- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:660.12-661.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在梳理了亚历山大对普罗克洛斯的反驳之后,注疏者探讨了亚里士多德关于接触无法生成连续体的异议,指出混合涉及元素的微细并置、性质的相互蚀变以及附加形式的统一作用。
” Καὶ ταῦτα μὲν εἰρήσθω μετρίως πρὸς Ἀλέξανδρον μάλιστα λέγοντα μὴ ἐκπληροῦσθαι τὸν τόπον ἐν τῇ τῶν ἀτόμων ἢ τῶν σχημάτων συνθέσει· ἡ δὲ τοῦ Ἀριστοτέλους ἔνστασις ἡ λέγουσα σάρκα καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα συνεχῆ εἶναι, μὴ γίνεσθαι δὲ ἐξ ἁπτομένων συνεχές, τὰ δὲ ἐσχηματισμένα στοιχεῖα κατὰ ἁφὴν συγκεῖσθαι, πῶς ἐκ τῶν εἰρημένων λύεται; ἢ φαίνεται ὁ φιλόσοφος μὴ ἐνδοὺς τῷ κυρίως συνεχῆ καὶ ἡνωμένα εἶναι τὰ σώματα πάλιν εἰς τὰ ἐξ ὧν συνετέθη διαλυόμενα;1 μήποτε γὰρ οὐδὲ κατὰ τοὺς στοιχεῖα τὰ τέσσαρα λέγοντας πρῶτα, πῦρ καὶ γῆν καὶ τὰ μεταξύ, συνεχῆ κυρίως ἐξ αὐτῶν καὶ ἡνωμένα τὰ σώματα γίνεται, ἀλλὰ ταῦτα μὲν παρεμπλέκεται ἀλλήλοις κατὰ μικρὰ συγκεκομμένα, τὸ δὲ ἓν τῆς σαρκὸς ἢ τοῦ ὀστέου εἶδος ἐπιγινόμενον τὴν δοκοῦσαν συνέχειαν καὶ ἕνωσιν ἐμποιεῖ, ὅπερ καὶ τοῖς χρώμασι τοῖς κατὰ μικρὰ παρακειμένοις συμβαίνει ἕν τι μικτὸν εἶδος αὐτοῖς ἐπιφαίνεσθαι· τοιαῦτα γὰρ καὶ ἱμάτια εἶδον ἐκ διαφόρων χρωμάτων τοὺς στήμονας ἔχοντα καὶ τὴν κρόκην. κἂν παρακείμενα οὖν ἀλλήλοις τὰ τέσσαρα στοιχεῖα τὰς ποιότητας διαδίδωσι καὶ ἀλλοιοῖ πως ἄλληλα πρὸς ἑαυτά, ἀλλὰ τά γε σώματα αὐτὰ οὐ χωρεῖ δι’ ἀλλήλων οὔτε ἥνωται πρὸς ἄλληλα οὔτε μετέβαλεν εἰς ἄλληλα τελέως. δηλοῖ δὲ τὸ ἐν τῇ φθορᾷ χωρίζεσθαι πάλιν τὰ στοιχεῖα καὶ ἕκαστον εἰς τὴν οἰκείαν ὁλότητα χωρεῖν ὡς ἐνεργείᾳ ἐνυπάρχοντα.2 εἰ γὰρ ἐν τῇ συνθέσει ἀπώλεσεν ἕκαστον τὸ ἑαυτοῦ εἶδος, πῶς ἐν τῇ φθορᾷ τοῦ συνθέτου πάλιν αὐτὸ ἀπολαμβάνει; κἂν γὰρ ἐν τῷ συνθέτῳ μεταβάλλει εἰς ἄλληλά τινα καὶ τό τε ὕδωρ τὸ ἐν ἡμῖν ἐξαεροῦται καὶ ὁ ἀὴρ ἐκφλογοῦται, ἀλλὰ τά γε σώματα αὐτῶν ἁφῇ συνῆπται, καί τι πάντως ἐστὶ καὶ τῇ κόλλῃ τῇ κατὰ τὰς τέχνας ἀνάλογον· οὐδὲ ἡ κόλλα δὲ συνεχῆ ποιεῖ· οὐδὲ γὰρ ἀφανίζει τῶν κολλωμένων τὰ πέρατα· ἀλλ’ ὥσπερ πλειόνων λαμπάδων συνιουσῶν ἡ πασῶν φλὸξ μίγνυται καὶ μία εἶναι δοκεῖ, χωριζομένων δὲ τῶν λαμπάδων συναποσπᾶται ἡ οἰκεία ἑκάστης φλὸξ καὶ τὸ ἀπὸ τῆς φλογὸς φῶς, οὕτω καὶ ἡ τῶν τεσσάρων στοιχείων σύνοδος τῶν σωμάτων παρακειμένων καὶ συναλλοιούντων ἄλληλα ταῖς ποιότησι μίαν ἐπιπρέπειαν ἐμφαίνει, ὥσπερ καὶ τὸ ἀπὸ διαφόρων ψόφων συγκείμενον μέλος τῇ κατὰ μικρὰ παραθέσει κεκραμένον καὶ ἓν εἶναι δοκοῦν. τοιοῦτον γάρ τι καὶ ἡ λεγομένη κρᾶσίς ἐστι σωμάτων ἀλλήλοις παρακειμένων, ἕως ἂν παρακέηται, συναλλοίωσις.
”关于特别主张在原子或形状的结合中空间并未被充满的亚历山大,适度谈论这些也就够了。然而,亚里士多德的反驳——即主张肉、骨及诸如此类之物是连续的,由接触之物不能产生连续体,而具形元素依接触而结合——从所说的话中又如何得到解决呢?抑或是那位哲学家[普罗克洛斯]似乎并未承认,再次分解为原先结合之成分的物体在严格意义上是连续且合一的?因为或许即便按照主张最初的四元素(火、土及其居间者)的人的说法,物体也并非在严格意义上由它们生成为连续且合一之物,而是这些元素被切碎为细微微粒而相互交织,随后产生的肉或骨的单一形式造成了表面上的连续与合一;这正如依细微单位并列的颜色所发生的那样,一种混合的形式显现在它们之上;因为我甚至见过经线和纬线具有不同颜色的这类衣物。因此,即便并列在一起的四元素相互传递性质,并在某种程度上使彼此向自身发生改变,但物体本身既不相互穿透,也不相互合一,更未完全转变为彼此。在消灭中诸元素再次分离,并作为现实内在之物各自归入其本有的整体,这一事实阐明了这一点。因为如果在结合中每个元素都失去了自身的形式,那么在复合体的消灭中它又如何重新收回它呢?因为即便在复合体中某些成分相互转变,我们体内的水化为气,气化为火,但它们的物体终究是依接触而连接的,无论如何都存在着某种与工艺中的胶质相类似之物。然而胶质也不能使事物成为连续体;因为胶质并未消去被粘合之物的边界。相反,正如当数支火把聚在一起时,全部的火焰混合而看似为一,但当火把分开时,各自特有的火焰以及来自火焰的光亮也一同被拉开;同样,四元素的汇合——诸物体并列且在性质上彼此相互改变——也显现出单一的外观,宛如由不同音响构成的旋律通过细微的并置而交融并看似为一。因为所谓物体的混合正是这样一种东西:只要相互并列,并列的物体便发生相互改变。
- 3.64ἢ φαίνεται ὁ φιλόσοφος μὴ ἐνδοὺς τῷ κυρίως συνεχῆ καὶ ἡνωμένα εἶναι τὰ σώματα πάλιν εἰς τὰ ἐξ ὧν συνετέθη διαλυόμενα;
分词 μὴ ἐνδούς 支配与格不定词短语 τῷ ... εἶναι τὰ σώματα,表示“让步/承认……”。分词 διαλυόμενα 为中性宾格复数,修饰不定词的主语 τὰ σώματα,意为“再次分解为构成它们之成分的物体”。
- 3.64δηλοῖ δὲ τὸ ἐν τῇ φθορᾷ χωρίζεσθαι πάλιν τὰ στοιχεῖα καὶ ἕκαστον εἰς τὴν οἰκείαν ὁλότητα χωρεῖν ὡς ἐνεργείᾳ ἐνυπάρχοντα.
主动词 δηλοῖ 的主语是带冠词的不定词短语 τὸ ... χωρίζεσθαι ... καὶ ... χωρεῖν(在消灭中诸元素再次分离且各自归于其固有整体的事实)。分词短语 ὡς ἐνεργείᾳ ἐνυπάρχοντα 为宾格复数,与 τὰ στοιχεῖα 一致,表示它们作为现实存在之物的样态。
