← 辛普里丘

亚里士多德《论天》注释

§663.16-664.23

火的角与热的产生及普罗克洛的辩护

亚里士多德批评了凭借几何形状(角)来解释热与燃烧等受动性质的观点;针对此,普罗克洛反驳称,热并非单纯源于角,而是源于角的尖锐、边的纤薄、运动的敏捷与大小的复合作用,并引用《蒂迈欧篇》的相关段落加以辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.66

" Ἔτι δέ, εἰ θερμαίνει καὶ καίει τὸ πῦρ ἕως τοῦ τοῦτο δὲ ὅτι ἐστὶ ψεῦδος, φανερόν." Δείξας, ὅτι ταῖς κινήσεσιν οὐ συμφωνεῖ τὰ σχήματα, ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ ταῖς παθητικαῖς ποιότησιν. εἰ γὰρ διὰ τὰς γωνίας θερμαίνει τὸ πῦρ, καί ἐστιν ἡ γωνία θερμαντικὸν τῷ τμητικὸν εἶναι· οὕτω γὰρ καὶ ὁ Πλάτων τὸ θερμὸν οἷον τεμόν τι ὁμολογεῖ τοῦ ρ παρεμβληθέντος διὰ τὴν κίνησιν·1 εἰ πάντα ἔχει τὰ στοιχεῖα γωνίας, πάντα ἂν εἴη τμητικὰ καὶ θερμαντικὰ καὶ μόνον ἄρα διοίσει τῷ μᾶλλον καὶ ἧττον ἄλλο ἄλλου θερμαίνειν. ἀλλὰ μὴν τοῦτο ψεῦδος, ὡς δῆλον ἐκ τοῦ τινα τῶν στοιχείων μὴ μόνον μὴ θερμαίνειν ἀλλὰ καὶ ψύχειν· ψεῦδος ἄρα καὶ τὸ ἡγούμενον, ὅτι2 διὰ τὰς γωνίας θερμαίνει τὸ πῦρ. Λέγει δὴ καὶ πρὸς τοῦτο τὸ δέκατον ὁ Πρόκλος, ὅτι κακῶς εἴληπται τὸ τὴν γωνίαν εἶναι θερμαντικήν, καὶ τούτῳ τὸ ψεῦδος ἠκολούθησεν. ὁ γὰρ Τίμαιος, ὅτι μὲν ὀξύ τι τὸ πάθος τοῦ θερμοῦ καὶ διαιρετικόν, παρὰ τῆς αἰσθήσεως ἔλαβε, τέμνει δὲ τὸ τέμνον οὐ γωνίᾳ ἁπλῶς, ἀλλ’ ὀξύτητι μὲν γωνίας λεπτότητι δὲ πλευρᾶς· οὕτω γὰρ καὶ αἱ τέχναι τὰ τμητικὰ ποιοῦσιν ὄργανα, καὶ ἡ φύσις τῶν ἐν τοῖς ὀδοῦσι τομέων καὶ τὰς γωνίας ὤξυνε καὶ τὰς πλευρὰς ἐλέπτυνε τοὺς μασητῆρας πλατύνασα. χρεία δὲ καὶ ταχείας κινήσεως. οὐκ ἄρα τῇ γωνίᾳ ἁπλῶς δοτέον τὴν τοιαύτην δύναμιν, ἀλλὰ τῇ ὀξύτητι τῆς γωνίας νυττούσῃ καὶ τῇ λεπτότητι τῆς πλευρᾶς τεμαχιζούσῃ καὶ τῷ τάχει τῆς κινήσεως· δεῖ δὲ προσεῖναι καὶ μέγεθος, ὡς ἐν πυραμίδι, ἵνα βιαζόμενον εἰσδύῃ. εἰ οὖν ἐν μόνῳ τῷ πυρὶ γωνίας ἐστὶν ὀξύτης καὶ πλευρᾶς λεπτότης καὶ τάχος κινήσεως, εἰκότως τοῦτο μόνον θερμόν, καὶ τοῦτο δὲ οὐ πᾶν, ἀλλὰ τὸ ἐκ μειζόνων πυραμίδων. διόπερ, ὥς φησιν ὁ Τίμαιος, ἔστι τι πῦρ φωτίζον μὲν οὐ καῖον δὲ διὰ τὸ ἐκ σμικροτάτων εἶναι στοιχείων, καὶ κατὰ τοῦτο ὁρατόν ἐστι τὸ πῦρ. Τάχα δὲ οὐδὲν ἄν εἴη χεῖρον καὶ αὐτὴν τοῦ Πλάτωνος παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτω· “πρῶτον μὲν οὖν, ᾗ πῦρ θερμὸν λέγομεν, ἴδωμεν οὕτως σκοποῦντες τὴν διάκρισιν καὶ τομὴν αὐτοῦ περὶ τὸ σῶμα ἡμῶν γινομένην ἐννοηθέντες. ὅτι μὲν γὰρ ὀξύτητι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα, τὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα”, ὡς πρὸς τὰ ἄλλα δηλονότι, “καὶ τῆς φορᾶς τάχος, οἷς πᾶσι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν τοῦ σχήματος αὐτοῦ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμῶν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα τοῦτο, ὃ νῦν θερμὸν λέγομεν, εἰκότως τὸ πάθημα καὶ τὸ ὄνομα παρέσχεν.”

“再者,如果火加热并燃烧”至“而这是虚假的,显而易见”。 在指明几何形状与运动不符之后,他[亚里士多德]接着指明,它们与受动性质也不相符。因为如果火因角而加热,且角通过具有切割性而起加热作用——因为柏拉图也是这样赞同“热的”犹如某种“切割的”,因运动而插入了字母柔(ρ)——;如果所有元素都具有角,那么一切都将具有切割性和加热性,并且彼此之间仅在加热程度的多寡上有所不同。但这确实是虚假的,这从以下事实便可清楚看出,即某些元素不仅不加热,甚至还致冷;因此前件即“火因角而加热”也是虚假的。 普罗克洛针对这第十个论证也说道,认为角本身起加热作用这一设定是错误的,虚假之论正是由此而生。因为《蒂迈欧篇》固然从感觉中得知热的感受是尖锐且具分割性的,但进行切割之物绝非单单凭借角,而是凭借角的尖锐与边的纤薄来进行切割;因为各门技艺也是这样制作切割工具的,而自然在牙齿中对于切齿,也是在使臼齿宽阔的同时,削尖了切齿的角并变薄了其边。此外,敏捷的运动也是必需的。因此,不应将此种能力简单地归于角,而应归于刺入的角的尖锐、切碎的边的纤薄以及运动的敏捷;而且还必须具备大小(如角锥体中那样),以便能够强力侵入。因此,如果唯独在火中存在角的尖锐、边的纤薄以及运动的敏捷,那么唯独火是热的便是合理的,而且这还并非指所有的火,而是指由较大角锥体构成的火。因此,正如《蒂迈欧篇》所言,存在某种因由极微小元素构成而仅发光却不燃烧的火,正是据此火才是可见的。 或许直接引用柏拉图的原话亦无不可,其文如下:“首先,我们在何种意义上称火为热的,让我们通过留意并在心目中考察火在我们身体周围所引起的离析与切割来探究。因为感受是出于尖锐,几乎我们所有人都能感知到;而边的纤薄、角的尖锐、微粒的细小”——显然是相对于其他元素而言——“以及运移的迅疾,由于这一切,火变得猛烈,并作为敏锐切割之物始终切断所遇到的一切,回想起其形状之生成的人必须认识到:正是那种本性而非其他,在离析并将我们的身体切碎为微小碎块的同时,理所当然地提供了我们现在称之为热的这种感受和名称。”

语法注2 条
  1. 3.66τὸ θερμὸν οἷον τεμόν τι ὁμολογεῖ τοῦ ρ παρεμβληθέντος διὰ τὴν κίνησιν

    名词化的中性形容词 τὸ θερμόν 用作 ὁμολογεῖ 的直接宾语,并由宾语补足语 οἷον τεμόν τι(“犹如某种切割之物”)加以断定。后接的 τοῦ ρ παρεμβληθέντος 为独立属格结构,表示伴随状况或原因(“插入了字母 ρ”),由此在构词上将 θερμόν 与分词 τεμόν(源自 τέμνω)联系起来。

  2. 3.66τὴν δὲ λεπτότητα τῶν πλευρῶν ... λογιστέον ἀναμιμνῃσκομένοις τὴν τοῦ σχήματος αὐτοῦ γένεσιν, ὅτι

    在引用的柏拉图《蒂迈欧篇》文本中,开头的长宾语短语 τὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα ... καὶ τῆς φορᾶς τάχος 受动词性形容词 λογιστέον(“应当考虑到”)支配,构成了前置先取(prolepsis)结构。在逻辑上,它对应于后文 ὅτι 从句中的主语和原因要素(由 οἷς πᾶσι 承接,并与 ἐκείνη καὶ οὐκ ἄλλη φύσις... παρέσχεν 呼应),因句式强调而被置于从属连词之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:663.16-664.23