← 辛普里丘

亚里士多德《论天》注释

§657.10-658.11

依容器成形的单纯物体与元素几何形状的否定

辛普里丘注解了亚里士多德的第七个论点(306b9),阐明由于单纯物体顺应包围容器而改变形状,元素不可能由特定的几何立体来规定,反而必须像质料一样是没有形状的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.63#1

" Ἔπειτα φαίνεται πάντα μὲν τὰ ἁπλᾶ σώματα ἕως τοῦ τῶν κατὰ πάθη διαφορῶν." Ἕβδομον τοῦτο καὶ αὐτὸ ἀνασκευάζον τὸ κατὰ τὰ σχήματα ταῦτα τὴν τῶν στοιχείων οὐσίαν ἀφωρίσθαι ἐκ τοῦ μὴ δεῖν ὅλως κατ’ ἴδιόν τι σχῆμα εἰδοποιεῖν αὐτά. ὁ δὲ λόγος ἐκ διαιρέσεως πρόεισιν οὕτως· εἰ τούτοις τοῖς σχήμασιν ἀφώρισται τὸ εἶναί τι τῶν στοιχείων,1 ἢ διαμένει τὰ σχήματα αὐτῶν, ἵνα καὶ μένῃ ὄντα, ἅπερ ἐστίν, ἢ οὐ διαμένει, ἀλλὰ μεταρρυθμίζεται. ἀλλ’ εἰ μὲν διαμένει τὸ τοῦ στοιχείου σχῆμα, οὐκ ἂν τὸ ὅλον στοιχεῖον πανταχῇ τοῦ περιέχοντος ἅπτοιτο. ἀλλὰ μὴν φαίνεται πάντα τὰ ἁπλᾶ σώματα σχηματιζόμενα τῷ περιέχοντι τόπῳ, μάλιστα δὲ τὸ ὕδωρ καὶ ὁ ἀήρ· καὶ γὰρ καὶ ἡ γῆ αὐτὴ ἡ καθαρὰ τῷ δεχομένῳ αὐτὴν συσχηματίζεται· ὁ γὰρ λίθος οὐχ ἁπλοῦν ἐστι σῶμα οὐδὲ ψιλὴ γῆ· καὶ τὸ πῦρ δέ, εἴ τις ἔν τινι τόπῳ ἢ ἀγγείῳ καθείρξοι ὡς μὴ διαχεῖσθαι, συσχηματίζεται τῷ περιέχοντι, τὸ δὲ ὕδωρ καὶ ὁ ἀὴρ ἐναργῶς φαίνεται· ἀδύνατον ἄρα μένειν τὰ τῶν στοιχείων σχήματα ταῦτα. εἰ δὲ μεταρρυθμίζεται καὶ ἀποβάλλει τὰ σχήματα τοῖς περιέχουσι σχηματιζόμενα, ἀκολουθεῖ τὸ μηκέτι αὐτὰ ὕδωρ ἢ πῦρ εἶναι, εἴπερ τούτοις ἦν τοῖς σχήμασιν οὐσιωμένα. ὥστε, εἰ μήτε διαμένειν ἐν αὐτοῖς τὰ σχήματα δυνατὸν μήτε ἀποβάλλεσθαι, ἀνάγκη δὲ τούτων θάτερον, οὐκ ἂν ἔχοιεν ἴδια σχήματα ἀφωρισμένα. εἰ δὲ καὶ συρρέοντα φαίνεται ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, δῆλον, ὅτι οὐ φυλάττει τὸ οἰκεῖον σχῆμα· εἰ δὲ μὴ φυλάττει, οὐκ ἂν εἴη τὸ μὲν ἀὴρ τὸ δὲ ὕδωρ, εἴπερ ἐν τῷ τοιῶσδε ἐσχηματίσθαι εἶχε τὸ ταῦτα εἶναι. ἔσται οὖν ἄλλα σώματα, ἃ οὔτε στοιχεῖα οὔτε ἐκ στοιχείων· ὅπερ ἄτοπον. ὥστε οὐκ ἄν ἔχοι σχήματα οἰκεῖα τὰ πρῶτα σώματα, ἀλλ’ ἔοικε, φησίν, ἡ φύσις αὐτῶν2 διὰ τοῦ ἀσχηματίστου σημαίνειν ἡμῖν τοῦτο, ὅπερ καὶ κατὰ λόγον ἐστὶν αἰτιώδη, τὸ τὰ στοιχεῖα ταῦτα τὸν τῆς ὕλης ἔχειν λόγον πρὸς τὰ γινόμενα ἐξ αὐτῶν· ἡ γὰρ ὕλη “δέχεται ἀεὶ πάντα καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῇ οὐδαμῶς”, ἵνα μὴ τὰ ἐνδιδόμενα εἴδη “κακῶς ἀφομοιοῖ τὴν αὑτῆς παρεμφαίνουσα ὄψιν”· ταῦτα γὰρ ἐν τῷ Τιμαίῳ περὶ αὐτῆς γέγραπται. οὕτως οὖν καὶ τὰ στοιχεῖα ἐν τῇ τῶν συνθέτων σωμάτων γενέσει τῶν σχήμασιν οἰκείοις ἐναργῶς ἀφωρισμένων3 οὐδὲν οἰκεῖον σχῆμα συνεισφέρειν προσήκει.

“其次,显然所有的单纯物体……直到依性质而定的差异。” 这是第七个[论点],它本身也是基于根本不应当通过某种特有的形状来赋形于元素,从而驳斥了元素的实质是依这些形状被规定的说法。这一论证由划分法按如下方式展开:如果成为某种元素是由这些形状规定的,那么要么它们的形状持续保持,以便它们也能保持为其所是的东西,要么不能持续保持,而是被重塑形状。但是,如果一方面元素的形状持续保持,那么整个元素就不会在各处都触及包围物。然而事实上,显然所有的单纯物体都被包围它们的处所塑形,其中尤以水和空气为甚;因为甚至连纯粹的大地本身也与其容纳物共同塑形(因为石头既非单纯物体也非赤裸的大地);火也是如此,如果有人将其封闭在某个处所或容器中使其不致消散,它也会与包围物共同塑形,而水和空气则显而易见是如此;因此,元素的这些形状不可能保持。另一方面,如果它们被重塑形状,并在被包围物塑形时抛弃其形状,那么便得出结论:它们不再是水或火,如果它们确实是由这些形状所实质化的。因此,如果在它们之中形状既不可能保持也不可能被抛弃,而二者必居其一,那么它们就不会具有被规定的特有形状。此外,如果空气和水被观察到汇合流动,显而易见它们并没有保持其特有的形状;而如果它们没有保持,那么一者便不再是空气而另一者便不再是水,如果它们之为这些东西确实在于以这种方式被塑形。这样一来,就将存在既不是元素也不是由元素构成的其他物体;而这是荒谬的。因此,最初的物体不会具有特有的形状;相反,他说,它们的本性似乎通过无形状向我们表明了这一点,而这一点依原因之理也是合理的:即这些元素对于由它们产生的事物而言,具有质料的比例(角色)。因为质料“总是接受一切,并且绝不在任何方面采取任何与进入其中的事物相似的形态”,以免〔它〕将被赋予的形式“因显露出其自身的外貌而糟糕地摹仿”;因为在《蒂迈欧篇》中关于质料正是这样写的。因此,在由特有形状明确规定的复合物体的生成中,诸元素不带入任何特有的形状也是恰如其分的。

语法注3 条
  1. 3.63τὸ εἶναί τι τῶν στοιχείων

    不定代词 τι 与不定式 εἶναι 连用作谓词,与冠词 τὸ 一同构成名词性短语,意为“作为元素中的某种事物之存在”。属格 τῶν στοιχείων 为部分属格。

  2. 3.63ἀλλ’ ἔοικε, φησίν, ἡ φύσις αὐτῶν διὰ τοῦ ἀσχηματίστου σημαίνειν ἡμῖν τοῦτο, ὅπερ καὶ κατὰ λόγον ἐστὶν αἰτιώδη, τὸ τὰ στοιχεῖα ταῦτα τὸν τῆς ὕλης ἔχειν λόγον πρὸς τὰ γινόμενα ἐξ αὐτῶν

    主动词 ἔοικε 的主语是 ἡ φύσις αὐτῶν,带补充不定式 σημαίνειν。指示代词 τοῦτο 的具体内容由句末带有冠词的不定式短语 τὸ τὰ στοιχεῖα ταῦτα τὸν τῆς ὕλης ἔχειν λόγον... 作为同位语展开,中间插入了关系分句 ὅπερ...。

  3. 3.63τῶν σχήμασιν οἰκείοις ἐναργῶς ἀφωρισμένων

    该分词短语(中性属格复数)与前置词短语 ἐν τῇ τῶν συνθέτων σωμάτων γενέσει 中的名词短语 τῶν συνθέτων σωμάτων 构成限定性定语一致,意为“由特有形状明确规定的复合物体的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:657.10-658.11