- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:665.25-667.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德提出第十二个论证,批评若火通过切割燃烧物体并将其化为火,就会得出切割工具产生同类事物(小刀切出小刀)的荒谬结论。辛普利丘引述普罗克洛对实体变化与偶性变化的区分以及柏拉图基于适应性(ἐπιτηδειότης)的元素转化理论对此进行辩护。
" Ἔτι, εἰ τὸ καιόμενον πυροῦται ἕως τοῦ ἢ τὸν πρίονα εἰς πρίονας." Δυοδέκατον καὶ τοῦτο σκωπτικόν. εἰ γὰρ τὸ πῦρ, φησί, πυραμίς ἐστιν ἢ σφαῖρα καὶ τῷ διαιρεῖν θερμαίνει καὶ πυροῖ, τὸ δὲ πυρούμενον καὶ καιόμενον πῦρ γίνεται, τὸ δὲ πῦρ σφαῖρά ἐστιν ἢ πυραμίς, ἀνάγκη τὸ καιόμενον γίνεσθαι σφαῖραν ἢ πυραμίδα. ἀλλὰ τὸ μὲν τέμνειν καὶ διαιρεῖν εὔλογον ἔστω συμβαίνειν τῷ σχήματι τῷ ὀξυγωνίῳ, τὸ δὲ ἐξ ἀνάγκης τὴν πυραμίδα ποιεῖν πυραμίδας ἢ τὴν σφαῖραν σφαίρας παντελῶς ἄλογον. τὸ δὲ ἄλογον ἡ τοῦ ὁμοίου μάλιστα δείξει παράθεσις· ὅμοιον γάρ, ὡς εἴ τις ἀξιοῖ ἢ τὴν μάχαιραν εἰς μαχαίρας διαιρεῖν τὸ διαιρούμενον ὑπ’ αὐτῆς ἢ τὸν πρίονα εἰς πρίονας. τὸ μὲν γὰρ τὸ πυρούμενον γίνεσθαι πῦρ τοῦ πυροῦντος κατ’ ἀλλοίωσιν εἰς ἑαυτὸ τὸ πυρούμενον μεταβάλλοντος οὐδὲν ἄτοπον,1 τὸ δὲ τὸ διαιροῦν καὶ τέμνον εἰς ἑαυτῷ ὅμοια τὸ διαιρούμενον διαιρεῖν τῶν ἀπεμφαινόντων ἐστί. Λέγει δὲ καὶ πρὸς τοῦτο ὁ Πρόκλος, ὅτι τὸ πῦρ πυρῶσαν τὸ καυθὲν διέλυσεν αὐτοῦ τὰ στοιχεῖα καὶ μετέβαλεν εἰς τὰ ἑαυτοῦ, ἡ δὲ μάχαιρα οὐκ εἰς τὴν οὐσίαν δρᾷ τοῦ τεμνομένου· οὐ γὰρ ἀναλύει τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τὸ ποσὸν ἐκ μείζονος ἔλαττον ποιεῖ διαιροῦσα· οὐδὲ γὰρ αὐτὴ κατ’ οὐσίαν ἔχει τὸ σχῆμα τοῦτο ἀλλὰ κατὰ συμβεβηκός. εἰ οὖν μηδὲν εἰς τὰ στοιχεῖα τοῦ τεμνομένου δρᾷ μηδὲ ἀμείβει τὸ εἶδος αὐτοῦ, πῶς ἂν εἰς ὅμοια ἑαυτῇ ποιήσαιτο τὴν διαίρεσιν; ἀλλ’ ἔστω, φαίην ἄν, τὰ πυρούμενα διαλύεσθαι εἰς τὰ τρίγωνα, οἷον ὕδωρ καὶ ἀέρα καὶ τὰ στοιχεῖα αὐτῶν τά τε εἰκοσάεδρα καὶ τὰ ὀκτάεδρα, τί τὸ συντιθὲν τὰ τούτων τρίγωνα εἰς τὸ τοῦ πυρὸς σχῆμα τὴν πυραμίδα, ἵνα πολλαὶ τοιαῦται συναχθεῖσαι γένωνται πῦρ; λέγει τοίνυν ὁ Πλάτων, ὅτι, τὰ διαλυόμενα ὑπὸ τοῦ πυρὸς τρίγωνα ἕως μὲν ἂν εἰς ἄλλο εἶδος συστάντα, οἷον τὰ ἐξ εἰκοσαέδρων διαλυθέντα εἰς ὀκτάεδρα, διαιρετὸν μᾶλλον ὂν τῷ τοῦ πυρὸς διαιρετικῷ ὄντι μάχηται, λυόμενον οὐ παύεται,2 ἐὰν δὲ εἰς τὴν τοῦ πυρὸς φύσιν συστῇ, πέπαυται· τὰ γὰρ ὅμοια οὔτε ποιεῖ τι εἰς ἄλληλα οὔτε πάσχει ὑπ’ ἀλλήλων. καλὸν δὲ αὐτῶν ἀκοῦσαι τῶν τοῦ Πλάτωνος παγκάλων ῥημάτων· “ὧδε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς, ὅταν ἐν πυρὶ λαμβανόμενον τῶν ἄλλων ὑπ’ αὐτοῦ τι γένος τῇ τῶν γωνιῶν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, ξυστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον· τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῷ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιῆσαι δυνατὸν οὔτε τινὰ παθεῖν ὑπὸ τοῦ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος· ἕως δ’ ἂν εἰς ἄλλο γινόμενον ἧττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται”. δῆλον δέ, ὅτι οὐκ εἰκῇ καὶ ὡς ἔτυχε ποτὲ μὲν εἰς τόδε τὸ σχῆμα ποτὲ δὲ εἰς ἄλλο συντίθεται τὰ ἐπίπεδα, ἀλλὰ τὸ διαλύον αὐτὰ τὴν μὲν πρὸς ἐκεῖνο τὸ σχῆμα, ὅπερ εἶχεν, ἐπιτηδειότητα, οἷον τὴν πρὸς τὸ εἰκοσάεδρον, ἀφανίζει παχυτέραν τινὰ οὖσαν καὶ θολωδεστέραν, πρὸς δὲ τὸ ἐγγὺς μεθίστησι καθαρώτερον τὸ τοῦ ἀέρος, καὶ πρῶτον εἰς ὀκτάεδρα συμπήγνυται, εἶτα καὶ ταῦτα ὑπὸ τοῦ πυρὸς διαλυόμενα καθαίρεται μᾶλλον καὶ λεπτύνεται καὶ γίνεται πρὸς πυραμίδος σύστασιν ἐπιτήδεια. δῆλον δέ, ὅτι, πρὸς ὃ ἂν εἶδος ἐπιτηδείως ἔχῃ σχήματος, τοῦτο καταδέχεται ῥᾳδίως, καὶ διὰ τοῦτο ἐξ ὕδατος ἀὴρ πρῶτον γίνεται καὶ τότε ἐξ ἀέρος πῦρ.
“再者,如果被燃烧者化为火……”至“或者锯子[分割]成锯子”。 这也是第十二个论证,且是带有嘲弄性质的。因为他[亚里士多德]说,如果火是角锥体或球体,并且通过分割来加热和化为火,而被化为火以及被燃烧者变为火,且火是球体或角锥体,那么被燃烧者必然变为球体或角锥体。然而,切割与分割发生于锐角形状固然合乎情理,但角锥体必然造出角锥体,或者球体必然造出球体,则是完全荒谬的。而通过并置一个相似的事例将最能说明这种荒谬;因为这正如有人主张,要么小刀把它所分割的东西分割成小刀,要么锯子分割成锯子一样。因为被化为火者变为火,即化其为火者通过质变使被化为火者转化为自身,这绝非荒谬;但分割者与切割者把被分割者分割成与自身相似的事物,却属于荒谬之事。 然而普罗克洛对此也指出,火把被燃烧者化为火时,解体了它的构成要素,并使其转化为火自身的要素;而小刀并不作用于被切割者的实体;因为[小刀]并不分解它的实体,而是通过分割使其量由大变小;因为[小刀]自身也并非依其实体拥有这一形状,而是依偶性拥有的。因此,如果它绝不作用于被切割者的构成要素,也不改变其形式,它又怎能将之分割成与自身相似的事物呢? 然而我或许会说:“纵然承认被化为火者被分解为三角形(例如水和空气,以及它们的构成要素即二十面体和八面体),那么究竟是什么把它们的这些三角形组合成火的形状即角锥体,以便许多这样的形体积聚起来而变为火呢?”于是柏拉图说,被火分解的三角形,只要当它们被组合为另一种形式时——例如从二十面体分解出来的东西组合成八面体——因其更为可分而与火之具有分割性的东西相抗衡,它们就一刻不停地继续被解体;但若它们组合成火的本性,便停止了;因为相似之物彼此之间既不施加任何作用,也不遭受任何作用。聆听柏拉图极美的话语本身是极好的:“因为让我们确实重新这样思考它们:当其他种类的某一者被包含在火中,被它依角的尖锐以及顺着各边的尖锐而切割时,一旦组合成火的那种本性,便停止被切割;因为凡是与自身相似且相同的各个种类,都既不可能在以同样方式且相似地处于同样状态者之中引起任何变化,也不可能从它遭受任何变化;但是,只要它在变为另一物时,作为较弱者与较强者相抗衡,就一刻不停地继续被解体。” 显而易见,这些平面并不是随意或偶然地时而组合成这种形状,时而组合成另一种形状;而是,分解它们的东西消除了它们朝向此前所拥有的那种形状——例如朝向二十面体——的适应性(因其原是某种较粗厚且较浑浊的状态),并将其转移至临近的、更为纯洁的空气形状,首先凝结成八面体;随后这些也受到火的分解,得到进一步净化与削薄,并变得适合于角锥体的构成。显而易见,凡是它适于构成的形状形式,它都极易接受;正因如此,水首先生成空气,随后空气才生成火。
- 3.68τὸ μὲν γὰρ τὸ πυρούμενον γίνεσθαι πῦρ τοῦ πυροῦντος κατ’ ἀλλοίωσιν εἰς ἑαυτὸ τὸ πυρούμενον μεταβάλλοντος οὐδὲν ἄτοπον
该句的主语是带有中性冠词的不定式短语 τὸ ... γίνεσθαι πῦρ,述部为 οὐδὲν ἄτοπον [ἐστί]。其间插入的 τοῦ πυροῦντος ... μεταβάλλοντος 为独立属格结构,表述了致火者通过性质变化将被致火者转化为自身的机制与条件。
- 3.68τὰ διαλυόμενα ὑπὸ τοῦ πυρὸς τρίγωνα ἕως μὲν ἂν εἰς ἄλλο εἶδος συστάντα ... μάχηται, λυόμενον οὐ παύεται
尽管句首的主题/主语 τὰ ... τρίγωνα 为中性复数,但随后的从句动词 μάχηται 以及主句述谓分词 λυόμενον 与 οὐ παύεται 均转为中性单数。这种按照意义的一致(反格/语义呼应)将组合成形状的三角形集体视为一个单一的实体。
