- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:667.10-668.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《论天》卷三第8章(307a31)批评了仅凭分割性规定火而忽视其结合性的观点,主张火毋宁以结合为本质、以分离为偶性;辛普利丘引述普罗克洛的反驳,后者通过感觉作用及金属熔化论证火的本质是分离而结合仅是偶性。
" Ἔτι δὲ γελοῖον τὸ πρὸς τὸ διαιρεῖν μόνον ἕως τοῦ ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν.1" Τρισκαιδέκατον μέμφεται τοῖς τῷ διαιρετικῷ μόνον ἀλλὰ μὴ τῷ συγκριτικῷ μᾶλλον τὸ πῦρ χαρακτηρίζουσιν ἢ ἀμφοτέροις.2 δοκεῖ γάρ, φησίν, μᾶλλον συγκρίνειν καὶ συνορίζειν ἢ διακρίνειν, εἴπερ διακρίνει μὲν τὰ μὴ ὁμόφυλα, ὅταν χρυσὸν ἀργύρου διαχωρίζῃ ἢ τὴν σκωρίαν ἀποκαθαίρῃ τοῦ σιδήρου, συγκρίνει δὲ τὰ ὁμόφυλα. εἰ οὖν τιμιώτερον τοῦτο, προηγουμένην ἂν ἔχοι ταύτην τὴν ἐνέργειαν τὸ πῦρ, ἡ δὲ διάκρισις κατὰ συμβεβηκός· συγκρῖνον γὰρ τὸ ὁμόφυλον ἐξαιρεῖ τὸ ἀλλότριον· ὥστε, φησίν, ἢ πρὸς ἄμφω ἐχρῆν ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί, εἴπερ ἄμφω ἐνεργεῖ συγκρῖνον τε καὶ διακρῖνον, ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν, εἴπερ τοῦτο μὲν καθ’ αὑτὸ ποιεῖ, διακρίνει δὲ κατὰ συμβεβηκός. Πρὸς δὲ τοῦτον ἐνίσταται τὸν λόγον ὁ Πρόκλος τοὐναντίον λέγων ἀληθὲς εἶναι, διακρίνειν μὲν καθ’ αὑτὸ τὸ πῦρ, συγκρίνειν δὲ κατὰ συμβεβηκός· τῷ γὰρ ἐξαιρεῖν τὰ ἀλλότρια τοῖς ὁμοίοις τὴν πρὸς ἄλληλα σύνοδον καὶ τὴν εἰς ταὐτὸ ῥοπὴν ἐξευμαρίζει. πάντα γοῦν τὰ πύρια κατὰ πάσας τὰς αἰσθήσεις διακριτικὴν ἔχει δύναμιν· τὴν μὲν γὰρ ἁφὴν διακρίνει τὸ θερμόν, τὴν δὲ ὄψιν τὸ λαμπρόν, τὴν δὲ γεῦσιν τὸ δριμύ, καὶ τὰ φάρμακα δὲ πάντα, ὁπόσα πύρια, διαφορητικὴν ἔχει τὴν δύναμιν. ἔτι δὲ πᾶν μὲν τὸ συγκρῖνον περιίστασθαι βούλεται τὸ συγκρινόμενον συνωθοῦν αὐτό, τὸ δὲ πῦρ οὐχὶ περιίστασθαι, ἀλλὰ δύνειν κατὰ τῶν σωμάτων ἐθέλει. προστίθησι δέ, ὅτι καὶ κατὰ τοὺς μὴ σχηματίζοντας τὰ στοιχεῖα λεπτομερὲς μᾶλλον νενόμισται τὸ πῦρ, τὸ δὲ τοιοῦτον διακριτικὸν μᾶλλόν ἐστιν εἰσδυόμενον εἰς τὰ ἄλλα ἤπερ συγκριτικόν. ὅτι δὲ τὸ διαιρετικὸν καθ’ αὑτὸ τῷ πυρὶ προσήκει, δηλοῖ τὸ μὴ μόνον τὰ ἀλλόφυλα διακρίνειν ἀπ’ ἀλλήλων, ἀλλὰ καὶ αὐτὸ ἕκαστον· χεῖ γοῦν τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὰ ἄλλα μέταλλα τῷ διακρίνειν αὐτά.
“再者,仅根据分割[来赋予形状]是荒唐的……”至“或者毋宁应当根据结合”。 第十三,他[亚里士多德]责备那些仅凭分割性、而未能毋宁凭结合性或二者兼具来规定火之特性的人。因为他[亚里士多德]说,火似乎毋宁是在结合并划定共同界限,而非在分离,因为当它把金与银分开或把矿渣从铁中清除出来时,它分离的是不同族之物,而结合的则是同族之物。因此,如果这[结合]是更尊贵的,那么火就应当以这一活动为首要活动,而分离则是偶性的;因为在结合同族之物时,它排除了外来之物。因此他说,既然火在结合与分离中两者皆在施行,那么要么理应就这两者来把形状赋予火,要么,如果它是在本质上做这件事[结合]而依偶性做分离,就毋宁应当就结合[来赋予形状]。 但普罗克洛反对此论,声称相反的情况才是真实的,即火是依自身而分离,而依偶性而结合的;因为通过排除外来之物,它为相似之物便利了彼此之间的聚拢和朝向同处的一致倾向。无论如何,所有火性的事物就一切感觉而言都具有分离能力:因为热分离触觉,明亮分离视觉,辛辣分离味觉,而且凡属火性的药物全都具有发散发汗的能力。再者,凡结合之物都倾向于围绕着被结合者而将其挤压在一起,但火却并非想要围绕,而是要深入渗透到物体之中。他又补充道,即便按照那些不给构成要素赋予形状的人的看法,火也被认为是更为细微的部分构成的,而这种事物渗透到其他事物中,是更具分离性而非结合性的。而分割性依自身属于火,这不仅由火将不同族之物彼此分离所表明,也由它分离各个事物自身所表明;无论如何,它正是通过分离它们而熔解了金、银及其他金属。
- 3.69ἢ πρὸς ἄμφω ἐχρῆν ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί, εἴπερ ἄμφω ἐνεργεῖ συγκρῖνον τε καὶ διακρῖνον, ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν
在选择连词结构 ἢ ... ἢ ...(“要么……要么……”)中,后半句 ἢ μᾶλλον ἐπὶ τὸ συγκρίνειν 承前省略了前半句的不定词短语 ἀποδοῦναι τὸ σχῆμα τῷ πυρί。此外,前置词由前半句的 πρὸς ἄμφω 转换为后半句的 ἐπὶ τὸ συγκρίνειν,二者在此均表示赋予形状时的考量所向或依据,句法功能一致。
- 3.69Τρισκαιδέκατον μέμφεται τοῖς τῷ διαιρετικῷ μόνον ἀλλὰ μὴ τῷ συγκριτικῷ μᾶλλον τὸ πῦρ χαρακτηρίζουσιν ἢ ἀμφοτέροις
Τρισκαιδέκατον 为状语性宾格(承接上一节中的 Δυοδέκατον),意为“第十三”或“作为第十三点”。动词 μέμφεται 支配与格分词成分 τοῖς ... χαρακτηρίζουσιν。在该分词短语内部,τῷ διαιρετικῷ μόνον 作方式与格,并与后文的 ἀλλὰ μὴ τῷ συγκριτικῷ μᾶλλον ἢ ἀμφοτέροις 构成并列对比。
