← 辛普里丘

亚里士多德《论天》注释

§662.18-663.15

元素静动与形状的矛盾及普罗克洛的辩护

辛普里丘阐释了亚里士多德的论证,即形状与元素的静止及运动不匹配会导致荒谬结论,指出亚里士多德了解柏拉图对土静止的真实看法,并引述普罗克洛的反驳,即元素在其本然位置仍保有模仿圆周运动的内部运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.65#2

ἡ μὲν γὰρ τοῦ πυρὸς κίνησις ἄνω καὶ κατ’ εὐθεῖάν ἐστι, ταῦτα δὲ εὐκίνητα κατὰ κύλισιν· εὐπερίτρεπτα γάρ ἐστι καὶ εὐμετακύλιστα. τί οὖν ὄφελος τούτων τῶν σωμάτων πρὸς εὐκινησίαν πυρός; ἔπειτα, φησίν, εἰ διὰ τοῦτο κύβος ἐστὶν ἡ γῆ διὰ τὸ βεβηκέναι καὶ μένειν, ἐπειδὴ μόνιμον τοῦτο τὸ σχῆμα, ἕκαστον δὲ τῶν στοιχείων ἐν μὲν τῷ οἰκείῳ τόπῳ μένει κατὰ φύσιν, κινεῖται δὲ ἐκ τοῦ ἀλλοτρίου ἐπὶ τὸν οἰκεῖον μὴ κωλυόμενον, δῆλον, ὅτι ἕκαστον τῶν στοιχείων ἐν τῷ ἀλλοτρίῳ τόπῳ σφαῖρά ἐστιν ἢ πυραμίς, ἐν δὲ τῷ οἰκείῳ κύβος. καὶ συνάξεις τὸν λόγον οὕτως· καὶ πῦρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ μένει· τὸ μένον κύβος· ἕκαστον ἄρα τῶν τεσσάρων ἐν τῷ οἰκείῳ τόπῳ κύβος ἐστί. καὶ πάλιν· ἕκαστον ἐν τῷ ἀλλοτρίῳ τόπῳ κινεῖται· τὸ κινούμενον σφαῖρα ἢ πυραμίς· ἕκαστον ἄρα ἐν ἀλλοτρίῳ τόπῳ σφαῖρα ἢ πυραμίς· ὥστε καὶ τὸ πῦρ ἔσται κύβος καὶ ἡ γῆ σφαῖρα. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ὁ Ἀριστοτέλης οἶδεν τὸν Πλάτωνα μόνιμον νομίζοντα τὴν γῆν, εἴπερ διὰ τοῦτο κύβον αὐτὴν ἔλεγεν διὰ τὸ βεβηκέναι καὶ μένειν, ὥστε, ὅτε ἐν τῷ πρὸ τούτου βιβλίῳ ἰλλομένην καὶ κινουμένην τὴν γῆν ὑπὸ τοῦ Τιμαίου λέγεσθαι εἶπε, πρὸς τοὺς οὕτω τὰ τοῦ Τιμαίου ἐκδεχομένους ἀπήντησεν. Ἀλλ’ ἴδωμεν, τί καὶ πρὸς ταύτην τὴν ἐπιχείρησιν ἀντέθηκε Πρόκλος. λέγει τοίνυν, ὅτι, κἂν ἐν τοῖς οἰκείοις τόποις ᾖ τὰ στοιχεῖα, οὐκ ἄνευ κινήσεώς ἐστι τά γε ἐκ τῶν εὐκινήτων σχημάτων συγκείμενα· σείονται γὰρ αἱ πυραμίδες ἀεὶ διὰ τὴν ἀνομοιότητα τῆς κορυφῆς πρὸς τὴν βάσιν. οὕτω δὲ καὶ τὰ τοῦ ἀέρος στοιχεῖα καὶ ταῦτα ἐν οἰκείῳ τόπῳ ὄντος1 ἀεὶ ῥέουσιν ἔοικε,2 καὶ τὰ τοῦ ὕδατος ἀεὶ κυλινδεῖσθαι φιλεῖ· προστυγχάνουσαι γὰρ αἱ κορυφαὶ ταῖς τῶν ὁμοίων βάσεσι καὶ κρουόμεναι σαλεύουσι τὸ ὅλον, ἐν ᾧ ἔστι τόπῳ ἕκαστον. κινούμενα δὲ οὕτω κυκλικὴν μιμεῖται φορὰν οὐκ ἀπὸ τοῦ μέσου οὐδὲ ἐπὶ τὸ μέσον φερόμενα, ἀλλὰ περὶ ἄλληλα τρεπόμενα ἐν τῷ αὑτῶν τόπῳ, τὰ δὲ τῆς γῆς στοιχεῖα μένει, διότι τὰς κορυφὰς ἔχει ταῖς βάσεσι τὰς αὐτάς, δρᾷ δὲ οὐδὲν τὸ ὅμοιον εἰς τὸ ὅμοιον, εἴτε κατὰ σχῆμα εἴτε κατὰ δύναμιν εἴτε κατὰ μέγεθος ἔχει τὴν ὁμοιότητα.

因为火的运动是向上且沿直线的,而这些[几何形体]在滚动中易于运动;因为它们极易颠覆,极易滚动。那么,这些形体对于火的易动性究竟有何益处呢?接着他说,如果土由于稳固站立和停留(因为这种形状是固定的)而是立方体,并且每个元素在本然的地方依本性停留,而未受阻碍时则从相异的地方向本然的地方运动,那么显而易见,每个元素在相异的地方都是球体或角锥体,而在本然的地方则是立方体。你可以这样组织这个论证:火、土以及其他每个元素都在本然的地方停留;停留者是立方体;因此四个元素中每一个在本然的地方都是立方体。反之亦然:每个元素在相异的地方都运动;运动者是球体或角锥体;因此每个元素在相异的地方都是球体或角锥体;以至于火也将是立方体,而土则是球体。 值得注意的是,亚里士多德也知道柏拉图认为土是停留不动的,如果他确实说过柏拉图因其稳固站立和停留而称其为立方体的话;因此,当他在前一卷中说《蒂迈欧篇》称土“缠绕并运动”时,他是针对那些如此解读《蒂迈欧篇》的人进行反驳的。 但让我们来看看,普罗克洛针对这个论证又提出了什么反驳。他说,即便各元素处于本然的地方,那些由易动形状构成的元素也绝非没有运动;因为角锥体由于顶点与底面的不同而始终在摇晃。同样地,即便空气处于本然的地方,空气的元素似乎也始终在流动,而水的元素则惯于始终滚动;因为各顶点与同类元素的底面相遇并碰撞,在每个元素所处的地方使整体发生震荡。它们如此运动,既不是远离中心,也不是朝向中心运移,而是在自身的场所中围绕彼此旋转,从而模仿了圆周运动;相反,土的元素则保持停留,因为它的顶点与底面相同,而相似者对相似者毫无作用,无论这种相似是在形状上、能力上还是在大小上。

语法注2 条
  1. 3.65καὶ ταῦτα ἐν οἰκείῳ τόπῳ ὄντος

    καὶ ταῦτα 作为副词性短语,表示让步(“即便……”)。单数属格分词 ὄντος 与前面的属格 τοῦ ἀέρος 在语法上相照应,构成表示让步的独立属格结构(“即便空气处于其本然的地方”),而非与句子的语法主语(中性复数 τὰ τοῦ ἀέρος στοιχεῖα)在性、数上保持一致。

  2. 3.65ἀεὶ ῥέουσιν ἔοικε

    ἔοικε 通常接不定式,但此处 ῥέουσιν 既可理解为与格复数分词(与 ἔοικε 要求的与格搭配,意为“类似于流动之物”),亦可理解为直说式现在时第三人称复数动词,而 ἔοικε 作为插入语(“似乎”)。此处采用与格分词的分析,与 ἔοικε 支配与格的常规用法相符。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:662.18-663.15