← 辛普里丘

亚里士多德《论天》注释

§658.11-659.10

元素的相互转化与普罗克洛斯关于形状说的反驳

辛普里修阐述了亚里士多德将元素相互转化作为其质料性质之证据的论点,介绍了普罗克洛斯通过主张微观直线构件及总体球体化来维护元素形状说的反驳,并对此作出了评述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.63#2

εἰπὼν δέ, ὅτι καὶ τὰ στοιχεῖα δεῖ νομίζειν ὥσπερ ὕλην εἶναι τοῖς συνθέτοις, τεκμήριον ἐπήγαγε τούτου τὸ δύνασθαι μεταβάλλειν εἰς ἄλληλα χωριζομένων τῶν κατὰ τὰ πάθη διαφορῶν· διὰ γὰρ τὸ ὕλη πως εἶναι καὶ αὐτὰ δύναται μεταβάλλειν εἰς ἄλληλα, οὐ πάντη δὲ σωζόμενα· οὕτω γὰρ ἂν ἦν ἄντικρυς ἡ πρώτη ὕλη· ἀλλὰ χωριζόμενα τῶν κατὰ τὰ πάθη διαφορῶν καὶ κατὰ τὴν ἐν αὐτοῖς ὕλην ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνοντα. οὕτω μὲν ἐνταῦθα βραχέως ἐνεδείξατο τὸν τρόπον τῆς ἐξ ἀλλήλων τῶν στοιχείων γενέσεως, ὅτι μενούσης μὲν τῆς ὕλης τῶν δὲ κατὰ τὰ πάθη διαφορῶν ὑπαλλαττομένων ἐξ ἀλλήλων γίνεται τὰ στοιχεῖα· τοῦτο δὲ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἀποδείξει. Εἴποιεν δὲ ἂν οἱ τὰ πρῶτα σώματα σχηματίζοντες, ὅτι τῆς ὕλης μενούσης τῶν δὲ κατὰ τὰ σχήματα διαφορῶν πρώτων ἐπαλλαττομένων ἡ ἐξ ἀλλήλων τῶν στοιχείων γίνεται γένεσις. ὁ δὲ Πρόκλος καὶ πρὸς τὸ ἕβδομον ἐπιχείρημα τοῦτο ἐνιστάμενος τὸ μὴ συγχωροῦν ἔχειν ἴδιον σχῆμα τὰ στοιχεῖα, εἴπερ μήτε μόνιμον αὐτὸ δυνατὸν ἔχειν μήτε ἀποβαλλόμενον, “οὐχ αἱ ὁλότητες, φησί, τῶν τεσσάρων τούτων σωμάτων τούτοις τοῖς σχήμασιν ἐσχηματισμέναι εἰσίν, ἀλλὰ τὰ τούτων στοιχεῖα τὰ μικρὰ ἐκεῖνα καὶ ἀόρατα, ἐξ ὧν συνελθόντων τὰ αἰσθητὰ γίνεται ταῦτα πῦρ καὶ ὕδωρ καὶ τὰ λοιπά, τὰ δὲ ὅλα ἐσφαίρωται συνεξομοιούμενα τῷ οὐρανῷ πανταχόθεν· ἕκαστα γὰρ ἔχει τι κρεῖσσον τῆς ἑαυτῶν ἰδιότητος ἐκ τῶν θειοτέρων, ὥσπερ καὶ τὴν κύκλῳ κίνησιν τὰ τῷ οὐρανῷ πλησιάζοντα. δῆλον οὖν, ὅτι τὰ πέρατα τῶν πυραμίδων τὰ πρὸς τῷ περιέχοντι, κἂν ἐπιπέδων ᾖ τριγώνων, ἀλλὰ κυρτοῦται1 σφιγγόμενα, ἵνα ἐφαρμόσῃ τῇ κοιλότητι τοῦ οὐρανοῦ, τὰ δὲ μέρη ὅταν ἐν ἄλλοις ὄντα οἷον ἐν ἀγγείοις συσχηματίζηται ἐκείνοις, οὐκ ἀπόλλυται τὸ τῶν στοιχείων σχῆμα. καὶ γὰρ τὰ περιέχοντα, φησίν, ἐξ εὐθυγραμμικῶν ἐστι στοιχείων καὶ οὐδὲν κωλύονται ἐφαρμόζειν ἀλλήλοις· ἡμεῖς δὲ οἰόμενοι κυλινδρικὰς ἢ σφαιρικὰς τῶν περιεχόντων ὁρᾶν τὰς ἐπιφανείας διὰ τὸ λεληθέναι ἐξ εὐθυγράμμων καὶ αὐτὰς οὔσας2 ἀποροῦμεν· ἦν δὲ ἄρα3 πάντα καὶ τὰ περιέχοντα, ἐξ ὧν καὶ τὰ περιεχόμενα, καὶ ἐφαρμόζεται πάντα ἀλλήλοις κατὰ τὰ ἐπίπεδα.” μήποτε δὲ τοῦτο ῥητέον, ὡς, εἰ τὰ περιέχοντα ὑπὸ τέχνης ἢ φύσεως βιασθέντα σφαιρικὰ γέγονεν, οὐδὲν θαυμαστὸν καὶ ὑπ’ ἐκείνων τὰ περιεχόμενα εὔπλαστα ὄντα κυρτοῦσθαι.

在说明了也应当将诸元素视为如同复合实体的质料之后,他提出了元素在依性质而定的差异被分离时能够相互转化,作为这一点的证据。因为通过在某种意义上是质料,它们自身也能够相互转化,但并非在所有方面都被保持(因为那样就会直接变成第一质料);而是在与依性质而定的差异分离后,依照它们之中的质料从一种元素推移到另一种元素。于是,他在这里简要地指明了诸元素相互生成的样态:即在质料保持而依性质而定的差异发生更迭时,诸元素从彼此中产生;这一点他将在《论生成与消灭》中予以证明。然而,那些赋予最初物体以形状的人可能会说,在质料保持而依形状而定的首要差异发生更迭时,诸元素相互之间的生成便产生了。 但是普罗克洛斯对于这第七个论证也提出了异议——该论证认为,如果既不可能持久拥有特有形状也不可能将其抛弃,就不容许诸元素具有特有的形状——他说:“并不是这四种物体的总体被塑形为这些形状,而是它们之中那些微小且不可视的构成要素被如此塑形;通过它们的聚集,这些可感觉的火、水及其余物体才得以生成,而整体则因在各个方面与天体趋同而被球体化了。因为每一事物都从更为神圣的事物中获得了某种超越其自身特性的更卓越之物,正如接近天体的事物也具有圆周运动一样。因此显而易见,金字塔面向包围物的末端,即使由平面三角形组成,也因受到挤压而弯曲成弧形,以便契合天体的凹面;并且当各个部分处于其他物体之中(例如容器之中)而与它们共同塑形时,诸元素的形状并没有丧失。因为包围物本身,”他说,“也是由直线构成的要素组成的,绝不妨碍它们彼此契合;而我们自以为看到了包围物的圆柱形或球形表面,却由于未察觉到它们本身也是由直线构成的而陷入困惑。实际上,所有的东西,连同包围物在内,都是由构成被包围物的相同要素组成的,并且一切都沿着平面彼此契合。” 然而或许应当说:如果包围物是在技艺或自然的强制下变成了球形,那么被包围的事物由于易于成形而受其作用同样发生弯曲,便丝毫不值得惊奇了。

语法注3 条
  1. 3.63κἂν ἐπιπέδων ᾖ τριγώνων, ἀλλὰ κυρτοῦται

    紧接让步从句(κἄν = καὶ ἐάν 搭配虚拟语气 ᾖ)的主句开头的 ἀλλά 起到后置连词(apodotic ἀλλά)的作用,在相反让步的前提下强调结论(“即使……然而仍然……”)。此外,ἐπιπέδων τριγώνων 是表示构成材料或性质的谓语属格。

  2. 3.63διὰ τὸ λεληθέναι ἐξ εὐθυγράμμων καὶ αὐτὰς οὔσας

    动词 λανθάνω 的完成时不定式 λεληθέναι 与分词 οὔσας 构成补足构式(“由于未能察觉到它们是……”)。宾格代词 αὐτάς 是分词 οὔσας 的逻辑主语,承前指代包围物的表面(τὰς ἐπιφανείας)。

  3. 3.63ἦν δὲ ἄρα

    未完成过去时 ἦν 与小词 ἄρα 的结合属于哲学论证中的惯用表达(推论性未完成过去时),用以表达经过考察之后发现“事实原来是……”或“归根结底乃是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:658.11-659.10