← 辛普里丘

亚里士多德《论天》注释

§664.24-665.24

数学立体燃烧之难点与普罗克洛的辩护

针对Bekker 307a19中亚里士多德提出的第十一个论证——即若火因角而燃烧则数学立体亦当燃烧,辛普利丘引述了普罗克洛的辩护,指出柏拉图的立体还具备具质料性与运动等差异性条件,从而反驳了亚里士多德的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.67

" Ἅμα δὲ συμβήσεται καὶ τὰ μαθηματικὰ σώματα ἕως τοῦ ἀλλ’ οὐχ ἁπλῶς οὕτω λεκτέον, ὡς λέγουσιν." Ἑνδέκατον τοῦτο ἐπιχείρημα εἰς πολλὴν ἀπάγον ἀτοπίαν καὶ κωμῳδίαν τὸν λόγον. εἰ γὰρ διὰ τὰς γωνίας καίει καὶ θερμαίνει τὸ πῦρ, συμβήσεται καὶ τὰ μαθηματικὰ σώματα καίειν καὶ θερμαίνειν. καὶ τάχα ἐπὶ τούτων οὐδὲ τὸ τὴν ὀξύτητα τῶν γωνιῶν αἰτιᾶσθαι βοηθεῖ τι τῷ λόγῳ· καὶ γὰρ ἐν τοῖς μαθηματικοῖς ἐστιν ὀξεῖα γωνία καὶ πυραμίδες καὶ σφαῖραι καὶ αὗται ἄτομοι, ὥσπερ καὶ αἱ ὑπὸ τούτων ὑποτιθέμεναι, τουτέστι μὴ διαιρούμεναι εἰς ὅμοια τῷ ὅλῳ·1 οὔτε γὰρ ἡ σφαῖρα εἰς σφαίρας οὔτε ἡ πυραμὶς πάντως εἰς πυραμίδας. ὥστε καὶ κατὰ τοῦτο ὁμοιότης ἄν εἴη καὶ ἔτι μᾶλλον, εἰ οὐσίαι τινές εἰσι κεχωρισμέναι τὰ μαθηματικά, ὡς ἐν τῇ Μετὰ τὰ φυσικὰ πρὸς Πλάτωνα ὡς οὕτω λέγοντα ἀπετείνετο. εἰ δὲ καὶ ἔστιν ἄτομα μεγέθη καὶ ἀπαθῆ καὶ ἄποια, ὡς οἱ περὶ Δημόκριτον ἔλεγον καὶ Ξενοκράτης τὰς ἀτόμους γραμμὰς ὑποτιθέμενος, ἄντικρυς τοῖς μαθηματικοῖς ἂν ἦν ἐοικότα. εἰ δὲ τὰ μὲν ὑπ’ αὐτῶν ὑποτεθέντα θερμαίνει καὶ καίει κατὰ τὰς γωνίας, τὰ δὲ μαθηματικὰ ὁμοίως τούτοις ἐσχηματισμένα γωνίαις μηκέτι, λεκτέον τὴν διαφοράν, ἀλλ’ οὐχ ἁπλῶς οὕτω, τουτέστιν ὁλοσχερῶς καὶ ἀναιτίως, λεκτέον, ὡς λέγουσι· ζητοῦντες γὰρ τὴν διαφορὰν ἀποδοῦναι, δι’ ἣν τὰ μὲν φυσικὰ καίει, τὰ δὲ μαθηματικὰ οὔ, εὑρήσουσιν, ὅτι οὐχ αἱ γωνίαι αἴτιαι, αἵτινες οὐδὲν ἔλαττον καὶ ἐν τοῖς μαθηματικοῖς εἰσιν, ἀλλὰ τὰ πάθη, ὧν οὐδὲν τοῖς μαθηματικοῖς μέτεστι. Ταῦτα μὲν ὁ Ἀριστοτέλης, ὁ δὲ Πρόκλος πρὸς αὐτὰ καλῶς ὑπαντῶν τοῦτο ποιεῖ, ὅπερ ὁ Ἀριστοτέλης ἀπαιτεῖ, τὸ τὴν διαφορὰν ἀποδοῦναι ταῖς ὑποθέσεσιν ἀκολούθως, καθ’ ἣν ταῦτα μὲν καίει, τὰ δὲ μαθηματικὰ οὐ καίει. ὁ γὰρ Πλάτων καὶ ἔνυλα καὶ κινούμενα τὰ σχήματα ταῦτά φησιν εἶναι· διὰ γὰρ τοῦτο καὶ τὸ ρ τῷ ὀνόματι προσκεῖσθαι κινήσεως ὄργανον ὑπάρχον. οὐ πᾶν οὖν τὸ γεγωνιωμένον θερμαντικόν, ἂν μὴ καὶ ὀξυγώνιον ᾖ καὶ τὰς πλευρὰς λελεπτυσμένον καὶ ἔτι μέντοι ἔνυλον καὶ εὐκίνητον. αὐτὸς δὲ τὰ μὲν πρῶτα δύο παραλιπὼν τὴν δεκάτην ἔνστασιν ἔπλασε, τὰ δὲ δύο τὰ τελευταῖα τὴν ἑνδεκάτην.2

“同时,数学立体也将随之……”至“但不应像他们所说的那样,仅仅如此陈述”。 这是第十一个论证,它把这一论说引向了极大的荒谬与可笑。因为如果火因角而燃烧并加热,那么数学立体也将随之燃烧并加热。而且在这些[数学立体]的情形中,归咎于角的尖锐对于这一论说大概也毫无助益;因为在数学对象中同样存在锐角、角锥体与球体,并且它们是不可分的,正如这些人所假定的那些形体一样,也就是说,不可分割为与整体相似的部分;因为球体不能被分割为球体,角锥体也并非总能被分割为角锥体。因此按照这一点,它们之间也存在相似性,而如果数学对象是某种分离的实体(正如在《形而上学》中,针对持此观点的柏拉图加以反驳那样),这种相似性就更为显著。而如果确实存在不可分、不可受动且无性质的量度,正如德谟克利特派所说以及色诺克拉底假定不可分线所说的那样,它们将直接类似于数学对象。然而,如果由他们假定的形体按照角来加热和燃烧,而与这些形体同样以角构形的数学立体却不再如此,那就必须说明其区别,而不应像他们所说的那样仅仅如此陈述,即笼统且无缘由地陈述;因为如果寻求给出自然形体燃烧而数学立体不燃烧的原因差异,他们将会发现,原因并不在于角——角在数学对象中绝不少存——而在于受动性质,而数学对象对此完全无涉。 亚里士多德提出了这些论述,而普罗克洛在妥善应对这些论述时,正做到了亚里士多德所要求的事情,即按照前提给出使前者燃烧而数学立体不燃烧的区别。因为柏拉图说这些形状既是具质料的,又是运动的;正因如此,作为运动工具的字母柔(ρ)才被附加在名称上。因此,绝非凡是带角的都具有加热性,除非它既是锐角的、边被削薄的,并且此外还是具质料的且易于运动的。然而他[亚里士多德]自己略去了前两条,构想出了第十个异议,略去了后两条,[构想出了]第十一个异议。

语法注2 条
  1. 3.67τουτέστι μὴ διαιρούμεναι εἰς ὅμοια τῷ ὅλῳ

    此处的 ἄτομοι(不可分的)并非指在几何或物理上无法再向下细分,而是正如紧随其后的同格解释所表明的,意为“不可分割为与整体同类的形状”(分割球体所得的切块不再是球体,分割角锥体通常也不再产生角锥体)。

  2. 3.67αὐτὸς δὲ τὰ μὲν πρῶτα δύο παραλιπὼν τὴν δεκάτην ἔνστασιν ἔπλασε, τὰ δὲ δύο τὰ τελευταῖα τὴν ἑνδεκάτην.

    代词 αὐτός 在此指亚里士多德。前文列出了四项条件(1. 锐角,2. 边薄,3. 具质料,4. 易运动),普罗克洛在此批评亚里士多德忽略了前两项而虚构出第十个异议(见前一节307a13),忽略了后两项而虚构出第十一个异议(即本节307a19)。后半句承前省略了谓语动词 ἔπλασε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:664.24-665.24