← 辛普里丘

亚里士多德《论天》注释

§659.11-660.12

连续物体的生成不可能性与普罗克洛斯的辩护

辛普里丘阐释了亚里士多德反对不可分者或平面结合说的第八个论证(306b22),即肉与骨等连续物体无法生成从而全盘否定了生成,分析了其三段论推论结构,并介绍了普罗克洛斯基于微小成分充填空间以及可分解性所作的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64#1

" Πρὸς δὲ τούτοις πῶς ἐνδέχεται ἕως τοῦ ἀναιροῦντας αὐτοὺς ὄψεται τὴν γένεσιν ἐκ τῶν ὄντων." Ὄγδοον τοῦτο κοινῶς πρὸς τοὺς συνθέσει μεγεθῶν εἴτε τῶν ἀτόμων, ὡς οἱ περὶ Δημόκριτον λέγουσιν, εἴτε τῶν ἐπιπέδων, ὡς ὁ Τίμαιος, τὴν ἐξ ἀλλήλων γένεσιν τῶν σωμάτων ποιοῦντας καὶ δείκνυσιν αὐτοὺς καὶ ἀναιροῦντας ὅλως τὴν γένεσιν. πῶς γάρ, φησίν, ἐνδέχεται σάρκα ἢ ὀστοῦν ἢ ὁτιοῦν ἄλλο τῶν συνεχῶν γενέσθαι σωμάτων, εἴπερ μήτε ἐκ τῶν στοιχείων ἐνδέχεται γενέσθαι μήτε ἐκ τῶν ἐπιπέδων; στοιχεῖα δὲ λέγει κατὰ μὲν Δημόκριτον τὰς ἀτόμους, κατὰ δὲ τὸν Τίμαιον τὰ πρῶτα τέσσαρα σώματα πυραμίδα καὶ κύβον καὶ τὰ λοιπά. εἰ γὰρ ἐκ μὲν τῆς τῶν στοιχείων τούτων συνθέσεως κατὰ ἁφὴν συγκειμένων συνεχὲς οὐ γίνεται, τὰ δὲ σώματα συνεχῆ ἐστι, τὰ σώματα οὐκ ἂν εἴη ἐκ τῆς τῶν στοιχείων συνθέσεως γινόμενα· ἐν δευτέρῳ σχήματι ἡ συναγωγή.1 ἔτι δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐν τῇ πρὸς ἄλληλα ἀφῇ οὐκ ἐκπληροῖ τὸν τόπον τὰ στοιχεῖα οὔτε τὰ ἄτομα οὔτε πάντα τὰ σχήματα, ἀλλ’ ἀνάγκη κενὸν εἶναι μεταξύ, ὡς εἴρηται πρότερον. ἀλλὰ τοῦτο μὲν τὸ εἶναι κενὸν οὐ δοκεῖ τοῖς περὶ Δημόκριτον ἄτοπον εἶναι, ἐκεῖνο δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἀκολουθεῖ τὸ μὴ γίνεσθαι τὸ συγκείμενον συνεχές. ἀλλ’ εἶπεν ἄν τις ἴσως, ὅτι τὰ ἐπίπεδα διὰ τὸ ἀβαθῆ εἶναι ῥᾷον δύναται συνεχίζεσθαι· ἀλλὰ τὰ στοιχεῖα, φησί, τουτέστι πυραμὶς καὶ τὰ λοιπά, γεννᾶται τῇ τῶν ἐπιπέδων συνθέσει, ἀλλ’ οὐ τὰ ἐκ τῶν στοιχείων συντιθέμενα σώματα· εἰ οὖν μήτε ἐκ τῶν στοιχείων μήτε ἐκ τῶν ἐπιπέδων, οὐκ ἂν γένοιτο κατ’ αὐτοὺς σῶμα συνεχές. εἰ οὖν τις, φησί, μὴ ἐκ παρόδου τοὺς λόγους τοὺς περὶ τοῦ στοιχείου λεγομένους ἀποδέχοιτο, ἀλλ’ ἐννοεῖ, ὡς, εἴπερ ἔστι γένεσις, τὰ σώματά ἐστι τὰ γινόμενα, τὰ δὲ σώματα συνεχῆ ἐστι, τὰ δὲ συνεχῆ οὐκ ἂν γένοιτο κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγουσιν, ἀναιροῦντας αὐτοὺς ὄψεται γένεσιν ἐκ τῶν ὄντων. Ὁ δὲ Πρόκλος καὶ πρὸς ταῦτα “οὐκ ἐξ ἀέρος, φησί, μόνου οὐδὲ ἐξ ὕδατος μόνου γίνεται σύνθεσις· ἐν τούτοις οὖν τὰ σμικρομερέστερα μεταξὺ τῶν μεγαλομερεστέρων χωροῦντα συμπληροῖ τὸν τόπον καὶ οὐδὲν ἀπολείπει κενόν. εἰ δὲ παράθεσίς ἐστι, φησί, καὶ οὐχ ἕνωσις, μὴ θαυμάσῃς· ἔδει γὰρ αὐτὰ καὶ διάλυτα εἶναι ἀπ’ ἀλλήλων. εἰ δὲ καὶ παρακείμενα, φησί, δυσαπόσπαστά ἐστιν ἀλλήλων, οὐδὲ τοῦτο θαυμαστόν· ἡμῖν γὰρ ἔστι τοιαῦτα τοῖς ἐκ μαλακῶν τῶν ἔξωθεν ἐπιχειροῦσι θλίβειν τὰ ἐκείνων μὴ πεφυκότων εἴκειν τῶν ἐκ μειζόνων ἐπιπέδων τοῖς ἐκ τῶν ἐλαττόνων2 καὶ τῶν ἐκ στασιμωτέρων τοῖς ἐκ τῶν εὐκινητοτέρων.

“除这些之外,怎么可能……”直到“……将会看到他们把生成从实存之物中取消了”。 这是针对那些通过量度(无论是德谟克利特派所称的不可分者[原子],还是《蒂迈欧》所称的平面)的结合来主张物体相互生成的人共同提出的第八个论证,并表明他们完全取消了生成。因为他说,如果既不可能由元素生成,也不可能由平面生成,那么肉、骨或任何其他连续物体怎么可能生成呢?所谓元素,按德谟克利特的说法是指原子,按《蒂迈欧》的说法则是指最初的四种物体,即金字塔、正方体及其余物体。因为,如果由这些依接触拼合起来的元素的结合中不能产生连续物,而物体是连续的,那么物体就不会是由元素的结合而生成的;这一推论处于第二格。此外,亚历山大说,在彼此的接触中,诸元素——无论是原子还是所有形状——都无法充满空间,而是如前所述,中间必然存在虚空。然而,存在虚空这一点在德谟克利特派看来并非荒谬,但组合之物不能成为连续体那一后果,则对他们和其他人来说都同样适用。但也许有人会说,平面由于没有厚度[深度],因而能够更容易地连续化。但是他说,由平面的结合生成的是元素(即金字塔及其余物体),而不是由元素结合而成的物体;因此,如果既不由元素生成,也不由平面生成,按照他们的说法连续的物体就不会生成。他说,如果有人不是草率地接受关于元素所陈述的论证,而是思考:如果确实存在生成,那么生成的东西就是物体,而物体是连续的,并且连续物不可能按照他们所说的那种方式生成,那么他就会看到他们把生成从实存之物中取消了。普罗克洛斯针对这些论点又说:“结合并非仅由空气产生,也并非仅由水产生;因此在这些物体中,由更细微部分组成的成分进入由较大微粒组成的成分之间,填满了空间,没有留下任何虚空。即使这只是一种并置,”他说,“而非合一,也不必惊奇;因为它们本就应当是能够相互分解的。即使它们并列在一起,”他说,“却难以相互剥离,这也并不令人惊讶;因为它们对我们这些试图从外部用柔软之物去挤压那些物体的人而言如此,由于那些由较大平面组成的成分在天性上并不顺从于由较小平面组成的成分,较稳定的成分也不顺从于较易运动的成分。”

语法注2 条
  1. 3.64ἐν δευτέρῳ σχήματι ἡ συναγωγή

    将论证归入直言三段论第二格的说明:以“产生连续体”为中项,由“由元素结合不产生连续体”(否定前提)和“物体是连续体”(肯定前提)推出“物体不是由元素结合产生的”(全称否定结论,即Cesare式)。

  2. 3.64ἡμῖν γὰρ ἔστι τοιαῦτα τοῖς ἐκ μαλακῶν τῶν ἔξωθεν ἐπιχειροῦσι θλίβειν τὰ ἐκείνων μὴ πεφυκότων εἴκειν τῶν ἐκ μειζόνων ἐπιπέδων τοῖς ἐκ τῶν ἐλαττόνων

    文末长倒装句的结构梳理。主句为 ἡμῖν γὰρ ἔστι τοιαῦτα(“对我们而言它们显出这般性质”),与格分词短语 τοῖς ... ἐπιχειροῦσι θλίβειν τὰ ἐκείνων(“对我们这些试图从外侧用柔软之物压迫那些物体的人而言”)与 ἡμῖν 一致相连。随后的 μὴ πεφυκότων εἴκειν ... 是表原因的属格绝对结构,其逻辑主语为 τῶν ἐκ μειζόνων ἐπιπέδων(“由较大平面组成者”),与不定词 εἴκειν 所支配的与格补足语 τοῖς ἐκ τῶν ἐλαττόνων(“由较小平面组成者”)相搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:659.11-660.12