- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:661.15-662.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引入亚里士多德的第九个反驳(306b29),解释了原子论者和柏拉图派如何根据受动、能力和运动将球体和角锥体赋予火,并指出这些几何形状与火本性的空间运动并不相符。
" Ἀλλὰ μὴν καὶ πρὸς τὰ πάθη τε καὶ τὰς δυνάμεις ἕως τοῦ ἐν δὲ τῷ οἰκείῳ κύβος." Ἔνατον ἐπιχείρημα τοῦτο τὴν τῶν σχημάτων ὑπόθεσιν ἐλέγχον ὡς οὐ τυγχάνουσαν τοῦ σκοποῦ, δι’ ὃν ὑπετέθη· καὶ γὰρ πρὸς τὰ πάθη καὶ τὰς δυνάμεις καὶ τὰς κινήσεις, 〈εἰς〉 ἃ μάλιστα βλέψαντες1 οὕτως ἐσχημάτισαν, ἀσύμφωνα τὰ σχήματα τοῖς σώμασίν ἐστι. λέγει δὲ πάθη μὲν τὰς παθητικὰς καλουμένας ποιότητας, οἷον θερμότητας, ψύξεις καὶ τὰς τοιαύτας, δυνάμεις δέ, καθ’ ἃς ἡ κατὰ φύσιν κίνησις, βαρύτητας, κουφότητας, κινήσεις δὲ τὰς κατὰ τόπον· ἢ δυνάμεις μὲν τὰς τῶν ποιούντων πρὸς τὸ ποιεῖν παρασκευάς, οἷον καθ’ ἣν θερμαίνει τὸ θερμαῖνον, πάθος δέ, καθ’ ὃ θερμαίνεται τὸ θερμαινόμενον, κίνησις δὲ ἡ μεταξὺ ἀμφοῖν, ἡ θέρμανσις. ἀλλ’ ἐν μὲν τοῖς ὑστέροις οὕτω μᾶλλον αὐτὰ διαιρεῖ, νῦν δὲ κατὰ τὴν προτέραν εἰρημένην ἐπιβολήν. πρῶτον οὖν παραδίδωσιν, ὅπως εἰς ταῦτα βλέποντες διένειμαν τὰ σχήματα τοῖς σώμασι, καὶ οὕτως, ὅτι μὴ τυγχάνουσι τοῦ σκοποῦ, δείκνυσιν. ἐπεὶ γὰρ εὐκίνητον, φησίν, ἐστι τὸ πῦρ καὶ θερμαντικὸν καὶ καυστικόν, οἱ μὲν περὶ Δημόκριτον ἐποίησαν αὐτὸ σφαῖραν, οἱ δὲ τὰ ἐπίπεδα πυραμίδα· καὶ γὰρ ἡ μὲν σφαῖρα εὐκίνητος διὰ τὸ κατὰ σημεῖον ἅπτεσθαι τοῦ ὑποκειμένου ἐπιπέδου καί, ὡς ὁ Πλάτων φησίν, ἐπὶ σμικροτάτου ποδὸς βαίνειν, ἡ δὲ πυραμὶς διὰ τὸ ὑπὸ τριγώνων περιέχεσθαι, ἅπερ ἐλάχιστά ἐστι τῶν εὐθυγράμμων σχημάτων, καὶ διὰ τοῦτο ἕδραν ἐλαχίστην ἔχουσα καὶ ἡ πυραμὶς ἥκιστα βέβηκε.2 καὶ μέντοι ἀνόμοιον ὄν τὸ τρίγωνον ἑαυτῷ διὰ τὸ μὴ ἔχειν γωνίας γωνίαις ἀντιρρόπους καὶ πλευρὰς πλευραῖς, ὡς τὸ τετράγωνον, ἀλλὰ πλευρὰς γωνίαις, εὐκόλως ῥέπει καθάπερ ἐν ζυγῷ διὰ τὴν ἀνομοιότητα τῶν ἀπ’ ἐναντίας. καὶ θερμαντικώτατα καὶ καυστικώτατα ταῦτα τὰ σχήματα δοκεῖ, διότι καίει μὲν καὶ θερμαίνει ταῖς γωνίαις, ὥς φασι, τὰ σώματα διακρίνοντα καὶ διαιροῦντα λεπτομερῶς, ἔστι δὲ ἡ μὲν πυραμὶς ὀξυγωνιώτατον, τὸ δὲ σφαιρικὸν ὅλον γωνία·3 εἰ γὰρ τὸ συγκεκαμμένον ἐστὶ γωνία, ἡ δὲ σφαῖρα καθ’ ὅλην ἑαυτὴν συγκέκαμπται, εἰκότως ὅλη γωνία λέγεται. εἰπὼν οὖν, ὅπως ἐφαρμόζουσι τὰ πάθη καὶ τὰς κινήσεις τοῖς σώμασι, δείκνυσιν, ὅτι κατὰ τὴν κίνησιν ἀμφότεροι διημαρτήκασι τοῦ σκοποῦ καὶ οἱ σφαῖραν καὶ οἱ πυραμίδα τὸ πῦρ ποιήσαντες διὰ τὸ εὐκίνητον. κἂν γὰρ εὐκινητότατα ταῦτα τῶν σχημάτων ᾖ διὰ τὸ ἐλαχίστῳ ἅπτεσθαι τοῦ ὑποκειμένου καὶ ἥκιστα βεβηκέναι, ἀλλὰ κατὰ τὴν τοῦ πυρὸς κίνησιν οὐ μόνον εὐκίνητα οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἔχει ὅλως αὐτήν.
“再者,关于受动和能力”至“在固有的[地方]则是立方体”。 这是驳斥形状假说的第九个论证,指出它并未达到其被设立的目的;因为即便就他们格外着眼于此而如此赋予〔物体〕形状的受动、能力和运动而言,这些形状也与物体不相协调。他所说的受动,是指所谓的受动性质,例如热、冷及诸如此类之物;能力是指依之产生自然运动的性质,即重和轻;运动则是指空间运动。抑或能力是指作用者从事作用的准备,例如使热者依之使热的准备;受动是指被热者依之变热的受动;运动则是介于两者之间的东西,即加热。不过,在后来的著作中他多半是这样区分它们的,而现在则是依照前述的第一种切入方式。因此,他首先说明他们如何着眼于这些事物而将形状分配给物体,并依此表明他们并未达到目的。因为他说,由于火易于运动、具有加热和烧灼作用,德谟克利特一派将其设为球体,而谈论平面的人则将其设为角锥体。因为球体由于在一个点上接触基底平面,并且正如柏拉图所说“在极小的脚上行走”,因而是易于运动的;而角锥体由于被直线图形中最小的三角形所包围,并由此拥有最小的底座,因而角锥体也是最不安稳立足的。再者,三角形与自身不同,因为它并不像正方形那样具有角与角平衡、边与边平衡的结构,而是边与角相对,由于相对部分的不同,它极易像天平一样倾斜。而且这些形状被认为是最能加热、最能烧灼的,因为正如他们所说,它们以角来分解物体并将其细微地切分开,从而烧灼并加热,角锥体具有最锐利的角,而球形则通体是角;因为如果弯曲之物就是角,而球体在自身各处都弯曲,那么球体被合情合理地称为通体是角。因此,在说明了他们如何将受动和运动与物体相配合之后,他表明,在运动方面,因其易于运动而将火设为球体的人和设为角锥体的人,两者都完全偏离了目的。因为即便这些形状由于在最小程度上接触基底且最不安稳立足而成为图形中最易运动的,但就火的运动而言,它们不仅不是易于运动的,而且根本不具有这种运动。
- 3.65〈εἰς〉 ἃ μάλιστα βλέψαντες
关系代词 ἃ 前补入了介词 εἰς,指代前行词“受动、能力和运动”,构成“格外着眼于这些”的分词短语。后文出现的 εἰς ταῦτα βλέποντες 与之形成了并列呼应。
- 3.65ἥκιστα βέβηκε
动词 βαίνω 的完成时 βέβηκα 表示“站稳、立足”的稳定状态;结合最高级副词 ἥκιστα,意为“最不安稳立足”或“最不能稳定静止”。这与前文球体以“极小的脚”着地相呼应,用以说明角锥体何以易于晃动和运动。
- 3.65τὸ δὲ σφαιρικὸν ὅλον γωνία
省略系动词 ἐστί 的名词谓语结构。它构成了论证的核心结论“球形通体是角”,其依据是随后的条件小前提“如果弯曲之物就是角”(εἰ γὰρ τὸ συγκεκαμμένον ἐστὶ γωνία),由此从球体处处弯曲推导出全体为角。
