι(宾语为 ἡμῶν τὸ νοτερόν)。主语带有一连串平行的现在分词(εἰσιόντα、ἐξωθοῦντα、μὴ δυνάμενα、ξυνωθοῦντα、ἀπεργαζόμενα),层层递进地刻画了从较大粒子侵入直至使流体凝固的物理过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:668.6-669.28